Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §835-930

彭透斯接受伪装并陷入狂乱

第 10 段,共 15 段 · 希腊语

内容简介

彭透斯同意男扮女装以便侦察,并在狄奥尼索斯的引导下出发。合唱团歌颂神罚与幸福后,产生幻觉的彭透斯女装登场。

§835θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.
“手中拿着神杖,身上披着斑点的鹿皮。
§836οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.
” “我无法穿上女人的衣装。
§837ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.
” “但如果你与女信徒开战,你将会流血。
§838ὀρθῶς·
” “说得对。
μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.
应当先去侦察。
§839σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.
” “这总比用恶行去猎取恶行更聪明。
§840καὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών;
” “但我该如何穿过城市而不被卡德摩斯的人民发现?
§841ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι.
” “我们会走荒僻的小路;我来带路。
§842πᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί.
” “只要不让女信徒嘲笑我,怎样都好。
§843ἐλθόντʼ ἐς οἴκους ἃν δοκῇ βουλεύσομαι.
” “进屋后,我会考虑最合适的办法。
§844ἔξεστι·
” “可以。
πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα.
我这方面一切随时准备就绪。
§845στείχοιμʼ ἄν·
” “我进去。
ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαι §846ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
我要么带着武器前去,” “要么就听从你的计谋。
§848γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται, §847ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.
” “妇人们啊,这男人正落入网罗,” “他会去往女信徒那里,在那里付出生命的代价。
§849Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·
” “狄奥尼索斯,现在看你的了;因为你并不遥远。
§850τεισώμεθʼ αὐτόν.
” “让我们惩罚他。
πρῶτα δʼ ἔκστησον φρενῶν, §851ἐνεὶς ἐλαφρὰν λύσσαν·
首先让他丧失理智,” “注入一阵轻微的狂乱。
ὡς φρονῶν μὲν εὖ §852οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν, §853ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
因为只要他保持清醒,” “他绝不会愿意穿上女人的衣装,” “但一旦偏离理智,他便会穿上它。
§854χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν §855γυναικόμορφον ἀγόμενον διʼ ἄστεως §856ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
” “我想让他成为底比斯人的笑柄,” “被以女子的装束牵着穿过城中,” “以此报复他先前的那些恐吓,那时他是何等威风。
§857ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν §858ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
” “我现在去将那件他将带往哈迪斯深渊的衣服,” “在他被亲生母亲之手屠杀而离世时穿上的盛装,” “给他穿戴上。
§859Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς §860Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, §861δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος.
他将会认识到宙斯之子,” “狄奥尼索斯,他天生是至高无上的神,” “最是可怕,却又对凡人最是温柔。
§862ἆρʼ ἐν παννυχίοις χοροῖς §863θήσω ποτὲ λευκὸν §864πόδʼ ἀναβακχεύουσα, δέραν §865εἰς αἰθέρα δροσερὸν ῥίπτουσʼ, §866ὡς νεβρὸς χλοεραῖς ἐμπαί- §867ζουσα λείμακος ἡδοναῖς,
” 我是否终有一天,在通宵的舞蹈中,能够再次舞动我那白皙的双脚狂舞,将我的颈项抛向那湿润清凉的虚空之中,就像一只在绿草茵茵的草地上欢快嬉戏的小鹿。
§868ἡνίκʼ ἂν φοβερὰν φύγῃ §869θήραν ἔξω φυλακᾶς §870εὐπλέκτων ὑπὲρ ἀρκύων, §871θωΰσσων δὲ κυναγέτας §872συντείνῃ δράμημα κυνῶν· §873μόχθοις τʼ ὠκυδρόμοις τʼ ἀέλ- §873aλαις θρῴσκει πεδίον §874παραποτάμιον, ἡδομένα §875βροτῶν ἐρημίαις σκιαρο- §876κόμοιό τʼ ἔρνεσιν ὕλας.
当它逃脱了那令人恐惧的包围圈之外,跃过那织得严严实实的罗网,猎人高声吆喝,驱使猎犬们奋力疾奔;伴随着急促的喘息和疾如狂风的奔跑,它跃过那紧邻河流的原野,陶醉在远离尘嚣的旷野中,以及那浓荫蔽日的森林新绿之中。
§877τί τὸ σοφόν;
何谓智慧?
ἢ τί τὸ κάλλιον §878παρὰ θεῶν γέρας ἐν βροτοῖς §879ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς §880τῶν ἐχθρῶν κρείσσω κατέχειν;
神明赐予凡人的恩赐中,有什么比这更美好,那就是将战胜对手的强力之手,高悬在敌人的头颅之上?
§881ὅ τι καλὸν φίλον ἀεί.
美善的事物永远可爱。
§882ὁρμᾶται μόλις, ἀλλʼ ὅμως §883πιστόν τι τὸ θεῖον §884σθένος·
神圣的力量虽徐徐启动,但依然确凿无疑。
ἀπευθύνει δὲ βροτῶν §885τούς τʼ ἀγνωμοσύναν τιμῶν- §886τας καὶ μὴ τὰ θεῶν αὔξον- §887τας σὺν μαινομένᾳ δόξᾳ.
它惩治凡人中那些推崇狂妄不逊、不尊奉神明之事的人,惩罚他们那疯狂的自负。
§888κρυπτεύουσι δὲ ποικίλως §889δαρὸν χρόνου πόδα καὶ §890θηρῶσιν τὸν ἄσεπτον.
神明以微妙多变的方式隐蔽自己,延缓时间的脚步,去猎捕不敬神者。
οὐ §891γὰρ κρεῖσσόν ποτε τῶν νόμων §892γιγνώσκειν χρὴ καὶ μελετᾶν.
因为人绝不应该有超越法度的见识与作为。
§893κούφα γὰρ δαπάνα νομί- §893aζειν ἰσχὺν τόδʼ ἔχειν, §894ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον, §895τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμον §896ἀεὶ φύσει τε πεφυκός.
因为只需付出微小的代价去坚信这就是力量:不论神圣者究竟为何物,而在漫长岁月中确立的法度,也终归是顺乎自然而生的。
§897τί τὸ σοφόν;
何谓智慧?
ἢ τί τὸ κάλλιον §898παρὰ θεῶν γέρας ἐν βροτοῖς §899ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς §900τῶν ἐχθρῶν κρείσσω κατέχειν;
神明赐予凡人的恩赐中,有什么比这更美好,那就是将战胜对手的强力之手,高悬在敌人的头颅之上?
§901ὅ τι καλὸν φίλον ἀεί.
美善的事物永远可爱。
§902εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας §903ἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν· §904εὐδαίμων δʼ ὃς ὕπερθε μόχθων §905ἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερον §906ὄλβῳ καὶ δυνάμει παρῆλθεν.
幸而逃离海上风暴、安抵港湾的人是幸福的;战胜了重重苦难的人也是幸福的;人们以各种不同的方式,在财富和权力上超越彼此。
§907μυρίαι δʼ ἔτι μυρίοις §908εἰσὶν ἐλπίδες· αἳ μὲν §908aτελευτῶσιν ἐν ὄλβῳ §909βροτοῖς, αἳ δʼ ἀπέβησαν·
千万人心中依然存着千万种期冀;其中有的最终给凡人带来富足,有的则化为泡影。
§910τὸ δὲ κατʼ ἦμαρ ὅτῳ βίοτος §911εὐδαίμων, μακαρίζω.
然而,若有人能过好当下的每一天,生活美满,我便称他为有福之人。
§912σὲ τὸν πρόθυμον ὄνθʼ ἃ μὴ χρεὼν ὁρᾶν §913σπεύδοντά τʼ ἀσπούδαστα, Πενθέα λέγω, §914ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι, §915σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων, §916μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·
“你这急于观看本不该看的事物、” “急于追求不应追求之事的人——彭透斯,我说的是你——” “到宫殿前面来吧,显露在我的面前,” “穿着狂女、巴克科斯女信徒的装束,” “作为你母亲和她那队人马的窥探者。
§917πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.
” “你现在的模样,真像卡德摩斯的某一个女儿。
§918καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, §919δισσὰς δὲ Θήβας καὶ πόλισμʼ ἑπτάστομον·
” “真的,我仿佛看见了两个太阳,” “还有双重的底比斯,以及那座双重的七门之城。
§920καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς §921καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.
” “而且你看起来就像一头公牛在我们前面引路,” “你的头上仿佛长出了双角。
§922ἀλλʼ ἦ ποτʼ ἦσθα θήρ;
” “难道你以前曾是野兽?
τεταύρωσαι γὰρ οὖν.
因为你现在确实变成了公牛。
§923ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής, §924ἔνσπονδος ἡμῖν·
” “神明正与我们同行,他先前对我们并不和善,” “如今已与我们结盟。
νῦν δʼ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.
现在你看清了你该看的事物。
§925τί φαίνομαι δῆτʼ;
” “那我看起来如何?
οὐχὶ τὴν Ἰνοῦς στάσιν §926ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γʼ ἐμῆς;
我的站姿难道不像伊诺,” “或者不像我的母亲阿高埃吗?
§927αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σʼ ὁρῶν.
” “看着你,我仿佛看到了她们本人。
§928ἀλλʼ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχʼ ὅδε, §929οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.
” “不过,你这缕发丝已经从原本的位置松脱出来了,” “跟我刚才在发带下给你整理好的样子不一样。
§930ἔνδον προσείων αὐτὸν ἀνασείων τʼ ἐγὼ
” “在殿内我前摇后摆、不停抖动着它,”

词汇与语法注释

  1. 852οὐ μὴ θελήσῃ — οὐ μή 后接虚拟语气,表示极强烈的否定将来时(“绝不/决不会”)。在此,狄奥尼索斯断定,彭透斯如果理智清醒,绝不会愿意穿上女装。
  2. 893κούφα γὰρ δαπάνα νομίζειν — 形容词 κούφα(轻微的、廉价的)与主格名词 δαπάνα(开销、代价)一致。不定式 νομίζειν(坚信/承认)充当该句的主语,构成了“坚信只需付出微小的代价”这一语义结构。
  3. 912σὲ τὸν πρόθυμον ὄνθʼ — 这是一个呼格用法的宾格,作为后续命令式动词 ἔξιθι 和 ὄφθητι 的逻辑主语。该结构通过后文宾格的插入语 Πενθέα λέγω(“我说的是彭透斯”)在同格上得到了加强。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §835-930. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:835-930

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。