Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §754-834

狄奥尼索斯说服彭透斯换上女装

第 9 段,共 15 段 · 希腊语

内容简介

使者的报告以女信徒们惊人的胜利告终,彭透斯愤怒之下命令集结军队。然而,化装成异邦人的狄奥尼索斯巧妙地利用了彭透斯的好奇心,说服他换上女装,以便暗中窥视狂女们的活动。

§754διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·
(使者)她们劫掠一切;她们从家屋中夺走小孩。
§755ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο §756προσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον, §757οὐ χαλκός, οὐ σίδηρος·
凡是她们放在肩膀上的东西,没有用绳带系着,却紧紧依附,不曾跌落到黑色的土地上,无论是青铜还是铁。
ἐπὶ δὲ βοστρύχοις §758πῦρ ἔφερον, οὐδʼ ἔκαιεν.
在她们的卷发上她们顶着火,火却不曾烧着她们。
οἳ δʼ ὀργῆς ὕπο §759ἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο·
而那些人因愤怒,被女信徒们侵扰,愤而拿起武器还击。
§760οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ.
君王啊,就在那里,目击到了可怕的奇观。
§761τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος, §762κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν §763ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ §764γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.
因为男人们那带锋刃的矛并不曾使女人们流血,而她们却从手中掷出神杖,使他们受伤并让他们败退逃跑,女人击退了男人,这绝非没有神明的相助。
§765πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, §766κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός.
随后,她们又回到了最初迈出步伐的地方,也就是神特意为她们涌现的那些泉水旁。
§767νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδων §768γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.
她们洗净了血迹,而那从脸颊上滴落的血珠,蛇用舌头添舐着,清洗着她们的肌肤。
§769τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα, §770δέχου πόλει τῇδʼ·
因此,主人啊,无论这位神明是谁,都请接纳他进入这座城市。
ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας, §771κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω, §772τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
因为他不仅在其他方面伟大,据我所闻,人们关于他还说了这样的话:是他把解除忧愁的葡萄藤赐给了凡人。
§773οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπρις §774οὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.
如果不再有酒,也就没有了阿芙洛狄忒,人类也就再没有其他任何乐趣了。
§775ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους §776πρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται· §777Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
虽然向一位僭主说出直白的话让我感到害怕,但无论如何我还是要说:狄奥尼索斯天生不亚于任何神明。
§778ἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται §779ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
(彭透斯)这群女信徒的狂妄恶行已经像火一样在近旁蔓延,对希腊人而言是极大的耻辱。
§780ἀλλʼ οὐκ ὀκνεῖν δεῖ·
但是决不能犹豫。
στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼν §781πύλας· κέλευε πάντας ἀσπιδηφόρους §782ἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας §783πέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶ §784ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
你去往伊莱克特拉城门,命令所有持盾的步兵、骑着快马的骑手们、舞动轻盾的人,以及用手拉开弓弦的人,全部集合,因为我们要向女信徒们开战。
§785βάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε, §786εἰ πρὸς γυναικῶν πεισόμεσθʼ ἃ πάσχομεν.
因为这确实太过分了,倘若我们要忍受我们正从女人那里遭受的一切。
§787πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων, §788Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως §789οὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ, §790ἀλλʼ ἡσυχάζειν·
(狄奥尼索斯)彭透斯啊,你听了我的话,却毫无说服,虽然我从你那里遭受了恶待,但我仍然声明你不应该对神明动用武器,而是应当保持平静。
Βρόμιος οὐκ ἀνέξεται §791κινοῦντα βάκχας σʼ εὐίων ὀρῶν ἄπο.
勃罗弥俄斯绝不会容忍你把女信徒们从狂乐的山岭中驱赶出去。
§792οὐ μὴ φρενώσεις μʼ, ἀλλὰ δέσμιος φυγὼν
(彭透斯)不要教训我!
§793σῴσῃ τόδʼ;
既然你已经脱离了束缚,难道不该知足吗?
ἢ σοὶ πάλιν ἀναστρέψω δίκην;
还是我要再次惩罚你?
§794θύοιμʼ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος §795πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.
(狄奥尼索斯)如果我是你,我宁可向他献祭,也不会在愤怒中以凡人之躯去踢神明的刺棒,负隅顽抗。
§796θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι, §797πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
(彭透斯)我会献祭的,是的,一场对女人的屠杀,正如她们所应得的,在基泰龙山的深谷中制造一场大混乱。
§798φεύξεσθε πάντες·
(狄奥尼索斯)你们都会逃跑的。
καὶ τόδʼ αἰσχρόν, ἀσπίδας §799θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους
而让锻铁的盾牌在女信徒们的神杖面前退缩,这是何等耻辱。
§800ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ, §801ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
(彭透斯)我们竟然纠缠上这棘手的异邦人,他无论是受苦还是做事,绝不保持沉默。
§802ὦ τᾶν, ἔτʼ ἔστιν εὖ καταστῆσαι τάδε.
(狄奥尼索斯)朋友,还是有可能把这件事妥善解决的。
§803τί δρῶντα;
(彭透斯)要怎么做?
δουλεύοντα δουλείαις ἐμαῖς;
难道要我向我的奴仆们屈服服侍?
§804ἐγὼ γυναῖκας δεῦρʼ ὅπλων ἄξω δίχα.
(狄奥尼索斯)我会不用武器把女人们带到这里来。
§805οἴμοι· τόδʼ ἤδη δόλιον ἔς με μηχανᾷ.
(彭透斯)哎呀,你现在是在用这奸计来对付我了。
§806ποῖόν τι, σῷσαί σʼ εἰ θέλω τέχναις ἐμαῖς;
(狄奥尼索斯)如果我想用我的法术救你,这算是什么诡计?
§807ξυνέθεσθε κοινῇ τάδʼ, ἵνα βακχεύητʼ ἀεί.
(彭透斯)你们共同策划了这事,好让你们能永远狂欢下去。
§808καὶ μὴν ξυνεθέμην—τοῦτό γʼ ἔστι—τῷ θεῷ.
(狄奥尼索斯)是的,我确实约定了——事实正是如此——和神明。
§809ἐκφέρετέ μοι δεῦρʼ ὅπλα, σὺ δὲ παῦσαι λέγων.
(彭透斯)把我的武器拿到这里来! 而你,闭嘴别说了!
§810ἆ.
(狄奥尼索斯)啊!
§811βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
你想看见她们在山里聚在一起的样子吗?
§812μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
(彭透斯)非常想,哪怕要我付出万两黄金。
§813τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
(狄奥尼索斯)你为何对此抱有如此强烈的渴望?
§814λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας.
(彭透斯)她们烂醉如泥的样子,我看了固然会伤痛。
§815ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;
(狄奥尼索斯)即便如此,你还是乐意去看那让你痛苦的事物吗?
§816σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος.
(彭透斯)确实如此,我会静静地坐在松树下窥视。
§817ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
(狄奥尼索斯)但是,即便你秘密前去,她们也会追踪到你的踪迹。
§818ἀλλʼ ἐμφανῶς·
(彭透斯)那么就公开去。
καλῶς γὰρ ἐξεῖπας τάδε.
因为你这话说得对。
§819ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
(狄奥尼索斯)那么我们带你去,你会踏上这趟旅程吗?
§820ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.
(彭透斯)快带路吧,我嫌你耽误时间。
§821στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
(狄奥尼索斯)那么请把细麻布的长袍裹在身上。
§822τί δὴ τόδʼ;
(彭透斯)这是为何?
ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
难道要我堂堂男子汉,列入女人之列?
§823μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
(狄奥尼索斯)免得你在那里被认出是男人而被杀。
§824εὖ γʼ εἶπας αὖ τόδʼ·
(彭透斯)你这话说得又很好。
ὥς τις εἶ πάλαι σοφός.
你真是一直以来都很聪明。
§825Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.
(狄奥尼索斯)狄奥尼索斯将这些启示传授于我。
§826πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς;
(彭透斯)那么,你那极好的建议该如何实现呢?
§827ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
(狄奥尼索斯)我会随你进到宫殿深处去为你着装。
§828τίνα στολήν;
(彭透斯)什么衣装?
ἦ θῆλυν;
女人的衣服吗?
ἀλλʼ αἰδώς μʼ ἔχει.
但我感到羞耻。
§829οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.
(狄奥尼索斯)那你就不再是一个热切想去观看狂女们的人了。
§830στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν;
(彭透斯)那么你倒是说说,要往我身上穿戴什么样的衣服?
§831κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.
(狄奥尼索斯)首先,我会在你的头上把头发拉长。
§832τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
(彭透斯)那么我这身打扮的第二样器物又是什么?
§833πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα.
(狄奥尼索斯)垂到脚踝的长袍;在头上戴一顶发带。
§834ἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί;
(彭透斯)除了这些,你还要在我身上加添什么吗?

词汇与语法注释

  1. 755ὁπόσα δʼ — 关系代词 `ὁπόσα`(中性复数宾格,作 `ἔθεσαν` 的直接宾语)引导关系从句,并包含其先行词。主句动词 `προσείχετο` 和 `ἔπιπτεν` 均为单数,符合希腊语中中性复数主语接单数动词的语法规则。
  2. 785οὐ γὰρ ἀλλʼ — 惯用语 `οὐ γὰρ ἀλλά`(字面意为“因为不是……而是……”)在句中起到强烈的肯定与强调作用,意为“因为确实”。在此处用以强调事态已经到了极点。
  3. 792οὐ μὴ φρενώσεις — `οὐ μή` 结合直陈式将来时(`φρενώσεις`)表示极强的禁止,意为“千万不要教训我”或“休要对我指手画脚”。
  4. 803δουλεύοντα — 现在分词 `δουλεύοντα`(现在时主动分词,阳性单数宾格)与彭透斯提问中的 `τί δρῶντα;`(“做什么?”)中被省略的不定式主语(宾格的“我”)相一致。它带有一个同族或关联的与格 `δουλείαις ἐμαῖς`(“向我的奴仆们服侍”),用以表达极度的讽刺。
  5. 820τοῦ χρόνου... φθονῶ — 动词 `φθονέω` 后接表示人的与格(`σοι`)和表示事物的属格(`τοῦ χρόνου`),意为“因某事而对某人感到吝啬/嫉妒”。在此处用以表达彭透斯的急躁情绪,意为“我嫌你耽误时间”。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §754-834. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:754-834

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。