Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §931-1027

彭透斯着女装启程与歌队呼唤正义

第 11 段,共 15 段 · 希腊语

内容简介

彭透斯完全陷入疯狂与幻觉之中,任由狄奥尼索斯为他整理女装,并怀着狂妄的万能感前往基泰隆山。随后,歌队歌颂神圣的正义并预言不敬神者的毁灭,接着使者登场哀悼卡德摩斯家族的没落。

§931καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.
“在狂欢中我把它弄乱,移出了原位。
§932ἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει, §933πάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα.
” “但我们这些负责服侍您的人,会再次为您整理好的;请昂起您的头。
§934ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.
” “瞧,你来整理吧;因为我们确实全凭你了。
§935ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων §936στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.
” “您的腰带松了,您的衣褶在足踝处垂得不够均匀。
§937κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα· §938τἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος.
” “在我看来也是如此,至少在右脚那边是这样;但在这一侧,衣服顺着脚后腱直直地垂着。
§939ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων, §940ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.
” “当你出人意料地看到那些端庄的女信徒时,你一定会把我当成你首要的朋友吧。
§941πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ §942ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;
” “我是应该右手拿着神杖,还是用这只手,才能更像一个女信徒呢?
§943ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ §944αἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν.
” “必须用右手拿着,同时迈出右脚将它举起;我赞赏您,因为您的心意已经转变。
§945ἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς §946αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;
” “我能否把基泰隆的山谷,连同那些女信徒一起,扛在我的双肩上呢?
§947δύναιʼ ἄν, εἰ βούλοιο·
” “只要您愿意,就可以。
τὰς δὲ πρὶν φρένας §948οὐκ εἶχες ὑγιεῖς, νῦν δʼ ἔχεις οἵας σε δεῖ.
先前您的神智并不健全,但现在您已经拥有了应有的理智。
§949μοχλοὺς φέρωμεν;
” “我们要带上撬棍吗?
ἢ χεροῖν ἀνασπάσω §950κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;
还是我用双手把山拔起,用我的肩膀或手臂抵在山峰之下?
§951μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα §952καὶ Πανὸς ἕδρας ἔνθʼ ἔχει συρίγματα.
” “您可千万别毁坏仙女们的圣所,和潘神吹奏排箫的居所。
§953καλῶς ἔλεξας· οὐ σθένει νικητέον §954γυναῖκας·
” “你说得对;我们不该用暴力战胜妇女。
ἐλάταισιν δʼ ἐμὸν κρύψω δέμας.
我会把身体隐藏在枞树林中。
§955κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών, §956ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.
” “你会以你应有的方式隐藏起来,作为窥视狂女们的诡诈探子前去。
§957καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς §958λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.
” “而且,我仿佛看到她们在灌木丛中像鸟儿一样,被最甜蜜的爱之网罗纠缠。
§959οὐκοῦν ἐπʼ αὐτὸ τοῦτʼ ἀποστέλλῃ φύλαξ· §960λήψῃ δʼ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος.
” “因此,您正是作为看守被派去执行这个任务;或许您能抓住她们,只要您没有先被她们抓住。
§961κόμιζε διὰ μέσης με Θηβαίας χθονός· §962μόνος γὰρ αὐτῶν εἰμʼ ἀνὴρ τολμῶν τόδε.
” “带我穿过底比斯土地的中心吧;因为在他们中间,我是唯一敢于做这件事的男子。
§963μόνος σὺ πόλεως τῆσδʼ ὑπερκάμνεις, μόνος· §964τοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.
” “唯独你为这座城市劳苦,唯独你受难;因此,那合乎你身份的试炼正在等待着你。
§965ἕπου δέ· πομπὸς εἶμʼ ἐγὼ σωτήριος, §966κεῖθεν δʼ ἀπάξει σʼ ἄλλος.
跟我来吧;我是拯救你的向导,但会有另一个人从那里把你带回来。
§966bἡ τεκοῦσά γε.
” “那定是生我的母亲了。
§967ἐπίσημον ὄντα πᾶσιν.
” “成为所有人瞩目的标志。
§967bἐπὶ τόδʼ ἔρχομαι.
” “我正是为此而去的。
§968φερόμενος ἥξεις §968bἁβρότητʼ ἐμὴν λέγεις.
” “你将被抬着回来……” “你是在说我的奢华享受。
§969ἐν χερσὶ μητρός.
” “在母亲的手中。
§969bκαὶ τρυφᾶν μʼ ἀναγκάσεις.
” “你这会让我变得娇贵。
§970τρυφάς γε τοιάσδε.
” “确实是那样的娇贵。
§970bἀξίων μὲν ἅπτομαι.
” “我正着手做着配得上我身份的大事。
§971δεινὸς σὺ δεινὸς κἀπὶ δείνʼ ἔρχῃ πάθη, §972ὥστʼ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.
” “你是非凡的,非凡的,你正走向非凡的苦难,因此你将获得高耸入天际的荣耀。
§973ἔκτεινʼ, Ἀγαύη, χεῖρας αἵ θʼ ὁμόσποροι §974Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω §975τόνδʼ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δʼ ἐγὼ §976καὶ Βρόμιος ἔσται.
” “伸出你们的手吧,阿高埃,还有她的姐妹们,卡德摩斯的女儿们;我正带着这个年轻人走向这场伟大的竞赛,而胜利者将是我和勃罗弥奥斯。
τἄλλα δʼ αὐτὸ σημανεῖ.
其余的事,事态本身将会显明。
§977ἴτε θοαὶ Λύσσας κύνες ἴτʼ εἰς ὄρος, §978θίασον ἔνθʼ ἔχουσι Κάδμου κόραι, §979ἀνοιστρήσατέ νιν §980ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ §981λυσσώδη κατάσκοπον μαινάδων.
” 去吧,狂乱的疾走猎犬,去往山上,卡德摩斯的女儿们聚集信徒的地方,驱使她们狂乱起来,去对付那个穿着模仿女人装束的、狂妄窥探狂女的人。
§982μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας §983ἢ σκόλοπος ὄψεται §984δοκεύοντα, μαινάσιν δʼ ἀπύσει· §985Τίς ὅδʼ ὀρειδρόμων §986μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολʼ §987ἔμολεν, ὦ βάκχαι;
他的母亲将首先从陡峭的岩石上,或从瞭望哨上看见他在窥伺,她将对狂女们大声呼喊: “谁是底比斯人中这个在山上奔跑的搜寻者,来到了我们的山上,来到了山上,巴克科斯的女信徒们?
τίς ἄρα νιν ἔτεκεν;
究竟是谁生了他?
§988οὐ γὰρ ἐξ αἵματος §989γυναικῶν ἔφυ, λεαίνας δέ τινος §990ὅδʼ ἢ Γοργόνων Λιβυσσᾶν γένος.
因为他并非生自女人的血肉,而是某种雌狮或是利比亚戈尔贡的后裔。
§992ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος §993φονεύουσα λαιμῶν διαμπὰξ §995τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος §996γόνον γηγενῆ.
” 让显现的正义前去吧,让它携着利剑前去,彻底刺穿咽喉,杀戮那个不敬神、不守法、不公义的埃奇翁的大地之子。
§997ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τʼ ὀργᾷ §998περὶ σὰ Βάκχιʼ, ὄργια ματρός τε σᾶς §999μανείσᾳ πραπίδι §1000παρακόπῳ τε λήματι στέλλεται, §1001τἀνίκατον ὡς κρατήσων βίᾳ,
他以不公之念与不法之怒,针对你的巴克科斯秘仪和你母亲的祭典,怀着狂躁的心和错乱的意志而出发,企图以暴力去战胜那不可战胜的力量。
§1002γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι- §1003στος ἐς τὰ θεῶν ἔφυ· §1004βροτείως τʼ ἔχειν ἄλυπος βίος.
对于敬奉神明之事,保持理智的判断,死便是无可推诿的结局;而作为凡人安分度日,则是一生无忧。
§1005τὸ σοφὸν οὐ φθονῶ· §1006χαίρω θηρεύουσα·
我不嫉妒智慧;我乐于追求它。
τὰ δʼ ἕτερα μεγάλα §1007φανερά τʼ· ὤ, νάειν ἐπὶ τὰ καλὰ βίον, §1008ἦμαρ ἐς νύκτα τʼ εὐ- §1009αγοῦντʼ εὐσεβεῖν, τὰ δʼ ἔξω νόμιμα §1010δίκας ἐκβαλόντα τιμᾶν θεούς.
但还有其他伟大且显明的事:啊,让生命奔流向美善之境,昼夜不停地保持纯洁与虔敬,摒弃那些法度之外的不义,以此尊崇神明。
§1013ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος §1014φονεύουσα λαιμῶν διαμπὰξ §1015τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος §1016τόκον γηγενῆ.
让显现的正义前去吧,让它携着利剑前去,彻底刺穿咽喉,杀戮那个不敬神、不守法、不公义的埃奇翁的大地之子。
§1018φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν §1019δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων.
显现为雄牛吧,或者显现为多头的巨蛇,或是吐着烈火的雄狮供人观看。
§1020ἴθʼ, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν §1021γελῶντι προσώπῳ περίβαλε βρόχον §1022θανάσιμον ὑπʼ ἀγέλαν πεσόν- §1023τι τὰν μαινάδων.
去吧,巴克科斯,将死之罗网套在那些女信徒的猎人身上,面带着微笑,当他跌落在那些狂女的羊群之下时。
§1024ὦ δῶμʼ ὃ πρίν ποτʼ εὐτύχεις ἀνʼ Ἑλλάδα, §1025Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς §1026δράκοντος ἔσπειρʼ Ὄφεος ἐν γαίᾳ θέρος, §1027ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλʼ ὅμως
“哦,曾在希腊赫赫有名的府邸,西顿老人的家园,他曾在土地里播下大地之蛇的收获,我是多么为你叹息,我虽身为奴隶,但依然如此! ”

词汇与语法注释

  1. 932οἷς σε θεραπεύειν μέλει — 关系代词 `οἷς` 为与格,作为无人称动词 `μέλει`(“对……而言是关心的事”)的逻辑主语。`σε` 是不定式 `θεραπεύειν` 的直接宾语(宾格)。
  2. 943χἅμα δεξιῷ ποδὶ — 元音融合(crasis) `χἅμα` 由 `καὶ ἅμα` 构成,作为介词(或副词)支配与格 `δεξιῷ ποδὶ`,表示“同时迈出右脚”。
  3. 945αὐταῖσι βάκχαις — 与格形式的 `αὐτός` 与名词与格并置,构成表示随伴、附带的与格(dative of accompaniment)惯用表达,意为“连同女信徒们一起”。
  4. 955κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών — 名词 `κρύψιν` 是动词 `κρύψῃ` 的同源宾格(cognate accusative)。在后面的关系从句中,代词 `σε` 作为被动语态不定式 `κρυφθῆναι` 的逻辑主语(宾格),受 `χρεών`(省略了 `ἐστί`)支配。
  5. 1002γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσιστος ἐς τὰ θεῶν ἔφυ — 此句属于文本及解释上皆有争议的难点。`θάνατος ἀπροφάσιστος`(无可推诿之死,无情之死)为主语,意在表达对于神明之事(`ἐς τὰ θεῶν`)保持明智的态度(`γνωμᾶν σωφρόνα`,宾格作名词性使用)是免于速死或认识凡人局限的关键。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §931-1027. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:931-1027

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。