Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §667-753

使者报告信女的神迹与狂乱

第 8 段,共 15 段 · 希腊语

内容简介

来自基泰龙山的使者向国王彭透斯报告了巴克科斯女信徒们所展露的神奇神迹,以及她们赤手空拳撕裂牲畜、袭击山下村庄的恐怖暴行。

§667ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.
她们所作的事是何等可怕,甚至超乎奇迹。
§668θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ §669φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·
我想听听,我是否应该直言不讳地向您禀报那里的情况,还是我们应当收敛言辞?
§670τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ, §671καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.
君王啊,因为我害怕你那敏捷的心思、易怒的脾气,以及过于显赫的王家威严。
§672λέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.
你且说吧,因为你从我这里绝不会受到任何处罚。
§673τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.
因为对公正的人是不应当发怒的。
§674ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι, §675τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας §676γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.
你把关于女信徒们的事说得越可怕,我们就越要把这个向女人们传授这些邪术的男人送上法庭惩处。
§677ἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπας §678μόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιος §679ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
放牧的牛群刚才正登上山脊,那时太阳正射出光芒,温暖着大地。
§680ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν, §681ὧν ἦρχʼ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου §682μήτηρ Ἀγαύη σή, τρίτου δʼ Ἰνὼ χοροῦ.
我看见了三支妇女舞蹈队,其中第一队的领头人是奥托诺埃,第二队是您的母亲阿高埃,第三队则是伊诺。
§683ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι, §684αἳ μὲν πρὸς ἐλάτης νῶτʼ ἐρείσασαι φόβην, §685αἳ δʼ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα §686εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς §687ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ §688θηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας.
她们都精疲力竭地睡着了,身体松弛,有的靠着枞树的枝叶歇息,有的则在橡树叶中把头枕在地上,随意却又端庄,并不像你所说的她们喝醉了双耳罐里的酒,在双簧管的声音中独自在森林里追逐阿芙洛狄忒。
§689ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις §690σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας, §691μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν.
您的母亲在女信徒们中间站起身来高声呼喊,唤醒她们,因为她听见了有角公牛的哞哞叫声。
§692αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον §693ἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας, §694νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες.
她们抛开眼中的沉睡,挺直身子站了起来,其井然有序真是一大奇观,无论年长、年轻,还是尚未出嫁的少女。
§695καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας §696νεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτων §697σύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰς §698ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.
首先,她们把头发垂在双肩上,那些小鹿皮系带松开了的人,重新整理了系带,并且用添尝她们脸颊的蛇束紧了带有斑点的鹿皮。
§699αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκων §700ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, §701ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι §702βρέφη λιπούσαις·
还有些人怀里抱着羚羊或野狼的幼崽,喂它们白色的奶水,那些刚刚生育、乳房依然饱满、却把婴儿留在家里的人。
ἐπὶ δʼ ἔθεντο κισσίνους §703στεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου.
她们头上戴着常春藤、橡树和开花的菝葜冠。
§704θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν, §705ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς· §706ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς, §707καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός· §708ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν, §709ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα §710γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων §711θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
有一个女人拿起神杖敲击岩石,露水般清澈的水便从那里喷涌而出;另一个女人把大茴香杖插入大地的泥土,神便为她从那里涌出了葡萄酒的泉水;那些渴望白色饮料的人,用指尖刮擦土地,便得到了乳汁的源泉;而从常春藤神杖中,甘甜的蜂蜜如流般滴落。
§712ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις §713εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
因此,如果你在场,看见了这些,你就会用祈祷去亲近你现在所指责的那位神明。
§714ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες, §715κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν §716ὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια·
我们牧牛人和牧羊人聚集在一起,互相争论讨论,她们做的事情是何等可怕,又何等值得赞叹。
§717καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγων §718ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας §719ναίοντες ὀρέων, θέλετε θηρασώμεθα §720Πενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτων §721χάριν τʼ ἄνακτι θώμεθα;
城里的一个流浪汉,能言善辩,对所有人说:“哦,居住在神圣山冈上的诸位,你们想让我们把彭透斯的母亲阿高埃从狂欢中捕获,从而向国王讨好吗?
εὖ δʼ ἡμῖν λέγειν §722ἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαις §723κρύψαντες αὑτούς·
” 这对我们来说似乎是个好提议,我们便在灌木的枝叶中埋伏,隐藏了自己。
αἳ δὲ τὴν τεταγμένην §724ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα, §725Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον §726Βρόμιον καλοῦσαι·
而她们在指定的时刻,开始舞动神杖进行狂欢,齐声呼喊宙斯之子伊阿科斯、勃罗弥俄斯。
πᾶν δὲ συνεβάκχευʼ ὄρος §727καὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ.
整座山和野兽都一同陷入狂欢,没有什么不在她们的奔跑中被撼动。
§728κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου· §729κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων, §730λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας.
碰巧阿高埃在我的附近跳跃,我便跳了出来,想要抓住她,离开了藏身的灌木丛。
§731ἣ δʼ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες, §732θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ·
她大声喊道:“哦,我的奔跑着的猎犬们,我们正被这些男人捕猎!
ἀλλʼ ἕπεσθέ μοι, §733ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
快跟我来,手持神杖,快跟我来!
§734ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν §735βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην
” 我们于是逃跑,避开了女信徒们的撕扯。
§736μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
但她们向着正在吃草的牝牛冲去,双手赤裸,没有武器。
§737καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν §738μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα, §739ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
你本可以看见一只乳房丰满的年轻牝牛在她的两手中被撕成两半,发出哀鸣,其他人则将小牛撕成碎片。
§740εἶδες δʼ ἂν ἢ πλεύρʼ ἢ δίχηλον ἔμβασιν §741ῥιπτόμενʼ ἄνω τε καὶ κάτω·
你本可以看见肋骨或分蹄的脚被抛上抛下。
κρεμαστὰ δὲ §742ἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι.
挂在枞树下,沾满鲜血,滴落不停。
§743ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοι §744τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας, §745μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.
那些骄横的、把愤怒凝聚在角上的公牛被摔倒在地上,被无数少女的手拉扯着。
§746θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ §747ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
它们身上的皮肉被撕裂的速度,比你这君王的眼睑合上还要快。
§748χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳ §749πεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖς §750εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν· §751Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπας §752νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι, §753ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτω
她们像被惊起的鸟一样奔跑,越过平原,那些在阿索波斯河畔为忒拜人长出丰饶庄稼的平原;她们像敌人一样,冲入居住在基泰龙山脊下方的许西亚埃和埃律特赖,席卷一切,搞得天翻地覆。

词汇与语法注释

  1. 669φράσω ... ἢ λόγον στειλώμεθα — 这些是第一人称单数 φράσω 和复数 στειλώμεθα 的深思熟虑虚拟语气(deliberative subjunctive),与 πότερα... ἤ 连用,引导间接双重疑问句(“我是应该说……还是我们应当收敛……”),依附于主句的 θέλω δʼ ἀκοῦσαι。
  2. 686οὐχ ὡς σὺ φῂς — 否定词 οὐch 不仅否定了 ὡς σὺ φῂς(“并非如你所说”),还否定了其后接的动词分词和不定式短语(ᾠνωμένας, θηρᾶν),从而将她们实际的端庄行为与彭透斯的诽谤指控进行鲜明对比。
  3. 712εἰ παρῆσθα ... ἂν μετῆλθες — 过去反事实(虚拟)条件句。条件从句(protasis)使用直陈式过去未完成时(带 εἰ 的 παρῆσθα),结果从句(apodosis)使用 ἄν 加上直陈式不定过去时(μετῆλθες),表示“如果你当时在场(但你实际上不在),你就会去接近……”。
  4. 737ἂν προσεῖδες — 由 ἄν 加上直陈式不定过去时(προσεῖδες)表示的“过去潜在可能性(potential of the past)”。在此语境下,即使没有明确的条件从句,也表示“你本可以看见”或“(如果你在场)你就会看见”。
  5. 747θᾶσσον ... ἢ σὲ ξυνάψαι — 比较级副词 θᾶσσον(“更快/更早”)后接 ἤ 和“对格+不定式”短语(σὲ ξυνάψαι)的比较结构。意为“比你合上(眼睑)还要快”,其中 σέ 是不定式 ξυνάψαι 的主格对格(subject accusative)。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §667-753. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:667-753

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。