Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §482-584

异乡人被囚与歌队向狄耳刻的祈祷

第 6 段,共 15 段 · 希腊语

内容简介

彭透斯与异乡人的冲突加剧,异乡人被下令囚禁。随后,歌队向狄耳刻河诉说,祈求神明的拯救,最终狄奥尼索斯显灵的神圣声音响起。

§482πᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια.
所有的异邦人都跳舞庆祝这些秘仪。
§483φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
因为他们的心思比希腊人愚蠢得多。
§484τάδʼ εὖ γε μᾶλλον·
在此事上他们反而好得多。
οἱ νόμοι δὲ διάφοροι.
只是规矩不同。
§485τὰ δʼ ἱερὰ νύκτωρ ἢ μεθʼ ἡμέραν τελεῖς;
你是夜间举行秘仪,还是在白天?
§486νύκτωρ τὰ πολλά·
大抵在夜间。
σεμνότητʼ ἔχει σκότος.
黑暗带有一种庄严。
§487τοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
这对于女人来说是诡诈和败坏的。
§488κἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν.
即便在白天,想作恶的人也能找出丑事来。
§489δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
你必须为你那恶劣的诡辩付出代价。
§490σὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν.
而你则要为你对神明的不敬和无知付出代价。
§491ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.
这巴克科斯信徒何等放胆,言辞又是何等训练有素。
§492εἴφʼ ὅ τι παθεῖν δεῖ·
告诉我我要受什么苦。
τί με τὸ δεινὸν ἐργάσῃ;
你要对我施加什么可怕的事?
§493πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
首先,我要剪掉你那娇嫩的卷发。
§494ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω.
这头发是神圣的,我是为了神明而留着它的。
§495ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.
接着,把手里的这根神杖交出来。
§496αὐτός μʼ ἀφαιροῦ·
你自己来夺走吧。
τόνδε Διονύσου φορῶ.
我是为了狄奥尼索斯而拿着它的。
§497εἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν.
我们要把你的身体关在牢房里看守。
§498λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
神明自己会释放我,只要我愿意。
§499ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
是啊,当你站在信女们中间呼唤祂的时候。
§500καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.
即便在此时,祂就在近旁,看着我受难。
§501καὶ ποῦ ʼστιν;
那祂在哪里?
οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς.
我的眼睛怎么看不见。
§502παρʼ ἐμοί·
就在我身边。
σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.
只因你自身不敬,所以看不见。
§503λάζυσθε·
抓住他!
καταφρονεῖ με καὶ Θήβας ὅδε.
这家伙看轻了我,也看轻了忒拜。
§504αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
我作为一个理智的人,告诫你们这些不理智的人,不可绑我。
§505ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
但我偏要命令绑起来,因为我比你更有权力。
§506οὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ.
你不知道你过着怎样的生活,不知道你在做什么,也不知道你是谁。
§507Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δʼ Ἐχίονος.
我是彭透斯,阿高埃之子,父亲是埃奇翁。
§508ἐνδυστυχῆσαι τοὔνομʼ ἐπιτήδειος εἶ.
你的名字正适合让你遭遇不幸。
§509χώρει·
走吧!
καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλας §510φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.
把它关在马厩旁边,好让他能看着那漆黑的幽暗。
§511ἐκεῖ χόρευε·
去那里跳舞吧!
τάσδε δʼ ἃς ἄγων πάρει §512κακῶν συνεργοὺς ἢ διεμπολήσομεν §513ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου §514παύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι.
至于你带到这里来的这些同谋作恶的女人,我们要么把她们卖掉,要么阻止她们弄响这些嘈杂的皮鼓,让她们在织机旁做我的女奴。
§515στείχοιμʼ ἄν·
我会去的。
ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν §516παθεῖν.
因为不该受的苦,我绝不会受。
ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτων §517μέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις·
然而,为了这些侮辱,你宣称不存在的狄奥尼索斯定会向你追讨代价。
§518ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.
因为你亏待我们,便是将祂带入锁链。
§519aἈχελῴου θύγατερ, §520πότνιʼ εὐπάρθενε Δίρκα, §521σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς §522τὸ Διὸς βρέφος ἔλαβες, §523ὅτε μηρῷ πυρὸς ἐξ ἀ- §524θανάτου Ζεὺς ὁ τεκὼν ἥρ- §525πασέ νιν, τάδʼ ἀναβοάσας· §526Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρ- §527σενα τάνδε βᾶθι νηδύν·
阿克洛俄斯之女,尊贵、美丽的处女狄耳刻,因为你曾用你的泉水接纳了宙斯之子,当生身之父宙斯将他从不灭的烈火中抢救出来,放入自己的大腿,将他藏起并大声呼喊道: “去吧,迪堤兰博斯,进入我这男性的子宫。
§528ἀναφαίνω σε τόδʼ, ὦ Βάκ- §529χιε, Θήβαις ὀνομάζειν.
巴克科斯啊,我向忒拜宣告,以此名称呼你。
§530σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα, §531στεφανηφόρους ἀπωθῇ §532θιάσους ἔχουσαν ἐν σοί.
” 然而你,幸福的狄耳刻啊,却将我推开,尽管我在你的境内拥有戴着花冠的信徒队伍。
§533τί μʼ ἀναίνῃ;
你为何拒绝我?
τί με φεύγεις;
为何躲避我?
§534ἔτι ναὶ τὰν βοτρυώδη §535Διονύσου χάριν οἴνας, §536ἔτι σοι τοῦ Βρομίου μελήσει.
然而,指着那结满果实、狄奥尼索斯所赐的葡萄美酒,你终究还是要敬畏勃罗弥俄斯。
§537οἵαν οἵαν ὀργὰν §538ἀναφαίνει χθόνιον §539γένος ἐκφύς τε δράκοντός §540ποτε Πενθεύς, ὃν Ἐχίων §541ἐφύτευσε χθόνιος,
彭透斯显露出了何等何等的愤怒啊,他乃是地底出生的巨龙后裔,由地底所生的埃奇翁所生的彭透斯。
§542ἀγριωπὸν τέρας, οὐ φῶ- §543τα βρότειον, φόνιον δʼ ὥσ- §544τε γίγαντʼ ἀντίπαλον θεοῖς·
他是一个野蛮面孔的怪物,不是凡间人类,而是像与神明作对的残暴巨人一般。
§545ὃς ἔμʼ ἐν βρόχοισι τὰν τοῦ §546Βρομίου τάχα ξυνάψει, §547τὸν ἐμὸν δʼ ἐντὸς ἔχει δώ- §548ματος ἤδη θιασώταν §549σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς.
他很快就要用绳索将我—— 勃罗弥俄斯的侍从给捆绑起来,并且已经将我的同信旅伴幽禁在宫殿里,藏在黑暗的牢房之中。
§550ἐσορᾷς τάδʼ, ὦ Διὸς παῖ §551Διόνυσε, σοὺς προφήτας
宙斯之子狄奥尼索斯啊,你看见了吗?
§552ἐν ἁμίλλαισιν ἀνάγκας;
你的代言人们正在屈服在强权的压迫折磨之中?
§553μόλε, χρυσῶπα τινάσσων, §554ἄνα, θύρσον κατʼ Ὄλυμπον, §555φονίου δʼ ἀνδρὸς ὕβριν κατάσχες.
来吧,自奥林波斯降临吧,主啊,挥舞着黄金般灿烂的神杖,压制这凶残男人的傲慢无礼。
§556πόθι Νύσας ἄρα τᾶς θη- §557ροτρόφου θυρσοφορεῖς §558θιάσους, ὦ Διόνυσʼ, ἢ §559κορυφαῖς Κωρυκίαις;
在这孕育野兽的纽萨山的何处,你带着手持神杖的信徒队伍,狄奥尼索斯啊,还是在科律基亚的山巅之上?
§560τάχα δʼ ἐν ταῖς πολυδένδρεσ- §561σιν Ὀλύμπου θαλάμαις, ἔν- §562θα ποτʼ Ὀρφεὺς κιθαρίζων §563σύναγεν δένδρεα μούσαις, §564σύναγεν θῆρας ἀγρώτας.
或许是在奥林波斯那树木葱郁的幽谷之中,在那里,奥尔甫斯曾弹奏着竖琴,用他的歌声把树木聚集,把野兽们也召唤到身边。
§565μάκαρ ὦ Πιερία, §566σέβεταί σʼ Εὔιος, ἥξει §567τε χορεύσων ἅμα βακχεύ- §568μασι, τόν τʼ ὠκυρόαν §569διαβὰς Ἀξιὸν εἱλισ- §570σομένας Μαινάδας ἄξει, §571Λυδίαν πατέρα τε, τὸν §572τᾶς εὐδαιμονίας βροτοῖς §573ὀλβοδόταν, τὸν ἔκλυον
幸福的皮埃里亚啊,欢喜之神敬重你,祂必将带着狂欢的队伍前来起舞,跨过那流速极快的阿克西俄斯河,领着旋转的迈纳德斯们,以及那给凡人赐予富庶幸福的父河——吕迪亚斯河。
§574εὔιππον χώραν ὕδασιν §575καλλίστοισι λιπαίνειν.
我听说,它那极美的泉水润泽着那盛产良马的国度。
§576ἰώ,
噫!
§576aκλύετʼ ἐμᾶς κλύετʼ αὐδᾶς, §577ἰὼ βάκχαι, ἰὼ βάκχαι.
听啊,听我的声音,噫,巴克科斯的信女们,噫,信女们!
§578τίς ὅδε, τίς ὅδε πόθεν ὁ κέλαδος
这是谁,这是谁?
§579ἀνά μʼ ἐκάλεσεν Εὐίου;
这欢喜之神的呼喊是从何处传来,将我召唤?
§580ἰὼ ἰώ, πάλιν αὐδῶ, §581ὁ Σεμέλας, ὁ Διὸς παῖς.
噫,噫,我再次宣告,塞墨勒之子,宙斯之子。
§582ἰὼ ἰὼ δέσποτα δέσποτα,
噫,噫,主啊,主啊!
§583μόλε νυν ἡμέτερον ἐς §584θίασον, ὦ Βρόμιε Βρόμιε.
现在就来到我们的队伍中来吧,勃罗弥俄斯,勃罗弥俄斯!

词汇与语法注释

  1. §491ἀγύμναστος λόγων — 形容词 ἀγύμναστος(未经训练的)带有关联属格 λόγων,表示“在言辞上并非未经训练”,即“言辞敏捷、训练有素”。
  2. §504αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν — 主格现在分词 σωφρονῶν 修饰主句动词 αὐδῶ 的主语(狄奥尼索斯自身),而与格 οὐ σώφροσιν 指代彭透斯等人。代词对格 με 作为不定式 δεῖν 的主语,构成了双重对比结构:“我作为一个理智的人,告诫你们这些不理智的人,不要捆绑我”。
  3. §531θιάσους ἔχουσαν ἐν σοί — 阴性单数宾格分词 ἔχουσαν 修饰省略的第一人称代词(歌队),作为动词 ἀπωθῇ 的宾语。它在此作为伴随状况或让步分词,意为“尽管我在你的境内拥有戴着花冠的信徒队伍,你却要将我推开吗?”

引用这一段

欧里庇得斯, 酒神的伴侣 §482-584. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:482-584

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。