Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §1028-1116

报信者述说彭透斯在树上遭围攻的经过

第 12 段,共 15 段 · 希腊语

内容简介

报信者回到宫殿,报告彭透斯的悲惨死讯:彭透斯在基泰隆山被异邦人安置在枞树之上窥视,随后被陷入狂乱的母亲阿高埃及众女信徒发现并遭受猛烈围攻。

§1028. §1029τί δʼ ἔστιν;
. “怎么回事?
ἐκ βακχῶν τι μηνύεις νέον;
关于女信徒们,你有什么新消息要透露吗?
§1030Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.
” “彭透斯已经死了,他是父亲埃奇翁的儿子。
§1031ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.
” “噢,主宰勃罗弥奥斯啊,您展现为一位伟大的神明。
§1032πῶς φῄς;
” “你这话什么意思?
τί τοῦτʼ ἔλεξας;
你为什么要这么说?
ἦ ʼπὶ τοῖς ἐμοῖς §1033χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
女人啊,难道你竟然因我的主人门” “遭遇不幸而感到高兴吗?
§1034εὐάζω ξένα μέλεσι βαρβάροις· §1035οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω.
” “我用异邦的野蛮旋律唱起狂欢的欢歌;因为我再也不必因害怕锁链而畏缩不前了。
§1036Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγεις
” “难道你认为底比斯已经没有男人,以至于你敢如此放肆吗?
§1037ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι §1038κράτος ἔχουσʼ ἐμόν.
” “是狄奥尼索斯,狄奥尼索斯才拥有对我的” “支配权,而不是底比斯。
§1039συγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοις §1040κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.
” “你的心情是可以理解的,但是,女人们啊,为已经造成的” “灾难感到高兴,这并不是一件美妙的事。
§1041ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει §1042ἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ;
” “快告诉我,向我表明,那个不义之徒、策划不义之事的男人,” “究竟是以怎样的命运死去的?
§1043ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς §1044λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς, §1045λέπας Κιθαιρώνειον εἰσεβάλλομεν §1046Πενθεύς τε κἀγώ—δεσπότῃ γὰρ εἱπόμην— §1047ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
” “当我们离开了这底比斯土地的村镇,” “跨过阿索波斯河的溪流时,” “我们便进入了基泰隆的山地,” “彭透斯和我——因为我跟随着我的主人——以及” “作为我们观望向导的异邦人。
§1048πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος, §1049τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο §1050σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.
首先,我们在一个草木茂盛的山谷里坐下,” “保持着脚步的无声与舌头的静默,” “以便我们能在不被看见的情况下看清一切。
§1051ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον, §1052πεύκαισι συσκιάζον, ἔνθα μαινάδες §1053καθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
那是一个两旁悬崖陡峭的峡谷,溪水湿润,” “松树遮蔽着阴凉,狂女们” “正坐在那里,在令人愉悦的劳作中活动着双手。
§1054αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα §1055κισσῷ κομήτην αὖθις ἐξανέστεφον, §1056αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά, §1057βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
她们中的一些人正在用常春藤” “重新装点那已经秃了的常春藤神杖,” “而另一些人,则像脱离了彩色轭具的小马,” “互相唱和着狂欢的歌谣。
§1058Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον §1059ἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν, §1060οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων· §1061ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα, §1062ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.
然而可怜的彭透斯因为看不清妇女们的群体,” “便这样说道:‘异邦的朋友,在我们站立的这个地方,’ “‘我的眼睛无法触及那些虚假的狂女;’ “‘如果能登上那山冈,爬上那棵高耸的枞树,’ “‘我就能清楚地看见狂女们的可耻行径。
§1063τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ· §1064λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον §1065κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον· §1066κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸς §1067τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον· §1068ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγων §1069ἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν.
’ 此后,我便见证了那位异邦人所行的奇迹;” “他抓住了那棵直插云霄的枞树顶端的树枝,” “把它向下拉,向下拉,向下拉到黑色的地面上;” “它弯曲得像一张弓,或者像一圈圆弧的车轮” “被车床上的圆规绘制时所划出的圆周轨迹;” “那位异邦人就是这样用双手牵引着山木的枝条,” “将它弯向地面,行着绝非凡人能及的奇迹。
§1070Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι, §1071ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνω §1072ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν, §1073ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο, §1074ἔχουσα νώτοις δεσπότην ἐφήμενον· §1075ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας.
他将彭透斯安置在枞树枝上之后,” “让那树干从他的手中竖直向上弹起,” “极其温柔地,小心翼翼不让它将他摔下,” “它挺拔地直插在挺拔的天空之中,” “它的背上承载着坐着的我的主人;” “比起他窥视狂女,他更容易被狂女们看见。
§1076ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω, §1077καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν, §1078ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι §1079Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες, §1080ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργια §1081γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.
因为正当他坐在上面显现身影之时,” “那位异邦人的身影已经无处可寻,” “而从天空中,传来一个声音——可以推测,” “那是狄奥尼索斯,在大声呼喊:‘年轻的女人们,’ “‘我把那将你们、我和我的秘仪’ “‘当作笑柄的人带过来了;去惩罚他吧。
§1082καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸν §1083καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
’ 他在说这些话的同时,在天与地之间” “牢牢固定了一道神圣的火光。
§1084σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπη §1085φύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν.
天空静止了,树木茂密的谷地静静地” “保持着叶子,你绝听不到野兽的吼叫。
§1086αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι §1087ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
而她们,耳朵里还不曾清晰听见这声响,” “便霍然起立,目光四下转动。
§1088ὃ δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισαν §1089σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι, §1090ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονες §1091ποδῶν τρέχουσαι συντόνοις δραμήμασι, §1092μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροι §1093πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης §1094ἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
神再次发出命令;而当卡德摩斯的女儿们认出了” “巴克科斯神清晰的指令时,” “她们便以不亚于鸽子的敏捷飞奔而出,” “用紧绷的双腿进行着激烈的奔跑,” “母亲阿高埃和同胞的姐妹们,” “以及所有的女信徒;在湍急的溪谷中” “和悬崖上,她们因神明的气息而陷入狂乱,四处飞跃。
§1095ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον, §1096πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους §1097ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν, §1098ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο.
当她们看见坐在枞树上的主人时,” “她们首先爬上了对面如塔般耸立的岩石,” “向他投掷坚硬的石块,” “他也遭到枞树枝的投掷。
§1099ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέρος §1100Πενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον.
其他的人则在空中投掷她们的神杖,” “目标正是彭透斯,那可怜的靶子;但她们未能得手。
§1101κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων §1102καθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
因为他的高度超出了她们热诚所能及,” “那可怜的人无计可施,在绝望中坐在那里。
§1103τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους §1104ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
最后,她们折下橡树的枝条,” “企图用非铁质的杠杆将树根连根拔起。
§1105ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον, §1106ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ §1107πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην §1108θῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦ §1109χοροὺς κρυφαίους.
但当她们未能完成这艰苦的劳作时,” “阿高埃说:‘来,大家围成一圈,’ “‘抓住树枝,狂女们,以便我们能抓住这骑在上面的’ “‘野兽,不让他泄露神明秘密的舞蹈。
αἳ δὲ μυρίαν χέρα §1110προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός· §1111ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς §1112πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν §1113Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
’ 于是,无数的双手” “抓住了枞树,将它从地里连根拔起;” “那坐在高处的人,从高处被抛向地面,” “彭透斯带着无数的呻吟跌落在地上;” “因为他已临近灭亡,心知肚明。
§1114πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου §1115καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο §1116ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
他的母亲首先作为祭司开始了杀戮,” “向他扑了上去;而他将头巾从发间” “扔掉,好让她认出他来,免遭杀害。 ”

词汇与语法注释

  1. 1049τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο σῴζοντες — 中性复数形容词 σιγηλά 在此作副词使用。介词短语 ἐκ ποδῶν 与 γλώσσης ἄπο(介词后置且重音前移)分别指示声音的来源(“来自双脚”与“来自舌头”),它们共同修饰分词 σῴζοντες(源自 σῴζω,“保持、守护”),意为“保持脚步的无声以及舌头的静默”。
  2. 1066κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸς τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον — 这是一个生动而复杂的比喻,将枞树被压弯的过程比作弯弓,或比作车床/圆规绘制出的车轮弧线。短语 κυρτὸς τροχὸς ... ἕλκει δρόμον 字面意思是“弯曲的车轮……画出其圆周轨道”,其中被动分词 γραφόμενος(“被绘制/刻画”)修饰主语 τροχός。
  3. 1075ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας — 这是通过主动与被动语态的对比而形成的对偶句。动词 ὤφθη(ὁράω 的直格直说受动过去第三人称单数,“被看见”)与 κατεῖδε(καθοράω 的直说主动过去第三人称单数,“看清、看下”)通过比较副词短语 μᾶλλον ἤ(“比起……更多”)连接,生动地揭示了彭透斯沦为被窥视的对象,而非窥视者的悲剧性反转。
  4. 1114πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου — 动词 ἦρξεν(ἄρχω“开始”的直说主动过去第三人称单数)支配属格(在此为 φόνου,“杀戮”)。单词 ἱερέα(通常读作女祭司 ἱέρεια)在此作主语 μήτηρ 的述语性补语,意为“他的母亲首先作为女祭司开始了杀戮”,象征性地指明阿高埃在肢解彭透斯的仪式中充当了刽子手和祭司的角色。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §1028-1116. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:1028-1116

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。