Humanitext Reader

欧里庇得斯 · 在奥利斯的伊菲革涅亚 §1378-1446

伊菲革涅亚从容赴死的决心与对母亲的劝慰

第 17 段,共 19 段 · 希腊语

内容简介

伊菲革涅亚宣布决心为拯救希腊而接受死亡,阿基琉斯赞叹其高尚并准备保护她。伊菲革涅亚安抚母亲,劝她不要为自己哀悼。

§1378εἰς ἔμʼ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει,
[伊菲革涅亚]如今,整个伟大的希腊都在注视着我。
§1379κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ §1380τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι, §1381μηκέθʼ ἁρπάζειν ἐᾶν τούσδʼ ὀλβίας ἐξ Ἑλλάδος,
[伊菲革涅亚]而船只的航行、弗里吉亚人的毁灭,[伊菲革涅亚]以及防止野蛮人未来再次从富庶的希腊[伊菲革涅亚]强行夺走妇女(如果他们企图做什么的话),都取决于我。
§1382τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀνήρπασεν Πάρις.
[伊菲革涅亚]通过让他们为帕里斯抢走的海伦的毁灭付出代价。
§1383ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος, §1384Ἑλλάδʼ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.
[伊菲革涅亚]我将通过死亡来拯救这一切,而我的名声—— [伊菲革涅亚]作为解放希腊的人,将变得无比光荣。
§1385καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών· §1386πᾶσι γάρ μʼ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
[伊菲革涅亚]因为我也绝不应当过分贪恋生命;[伊菲革涅亚]因为母亲,你生下我是为了所有希腊人,而不仅是为了你一个人。
§1387ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι, §1388μυρίοι δʼ ἐρέτμʼ ἔχοντες, πατρίδος ἠδικημένης, §1389δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν, §1390ἡ δʼ ἐμὴ ψυχὴ μίʼ οὖσα πάντα κωλύσει τάδε;
[伊菲革涅亚]而且,无数手执盾牌防守的男子,[伊菲革涅亚]以及无数手握船桨的男子,因祖国受到不公而,[伊菲革涅亚]正准备勇敢地对抗敌人并为希腊而死,[伊菲革涅亚]难道我这仅有的一条生命要阻碍这所有的一切吗?
§1391τί τὸ δίκαιον τοῦτό γε;
[伊菲革涅亚]这有什么公正可言?
ἆρʼ ἔχοιμʼ ἂν ἀντειπεῖν ἔπος;
我难道能说出一句反驳的话吗?
§1392κἀπʼ ἐκεῖνʼ ἔλθωμεν· οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν §1393πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκʼ οὐδὲ κατθανεῖν.
[伊菲革涅亚]而且我们再看这一点:这位客人没有必要为了一个女人[伊菲革涅亚]与所有的阿耳戈斯人交战,甚至因此丧生。
§1394εἷς γʼ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.
[伊菲革涅亚]一个男人生存确实比无数个女人的生命更有价值。
§1395εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν, §1396ἐμποδὼν γενήσομαι ʼγὼ θνητὸς οὖσα τῇ θεῷ;
[伊菲革涅亚]如果阿耳忒弥斯决定要带走我的身体,[伊菲革涅亚]我作为一个凡人,难道要阻碍这位女神的旨意吗?
§1397ἀλλʼ ἀμήχανον·
[伊菲革涅亚]不,这不可能。
δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι.
我把我的身体献给希腊。
§1398θύετʼ, ἐκπορθεῖτε Τροίαν.
[伊菲革涅亚]将我献祭吧,摧毁特洛伊吧!
ταῦτα γὰρ μνημεῖά μου §1399διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξʼ ἐμή.
因为这些是我长久的[伊菲革涅亚]纪念碑,这就是我的孩子、我的婚礼和我的荣耀。
§1400βαρβάρων δʼ Ἕλληνας ἄρχειν εἰκός, ἀλλʼ οὐ βαρβάρους, §1401μῆτερ, Ἑλλήνων·
[伊菲革涅亚]希腊人统治野蛮人是理所应当的,母亲,而野蛮人[伊菲革涅亚]不应统治希腊人。
τὸ μὲν γὰρ δοῦλον, οἳ δʼ ἐλεύθεροι.
因为前者是奴隶,而后者是自由人。
§1402τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει· §1403τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ.
[歌队]少女啊,你的决心是高尚的;[歌队]然而命运与女神的作为却令人痛心。
§1404Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν §1405ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων.
[阿基琉斯]阿伽门农的女儿啊,若能与你成婚,[阿基琉斯]神明中必有一位会使我幸福。
§1406ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδʼ, Ἑλλάδος δὲ σέ.
[阿基琉斯]我为你而羡慕希腊,又为希腊而羡慕你。
§1407εὖ γὰρ τόδʼ εἶπας ἀξίως τε πατρίδος· §1408τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσʼ, ὅ σου κρατεῖ, §1409ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε.
[阿基琉斯]因为你的话极其得体,无愧于你的祖国;[阿基琉斯]你放弃了与支配着你的神明抗争,[阿基琉斯]而是权衡了什么是高尚和什么是不可避免的。
§1410μᾶλλον δὲ λέκτρων σῶν πόθος μʼ ἐσέρχεται §1411ἐς τὴν φύσιν βλέψαντα·
[阿基琉斯]然而,当我看着你的高尚本性,[阿基琉斯]想要娶你为妻的渴望便更加强烈。
γενναία γὰρ εἶ.
你真是高尚的人。
§1412ὅρα δʼ· ἐγὼ γὰρ βούλομαί σʼ εὐεργετεῖν §1413λαβεῖν τʼ ἐς οἴκους·
[阿基琉斯]但请好好考虑:我愿意帮助你,[阿基琉斯]并将你迎娶回家。
ἄχθομαί τʼ, ἴστω Θέτις, §1414εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης §1415ἐλθών.
让忒提斯作证,如果我不通过与达那奥斯人交战[阿基琉斯]来拯救你,[阿基琉斯]我将会感到痛苦。
ἄθρησον· ὁ θάνατος δεινὸν κακόν.
你要深思,死是可怕的灾难。
§1416λέγω τάδʼ οὐδὲν οὐδένʼ εὐλαβουμένη.
[伊菲革涅亚]我毫无畏惧地对所有人说这些话。
§1417ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμʼ ἀρκεῖ μάχας §1418ἀνδρῶν τιθεῖσα καὶ φόνους·
[伊菲革涅亚]廷达瑞奥斯的女儿仅因其美貌而引起男人们的[伊菲革涅亚]战争与杀戮,这就足够了。
σὺ δʼ, ὦ ξένε, §1419μὴ θνῇσκε διʼ ἐμὲ μηδʼ ἀποκτείνῃς τινά, §1420ἔα δὲ σῷσαί μʼ Ἑλλάδʼ, ἢν δυνώμεθα.
但是,客人啊,[伊菲革涅亚]请不要为了我而死,也不要杀死任何人,[伊菲革涅亚]如果可以的话,让我来拯救希腊。
§1421ὦ λῆμʼ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτʼ ἔτι
[阿基琉斯]高贵的心灵啊!
§1422λέγειν, ἐπεί σοι τάδε δοκεῖ·
既然你已经做此决定,[阿基琉斯]我便无法再反驳什么。
γενναῖα γὰρ §1423φρονεῖς·
因为你的想法[阿基琉斯]太高尚了。
τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;
谁能不承认这真理呢?
§1424ὅμως δʼ, ἴσως γὰρ κἂν μεταγνοίης τάδε, §1426ἐλθὼν τάδʼ ὅπλα θήσομαι βωμοῦ πέλας, §1427ὡς οὐκ ἐάσων σʼ ἀλλὰ κωλύσων θανεῖν.
[阿基琉斯]但是,或许你也会改变主意,[阿基琉斯]我将带着这些武器,守候在祭坛旁边,[阿基琉斯]我不会袖手旁观,而会阻止你死去。
§1428χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα, §1429ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς.
[阿基琉斯]你很快也可能会需要我的这些话,[阿基琉斯]当你看见利刃贴近你的脖子时。
§1430οὔκουν ἐάσω σʼ ἀφροσύνῃ τῇ σῇ θανεῖν· §1431ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς §1432καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.
[阿基琉斯]我绝不容许你因一时的冲动而死;[阿基琉斯]我将带着这些武器去往女神的庙宇,[阿基琉斯]并在那里静静等候你的到来。
§1433μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας;
[伊菲革涅亚]母亲,你为何默默流泪湿润了双眼?
§1434ἔχω τάλαινα πρόφασιν ὥστʼ ἀλγεῖν φρένα.
[克吕泰涅斯特拉]可怜的我,有着充分的理由在心中悲痛。
§1435παῦσαι· ʼμὲ μὴ κάκιζε·
[伊菲革涅亚]别这样,不要让我变得软弱。
τάδε δέ μοι πιθοῦ.
在这件事上请听我的。
§1436λέγʼ· ὡς παρʼ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον.
[克吕泰涅斯特拉]说吧,孩子,我们绝不会违背你的心愿。
§1437μήτʼ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός, §1438μήτʼ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους.
[伊菲革涅亚]请不要为了我剪掉你的头发来致哀,[伊菲革涅亚]也不要在身上套上黑色的丧服。
§1439τί δὴ τόδʼ εἶπας, τέκνον;
[克吕泰涅斯特拉]孩子,你为什么说这样的话?
ἀπολέσασά σε;
我可是要失去你啊。
§1440οὐ σύ γε·
[伊菲革涅亚]并不是失去,我是被拯救了。
σέσῳσμαι, κατʼ ἐμὲ δʼ εὐκλεὴς ἔσῃ.
母亲,因为我,你也将获得无上的荣光。
§1441πῶς εἶπας;
[克吕泰涅斯特拉]你这是什么意思?
οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;
难道我不该为你的生命悲伤吗?
§1442ἥκιστʼ, ἐπεί μοι τύμβος οὐ χωσθήσεται.
[伊菲革涅亚]绝对不用,因为我将不会有坟墓被垒起。
§1443τί δαί;
[克吕泰涅斯特拉]这是为何?
τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται.
死在通常看来总会伴随着坟墓。
§1444βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.
[伊菲革涅亚]身为女神的宙斯之女的祭坛,就是我的纪念碑。
§1445ἀλλʼ, ὦ τέκνον, σοὶ πείσομαι· λέγεις γὰρ εὖ.
[克吕泰涅斯特拉]好吧,我的孩子,我听从你,因为你的话有道理。
§1446ὡς εὐτυχοῦσά γʼ Ἑλλάδος τʼ εὐεργέτις.
[伊菲革涅亚]因为我是幸福的,并且是作为希腊的恩人而去的。

词汇与语法注释

  1. 1379κἀν ἐμοὶ πορθμός τε... — 关于由 κἀν ἐμοὶ (καὶ ἐν ἐμοί) 引导的句法说明。主语包括 πορθμός、κατασκαφαί 以及不定式 ἐᾶν,它们并列排布,表示这些事情都取决于“我”。
  2. 1380τάς τε μελλούσας γυναῖκας... μηκέθʼ ἁρπάζειν ἐᾶν — 不定式 ἐᾶν(允许)作为主语群之一,支配一个“对格+不定式”结构(τούσδε... μηκέθ' ἁρπάζειν,“让这些[野蛮人]不再掠夺”)作为其宾语。
  3. 1408τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσʼ, ὅ σου κρατεῖ — 关系代词 ὅ 指的是其背后的神圣力量或命运,而非直接指代 θεομαχεῖν(与神对抗)本身,意为“那支配着你的力量”。
  4. 1443τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται — 表达了当时的普遍观念,即“死亡通常伴随着坟墓”(即人死后自然会有墓地),其中 νομίζεται 意为“被通常认为”或“是习俗”。

引用这一段

欧里庇得斯, 在奥利斯的伊菲革涅亚 §1378-1446. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg018.humanitext-grc2:1378-1446

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。