Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §101-212

信徒的颂歌与年迈卡德摩斯等人的出发准备

第 2 段,共 15 段 · 希腊语

内容简介

歌队赞美了狄奥尼索斯神秘的诞生和祭仪,随后年迈的提瑞西阿斯和卡德摩斯执手准备一同前往高山参与巴克科斯狂欢。

§101στεφάνωσέν τε δρακόντων §102στεφάνοις, ἔνθεν ἄγραν θη- §103ροτρόφον μαινάδες ἀμφι- §104βάλλονται πλοκάμοις.
他用蛇作冠冕戴在祂头上,因此女信徒们将那滋育野兽的猎物缠绕在她们的发丝上。
§105ὦ Σεμέλας τροφοὶ Θῆ- §106βαι, στεφανοῦσθε κισσῷ· §107βρύετε βρύετε χλοήρει §108μίλακι καλλικάρπῳ §109καὶ καταβακχιοῦσθε δρυὸς §110ἢ ἐλάτας κλάδοισι, §111στικτῶν τʼ ἐνδυτὰ νεβρίδων §112στέφετε λευκοτρίχων πλοκάμων §113μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς §114ὁσιοῦσθʼ·
噢,哺育塞墨勒的忒拜啊,戴上常春藤的冠冕吧;尽情繁茂吧,繁茂于那结满美果、翠绿繁茂的白英之中,并且用橡树或冷杉的枝条使自己陷入狂喜,用白毛编织的羊毛饰带去装饰那斑斓的鹿皮衣;将那放肆的茴香杖圣化。
αὐτίκα γᾶ πᾶσα χορεύσει— §115Βρόμιος ὅστις ἄγῃ θιάσουσ— §116εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει §117θηλυγενὴς ὄχλος §118ἀφʼ ἱστῶν παρὰ κερκίδων τʼ §119οἰστρηθεὶς Διονύσῳ.
随即,整片大地都将起舞—— 无论谁是勃罗缪斯,当他率领信众时—— 向着高山,向着高山,那儿停留着妇女的群体,她们因狄奥尼索斯而发狂,离开了织机和梭子。
§120ὦ θαλάμευμα Κουρ- §121ήτων ζάθεοί τε Κρήτας §122Διογενέτορες ἔναυλοι, §123ἔνθα τρικόρυθες ἄντροις §124βυρσότονον κύκλωμα τόδε §125μοι Κορύβαντες ηὗρον· §126βακχείᾳ δʼ ἀνὰ συντόνῳ §127κέρασαν ἁδυβόᾳ Φρυγίων §128αὐλῶν πνεύματι ματρός τε Ῥέας ἐς §129χέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν· §130παρὰ δὲ μαινόμενοι Σάτυροι §131ματέρος ἐξανύσαντο θεᾶς, §132ἐς δὲ χορεύματα §133συνῆψαν τριετηρίδων, §134αἷς χαίρει Διόνυσος.
噢,库雷特斯人的居所,以及那诞生了宙斯的、神圣的克里特洞穴,在那洞穴中,佩戴三重头盔的考里班特斯人为我发明了这面绷着皮的圆鼓;他们在激烈的巴克科斯狂欢中,将其与弗里吉亚长笛那悦耳的呼吸相结合,交到母亲瑞亚的手中,成为随着巴克科斯女信徒的欢呼而鸣响的节奏;随后,狂乱的萨堤罗斯们从女神母亲那里得到了它,并将其融入三年一度的节日舞蹈中,这是狄奥尼索斯所喜爱的。
§135ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί- §136ων πέσῃ πεδόσε, νε- §138βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων §139αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε- §140νος ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος, §141εὐοἷ.
在山中(信徒)是愉悦的,当他从奔跑的队群中倒在地上,身披神圣的鹿皮衣服,猎取屠宰山羊的鲜血,追寻吃生肉的欢愉,奔向弗里吉亚、吕底亚的山峦,而先导者乃是勃罗缪斯,唷呼!
§142ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν §143νέκταρι.
大地流淌着乳汁,流淌着美酒,流淌着蜜蜂的甘露。
§144Συρίας δʼ ὡς λιβάνου κα- §145πνὸν ὁ Βακχεὺς ἀνέχων §145aπυρσώδη φλόγα πεύκας §146ἐκ νάρθηκος ἀίσσει §147δρόμῳ καὶ χοροῖσιν §148πλανάτας ἐρεθίζων §149ἰαχαῖς τʼ ἀναπάλλων, §150τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων.
宛如叙利亚的乳香烟雾,巴克科斯信徒高举着炽热的松明火焰,从茴香杖中喷射而出,伴着急奔与舞蹈,激荡着流浪的信众,用欢呼声使他们振奋,将柔嫩的发丝抛向空中。
§151ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει· §152Ὦ ἴτε βάκχαι, §153ἴτε βάκχαι, §154Τμώλου χρυσορόου χλιδᾷ §155μέλπετε τὸν Διόνυσον §157βαρυβρόμων ὑπὸ τυμπάνων, §158εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν §159ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε, §160λωτὸς ὅταν εὐκέλαδος §164ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα §165φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ- §166να δʼ ἄρα, πῶλος ὅπως ἅμα ματέρι §169φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.
在欢呼声中,他如此吼道: “前往吧,巴克科斯的女信徒,前往吧,巴克科斯的女信徒,凭着流金之特摩洛斯的荣耀,歌颂狄奥尼索斯,在低沉轰鸣的鼓声中,用欢欣的呼喊荣耀这位欢欣之神,在弗里吉亚的呐喊与歌声中,当那鸣声动听的圣笛奏响神圣的乐章,伴随着奔向高山、奔向高山的女信徒;那时,犹如一匹小马在吃草的母马旁,巴克科斯女信徒以跳跃展动她迅捷的肢体。
§170τίς ἐν πύλαισι;
” 提瑞西阿斯:谁在门口?
Κάδμον ἐκκάλει δόμων, §171Ἀγήνορος παῖδʼ, ὃς πόλιν Σιδωνίαν §172λιπὼν ἐπύργωσʼ ἄστυ Θηβαίων τόδε.
把卡德摩斯从屋里叫出来,阿革诺耳之子,他离开了西顿人的城市,建造了这座忒拜人的城堡。
§173ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι §174ζητεῖ νιν· οἶδε δʼ αὐτὸς ὧν ἥκω πέρι §175ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ, §176θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν §177στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.
来人去通报,就说提瑞西阿斯正在寻找他;他自己知道我为何而来,以及我这老人与比我更老的人所作的约定:那就是扎起泰尔索斯,披上鹿皮,并且用常春藤的嫩芽戴在头上。
§178ὦ φίλταθʼ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων §179σοφὴν σοφοῦ παρʼ ἀνδρός, ἐν δόμοισιν ὤν·
卡德摩斯:噢,最亲爱的朋友,我在这屋里听到了你的声音,那是来自智者的智慧之声!
§180ἥκω δʼ ἕτοιμος τήνδʼ ἔχων σκευὴν θεοῦ· §181δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς §183ὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.
我已经准备就绪,带着神明的这身装束走出来;因为既然他是我女儿所生的孩子,我们就必须在力所能及的范围内,将祂尊为大。
§184ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα §185καὶ κρᾶτα σεῖσαι πολιόν;
我们该去哪里舞蹈,该在哪里驻足,摇动这花白的头颅?
ἐξηγοῦ σύ μοι §186γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.
请指引我,以老人指引老人,提瑞西阿斯,因为你是智慧的。
§187ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέραν §188θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέως §189γέροντες ὄντες.
确实,我夜以继日都不会感到疲倦,用泰尔索斯敲击地面;我们已经欣然忘记了我们是老人。
§189bταὔτʼ ἐμοὶ πάσχεις ἄρα· §190κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.
提瑞西阿斯:那么你与我有同感;因为我也感到年轻,将要参与舞蹈。
§191οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;
卡德摩斯:那我们不坐车去山上吗?
§192ἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.
提瑞西阿斯:但那样的话,神明就不会得到同样的尊重。
§193γέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ.
卡德摩斯:我这个老人,将引导你另一个老人。
§194ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.
提瑞西阿斯:神明会毫不费力地引导我们两个去那儿。
§195μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;
卡德摩斯:城里只有我们两个为巴克科斯舞蹈吗?
§196μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς.
提瑞西阿斯:因为只有我们是清醒的,而其他人都是糊涂的。
§197μακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός.
卡德摩斯:耽搁太久了;来,抓住我的手。
§198ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.
提瑞西阿斯:看,握住并与我的手连在一起。
§199οὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς.
卡德摩斯:我作为一个凡人,绝不敢轻慢神明。
§200οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.
提瑞西阿斯:我们不对神明玩弄聪明。
§201πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳ §202κεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος, §203οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
祖先传下来的传统,以及与时间同等古老的那些记忆,任何论说都无法推翻它们,即便那是经由最杰出的头脑所发现的智慧。
§204ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι, §205μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;
卡德摩斯:会有人说我不顾惜自己的晚年,竟然戴着常春藤去舞蹈吗?
§206οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέον §207εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον, §208ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν §209κοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει.
因为神明并未区分是年轻人还是老年人应当起舞,而是希望从所有人那里获得共同的荣耀,并不愿通过筛选任何人来使自己被尊大。
§210ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς, §211ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
提瑞西阿斯:卡德摩斯,既然你看不见这光芒,我就来作你语言的预言者。
§212Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,
瞧,彭透斯正急匆匆地穿过,朝这边走来,

词汇与语法注释

  1. 135ἡδὺς ἐν ὄρεσιν — ἡδὺς(愉悦的、快乐的)为阳性单数形容词,在此处可理解为“(巴克科斯信徒)在山中是愉悦的”,或指“(狄奥尼索斯)在山中是可亲的”。结合上下文,它生动地描绘了在狂喜中倒地的信徒状态,后接“而先导者乃是勃罗缪斯”。
  2. 202οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος — οὐδεὶς λόγος(任何论说)为主语,接动词καταβαλεῖ(推翻)。πατρίους παραδοχάς(祖先传下来的传统)是直接宾语,并在后文中被代词αὐτά(它们)冗余地重复(指代),以此强调这些传统不可动摇的至高地位。
  3. 209διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει — αὔξεσθαι 是被动或中动不定词,作为θέλει的补足语,意为“被尊大、被高举”。现在分词διαριθμῶν意为“区分、筛选”(指按年龄或地位),与否定宾语οὐδένʼ(没有人)连用,整句意为“神希望自己被尊大,而不对任何人进行筛选”。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §101-212. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:101-212

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。