Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §213-298

彭透斯的谴责与提瑞西阿斯的辩护

第 3 段,共 15 段 · 希腊语

内容简介

彭透斯归国后,强烈谴责妇女们沉溺于虚假的狂欢祭仪,并对新神狄奥尼索斯及吕底亚异邦人表示愤怒,甚至嘲讽了身着信徒装束的卡德摩斯和提瑞西阿斯。提瑞西阿斯则予以驳斥,捍卫新神的圣性、其带给人类的恩泽,并解释了“缝在宙斯大腿中”这一神话的真实语源。

§213Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.
埃奇翁之子,我将这土地的权力交给了他。
§214ὡς ἐπτόηται·
他是多么激动啊!
τί ποτʼ ἐρεῖ νεώτερον;
他究竟要说出什么惊人的新事呢?
§215ἔκδημος ὢν μὲν τῆσδʼ ἐτύγχανον χθονός, §216κλύω δὲ νεοχμὰ τήνδʼ ἀνὰ πτόλιν κακά, §217γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναι §218πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις §219ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα §220Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς·
彭透斯:我当时正巧在外,不在这个国家,却听说这城里发生了新奇的灾祸,说是我们的妇女们离开了家,投身于虚假的巴克科斯狂欢,并在阴暗的山林中奔跑,用舞蹈尊崇那新神狄奥尼索斯——不管他是谁。
§221πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι §222κρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίαν §223πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν, §224πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους, §225τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου.
还听说在她们的信徒队伍中间,摆放着满满的混酒缸,女人们一个接一个地溜到荒僻之地,委身于男人的床榻,她们借口说是主持祭祀的迈纳德斯,实际上却把阿佛洛狄忒置于巴克科斯之前。
§226ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας §227σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις· §228ὅσαι δʼ ἄπεισιν, ἐξ ὄρους θηράσομαι, §231καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν §232παύσω κακούργου τῆσδε βακχείας τάχα.
至于那些已经被我捕获的,她们双手被缚,正在公立牢房中被仆役们看守着;而那些逃散在外的,我必将从山上把她们搜捕回来,并且用铁网把她们套住,我很快就会制止这种作恶的巴克科斯狂乱。
§233λέγουσι δʼ ὥς τις εἰσελήλυθε ξένος, §234γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός, §235ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην, §236οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων, §237ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται §238τελετὰς προτείνων εὐίους νεάνισιν.
听说来了一个异邦人,是个来自吕底亚土地的法师和术士,留着芳香的金黄色鬈发,眉眼中带着阿佛洛狄忒如美酒般的妖娆,无论白昼黑夜都与年轻女子们混在一起,向她们宣扬狂欢的秘仪。
§239εἰ δʼ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης, §240παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε §241κόμας, τράχηλον σώματος χωρὶς τεμών.
如果我在这屋子里抓到他,我必不让他再挥舞泰尔索斯、抖动他的鬈发,我要把他的头从身子上砍下来。
§242ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν, §243ἐκεῖνος ἐν μηρῷ ποτʼ ἐρράφθαι Διός, §244ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις §245σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.
就是那个家伙,声称狄奥尼索斯是神,声称他曾被缝在宙斯的大腿里,而这孩子其实早与他母亲一起被雷霆烧死,因为她谎称与宙斯结合。
§246ταῦτʼ οὐχὶ δεινῆς ἀγχόνης ἔστʼ ἄξια, §247ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;
这些难道不配处以绞刑,竟做出这等狂妄的侮辱,不管那个异邦人是谁?
§248ἀτὰρ τόδʼ ἄλλο θαῦμα, τὸν τερασκόπον §249ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ §250πατέρα τε μητρὸς τῆς ἐμῆσ—πολὺν γέλων— §251νάρθηκι βακχεύοντʼ·
不过,这里还有另一个奇观,我看见占卜者提瑞西阿斯身披斑斓的鹿皮,还有我母亲的父亲——真是天大的笑话—— 拿着茴香杖狂欢!
ἀναίνομαι, πάτερ, §252τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
我感到羞耻,外祖父啊,看着你们的晚年如此缺乏理性。
§253οὐκ ἀποτινάξεις κισσόν;
难道你不抖落那常春藤?
οὐκ ἐλευθέραν §254θύρσου μεθήσεις χεῖρʼ, ἐμῆς μητρὸς πάτερ;
难道你不让手重获自由、放开那泰尔索斯,我母亲的父亲啊?
§255σὺ ταῦτʼ ἔπεισας, Τειρεσία·
提瑞西阿斯,是你唆使他这么做的。
τόνδʼ αὖ θέλεις §256τὸν δαίμονʼ ἀνθρώποισιν ἐσφέρων νέον §257σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.
你又想引入这个新神给人类,以便观察鸟卜、并从祭火中赚取报酬。
§258εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο, §259καθῆσʼ ἂν ἐν βάκχαισι δέσμιος μέσαις, §260τελετὰς πονηρὰς εἰσάγων·
要不是你那满头白发的老年庇护了你,你早就被绑起来,坐在巴克科斯女信徒中间了,因为你引进了邪恶的秘仪。
γυναιξὶ γὰρ §261ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος, §262οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
对女人来说,一旦在宴席中出现了葡萄美酒的光彩,我便说她们的祭仪再无健全可言。
§263τῆς δυσσεβείας.
歌队:何等不敬!
ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺς §264Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
异邦人啊,难道你不敬畏神明和播下大地所生麦穗的卡德摩斯吗?
§265Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος;
你作为埃奇翁之子,竟玷污了自己的门第?
§266ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς §267καλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν· §268σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις, §269ἐν τοῖς λόγοισι δʼ οὐκ ἔνεισί σοι φρένες.
提瑞西阿斯:当一个智者为他的辩说找到了极好的契机时,要说得漂亮并非难事;你虽有流利如智者的口才,但你的话语中却全无理智。
§270θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρ §271κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
一个凭着胆大妄为而得势且能言善辩的人,若没有理智,便会成为一个恶劣的公民。
§272οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς, §273οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος §274καθʼ Ἑλλάδʼ ἔσται.
至于这位被你嘲笑的新神,我甚至无法尽言他将在希腊各地变得多么伟大。
δύο γάρ, ὦ νεανία, §275τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά— §276γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει· §277αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς· §278ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνος §279βότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατο §280θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς §281λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς, §282ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶν §283δίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων.
因为,年轻人啊,人间有两样最重要的东西:一是德墨忒尔女神—— 她就是大地,你愿意用哪个名字称呼她都行—— 她用干燥的食物哺育凡人;但随后而来的那一位,塞墨勒的儿子,发现了与之抗衡的、葡萄藤的液体饮料,并将它引介给凡人们,这饮料使痛苦的凡人们在饱饮葡萄美酒时,忘却悲伤,带来睡眠,让人忘却日常的灾祸,再没有比这更能疗愈痛苦的良药了。
§284οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς, §285ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν.
祂自己虽是神,却作为奠酒献祭给众神,从而使凡人通过祂而获得种种恩泽。
§286καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς §287μηρῷ;
你还嘲笑祂被缝在宙斯的大腿里吗?
διδάξω σʼ ὡς καλῶς ἔχει τόδε.
让我教导你这传说为何合情合理。
§288ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίου §289Ζεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν, §290Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ· §291Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός.
当宙斯把祂从雷火中夺救出来,将这婴儿之神带上奥林匹斯时,赫拉想要把祂从天上扔下去;宙斯却施展了神明特有的对策。
§292ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένου §293αἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς, §294Διόνυσον Ἥρας νεικέων·
祂撕下一块环绕大地的以太,将其作为人质交出,保护狄奥尼索斯免受赫拉的刁难。
χρόνῳ δέ νιν §295βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός, §296ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς §297Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.
而随着时间推移,凡人们讹传祂被缝在宙斯的大腿里,他们歪曲了词意,因为一个神明曾向赫拉女神充当过人质,从而编造了这个神话。
§298μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
此外,这位神明也是预言者;因为巴克科斯的狂热……

词汇与语法注释

  1. §213ᾧ κράτος δίδωμι γῆς — 动词 δίδωμι(现在时单数第一人称)的主语是刚刚发言的卡德摩斯。指的是他将这片土地的统治权让给了外孙彭透斯。
  2. §217γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναι — 引导自 §216 中 κλύω(我听说)的“对格+不定式”结构(间接引语)。γυναῖκας 是不定式 ἐκλελοιπέναι(以及 §219 中的 θοάζ意为奔跑的 θοάζειν)的逻辑主语。
  3. §245ὅτι Δίους γάμους ἐψεύσατο — ὅτι 从句中动词 ἐψεύσατο 的主语是前一句 σὺν μητρί 中所指的母亲(塞墨勒)。这反映了彭透斯指责她虚构了与宙斯的结合。
  4. §257σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν — 依赖于 §255 中的 θέλεις(你想要),解释提瑞西阿斯引入新神的目的:观察鸟占(πτερωτοὺς)和通过祭火(ἐμπύρων)获取报酬。
  5. §293ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς — 欧里庇得斯在此利用了 ὅμηρος(人质)与 μηρός(大腿)之间的双关语源学解释。宙斯将以太的一部分作为“人质”(ὅμηρον)交给赫拉,以保护狄奥尼索斯,后来凡人误传为缝在宙斯的大腿(μηρός)里。
  6. §296ὅτι θεᾷ θεὸς Ἥρᾳ ποθʼ ὡμήρευσε — 连词 ὅτι 引导原因从句。动词 ὡμήρευσε(充当人质)派生自名词 ὅμηρος(人质)。由于这一动词在发音上与 §295 中的 ῥαφῆναι ἐν μηρῷ(缝在大腿里)相似,因而产生了这个神话误传。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §213-298. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:213-298

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。