Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §299-383

提瑞西阿斯的规劝与彭透斯的搜捕令

第 4 段,共 15 段 · 希腊语

内容简介

提瑞西阿斯向彭透斯阐明了狄奥尼索斯所拥有的预言和军事力量,劝诫他不要自恃统治权而狂妄。彭透斯大怒,下令捣毁提瑞西阿斯的鸟占台并逮捕那名女性化的异邦人;提瑞西阿斯和卡德摩斯随即动身去侍奉神明,歌队则哀叹彭透斯的不敬。

§299καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει· §300ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς, §301λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
此外,这种狂乱也宿有极大的预言之力;因为当神明大举进入人的身体时,祂会使那些陷入狂热的人说出未来。
§302Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά· §303στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν §304φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
祂也分得了一部分阿瑞斯的力量;因为对于一整支全副武装、列阵以待的军队,甚至在触及长枪之前,恐惧就会让他们惊慌失措。
§305μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα.
这种狂乱也是来自于狄奥尼索斯。
§306ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις §307πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα, §308πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον, §309μέγαν τʼ ἀνʼ Ἑλλάδα.
你还会看见祂在德尔斐的岩石上,手持松明在双峰并峙的高地上跳跃,挥舞并摇动着巴克科斯的枝条,在希腊全境彰显祂的伟大。
ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ· §310μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν, §311μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ, §312φρονεῖν δόκει τι·
但是,彭透斯啊,听我的劝告:不要自夸统治权在人间具有威力,即使你有了某种想法,若那想法是病态的,也别自以为有什么聪明。
τὸν θεὸν δʼ ἐς γῆν δέχου §313καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.
还是把这位神明迎入这片土地,献上奠酒,参与狂欢,在头上戴上花冠吧。
§314οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει §315γυναῖκας ἐς τὴν Κύπριν, ἀλλʼ ἐν τῇ φύσει §317τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν §318οὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
狄奥尼索斯不会强迫妇女们在对待阿佛洛狄忒的事情上保持贞洁;但是在她们的天性中,这是必须去审视的:因为即使在狂欢之中,那本性贞洁的女子,也绝不会堕落。
§319ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις §320πολλοί, τὸ Πενθέως δʼ ὄνομα μεγαλύνῃ πόλις· §321κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.
你看,当许多人站在城门前,城市显扬彭透斯之名的时候,你便感到高兴;我想,祂也同样乐于受到尊崇。
§322ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς, §323κισσῷ τʼ ἐρεψόμεσθα καὶ χορεύσομεν, §324πολιὰ ξυνωρίς, ἀλλʼ ὅμως χορευτέον, §325κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.
因此,我和你所嘲笑的卡德摩斯,将要戴上常春藤冠,并且起舞,我们虽是一对白发老翁,但依然必须舞蹈,我绝不会因听信了你的话而与神明抗争。
§326μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις §327ἄκη λάβοις ἂν οὔτʼ ἄνευ τούτων νοσεῖς.
因为你正处于最痛苦的狂乱之中,你既无法通过药物得到医治,但你的病也不是没有这些药物所致。
§328ὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις, §329τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
歌队:老人家,你的话没有辱没斐波斯,你尊崇勃罗弥俄斯这位伟大的神明,显出了你的明智。
§330ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.
卡德摩斯:孩子,提瑞西阿斯给你提出了很好的劝告。
§331οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων.
与我们同住吧,不要跑到律法之外去。
§332νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
因为你现在正轻浮地飘浮着,自以为聪明却毫无理智。
§333κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς, §334παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς §335ὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν, §336ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.
就算这位神明如你所说并不存在,在你这里也且当祂存在吧;你要巧妙地编造谎言,说祂存在,好让塞墨勒显得生下了一位神明,也让我们整个家族同享这份荣耀。
§337ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον, §338ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο §339διεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαις §340Ἀρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν.
你看看阿克泰翁那悲惨的命运,他自己养大的那些吃生肉的猎犬,将他撕得粉碎,因为他在山林深处吹嘘自己在狩猎上胜过阿耳特弥斯。
§341ὃ μὴ πάθῃς σύ·
愿你不要遭受同样的命运!
δεῦρό σου στέψω κάρα §342κισσῷ· μεθʼ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
到这里来,让我用常春藤冠戴在你的头上;与我们一起,向这位神明献上尊崇吧。
§343οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δʼ ἰών,
彭透斯:把手拿开!
§344μηδʼ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;
去跳你的狂欢舞去,别把你的愚蠢抹到我的身上!
§345τῆς σῆς δʼ ἀνοίας τόνδε τὸν διδάσκαλον §346δίκην μέτειμι.
至于你这愚蠢行径的导师,我必将追讨他的罪责。
στειχέτω τις ὡς τάχος, §347ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖ §348μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν, §349ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ, §350καὶ στέμματʼ ἀνέμοις καὶ θυέλλαισιν μέθες.
来人,快去,到他观测鸟占的座位那里去,用杠杆将它撬起并彻底掀翻,把一切都搅得底朝天,并把他的祭司绶带抛给狂风和暴雨。
§351μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.
因为这样做,我最能刺痛他。
§352οἳ δʼ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε §353τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον §354καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
你们其他人,去城里搜寻,把那个女性化打扮的异邦人找出来,是他把这新奇的疾病带给妇女,并玷污了她们的床榻。
§355κἄνπερ λάβητε, δέσμιον πορεύσατε §356δεῦρʼ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν §357θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.
一旦你们抓到了他,就将他绑起来押送到这里,好让他接受石刑而死,让他尝一尝在忒拜进行这苦涩狂欢的后果。
§358ὦ σχέτλιʼ, ὡς οὐκ οἶσθα ποῦ ποτʼ εἶ λόγων.
提瑞西阿斯:不幸的人啊,你竟然不知道你自己的言论已经到了什么地步。
§359μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.
你现在已经疯了;而在此之前你就已经失去了理智。
§360στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα §361ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου §362ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον §363δρᾶν.
卡德摩斯,我们走吧,让我们去祈求神明,尽管这人如此野蛮,但也为他、并为这城市祈祷,愿神不要降下新的灾祸。
ἀλλʼ ἕπου μοι κισσίνου βάκτρου μέτα, §364πειρῶ δʼ ἀνορθοῦν σῶμʼ ἐμόν, κἀγὼ τὸ σόν·
来吧,拿着常春藤拐杖跟着我,试着支撑我的身体,我也来支撑你的。
§365γέροντε δʼ αἰσχρὸν δύο πεσεῖν· ἴτω δʼ ὅμως, §366τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον.
两个老人跌倒未免太难看,但我们仍必须前行,因为我们必须侍奉宙斯之子巴克科斯。
§367Πενθεὺς δʼ ὅπως μὴ πένθος εἰσοίσει δόμοις §368τοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω, §369τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.
彭透斯可别把悲伤带进你的家门,卡德摩斯啊;我这不是凭预言说的,而是凭事实,因为愚人只会说愚话。
§370Ὁσία πότνα θεῶν, §371Ὁσία δʼ ἃ κατὰ γᾶν §372χρυσέαν πτέρυγα φέρεις, §373τάδε Πενθέως ἀίεις;
歌队:神圣,神明的女皇啊,神圣,在大地上展开你金色羽翼的御方啊,你听到彭透斯的这些话了吗?
§374ἀίεις οὐχ ὁσίαν §375ὕβριν ἐς τὸν Βρόμιον, τὸν §376Σεμέλας, τὸν παρὰ καλλι-
你听到他对勃罗弥俄斯——那塞墨勒的儿子——所发出的、如此不神圣的侮辱了吗?
§377στεφάνοις εὐφροσύναις δαί- §378μονα πρῶτον μακάρων;
在那些头戴美花冠的欢乐宴席上,祂是极乐神明中的第一位。
ὃς τάδʼ ἔχει, §379θιασεύειν τε χοροῖς §380μετά τʼ αὐλοῦ γελάσαι §381ἀποπαῦσαί τε μερίμνας, §382ὁπόταν βότρυος ἔλθῃ §383γάνος ἐν δαιτὶ θεῶν, κισ-
祂所掌管的职责是:通过舞蹈将信众引入狂欢,伴着长笛的声音大笑,并消除忧虑,每当葡萄的光彩呈现在神明的宴席上时……

词汇与语法注释

  1. §300πολύς — 形容词 πολύς(多的、充足的)与主语 ὁ θεός(神)同格,起副词作用,意为“大举地”或“充满地”。它描述了神的力量充分充满并作用于信徒身体的状态。
  2. §327οὔτʼ ἄνευ τούτων νοσεῖς — 意为“你也不是没有这些(药物)而病着的”。这是一种反讽的表达,暗示彭透斯的狂乱既无法用普通的药物(φάρμακα)来医治,其病因本身也不是没有某种超自然或神圣惩罚(药剂/巫术)的干预,从而指明其狂乱超出了人类医术的范畴。
  3. §343οὐ μὴ προσοίσεις χεῖρα — 否定小词 οὐ μή 与将来直说法的动词(προσοίσεις)结合,表示极强烈的禁止(“千万别碰我!”)。紧接着通过连词 δέ(如 βακχεύσεις δʼ ἰών)在强烈的对比中过渡到肯定的命令(“去跳你的狂欢舞”)。
  4. §367ὅπως μὴ πένθος εἰσοίσει — 使用接续词 ὅπως μή 与将来直说法(εἰσοίσει)结合,在独立从句中表示警告或担忧(“小心不要……”)。同时,此句巧妙地利用了主语 Πενθεύς(彭透斯)与他将带来的悲剧 πένθος(悲哀、痛苦)在拼写与读音上的高度相似,体现了欧里庇得斯标志性的双关语手法。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §299-383. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:299-383

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。