Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §1221-1303

阿高埃恢复清醒与认清杀子惨剧

第 14 段,共 15 段 · 希腊语

内容简介

卡德摩斯寻回彭透斯的遗体并目睹了狂乱的女儿们。阿高埃得意洋洋地炫耀战利品,却不知那是自己儿子的头颅;在卡德摩斯的引导下,她逐渐清醒,最终认清了自己犯下的可怕罪行。

§1221λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.
将其拾起,它当时正躺在难以搜寻的森林中。
§1222ἤκουσα γάρ του θυγατέρων τολμήματα, §1223ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼς §1224σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα·
因为当我与老泰瑞西阿斯一起、已经走入城墙内的市区时,我从某人那里听说了女儿们——也就是那些狂女们——的狂暴行径。
§1225πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι §1226τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.
于是我再次折返山中,去迎回那被狂女们杀害的孩子。
§1227καὶ τὴν μὲν Ἀκτέωνʼ Ἀρισταίῳ ποτὲ §1228τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θʼ ἅμα §1229ἔτʼ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας, §1230τὴν δʼ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ §1231στείχειν Ἀγαύην, οὐδʼ ἄκραντʼ ἠκούσαμεν· §1232λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.
我看见了曾为阿里斯泰俄斯生下阿克泰翁的奥托诺埃,以及伊诺在一起,她们依然在橡树林周围,处于狂乱之中,十分可怜;而有人告诉我,阿高埃正迈着巴克科斯的步子朝这里走来;我们听到的并非虚言,因为我看见了她,那是一副不幸的景象。
§1233πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι, §1234πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ §1235θνητῶν·
父亲,您大可吹嘘这最伟大的事情:您生下了凡人中远为最优秀的女儿们。
ἁπάσας εἶπον, ἐξόχως δʼ ἐμέ, §1236ἣ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδας §1237ἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.
我说的是所有的女儿,但尤其是指我,我丢下了织机旁的织梭,走向了更伟大的事业,用双手去捕猎野兽。
§1238φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε §1239λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις §1240ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν·
如您所见,我双手抱着这夺得的战利品,好让它们能悬挂在您的府邸上;而您,父亲,请用双手接下它吧。
§1241γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν §1242κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ, §1243μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων.
请为我的猎物感到自豪,召集朋友们来参加宴席吧;因为您是幸福的,幸福的,因为我们成就了如此伟业。
§1244ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν,
喔,这无法估量、令人不忍目睹的哀恸啊!
§1245φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.
这是用可怜的手犯下杀戮之罪的人们的下场。
§1246καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν §1247ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
你居然认为自己是为神明献上了优美的祭品,并为此邀请这些底比斯人和我来参加宴席吗?
§1248οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν· §1249ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν, §1250Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς.
哀哉,首先是你的不幸,其次是我的不幸;身为我们至亲的主宰布罗米俄斯,虽说惩罚得公正,却也太过残酷地毁灭了我们!
§1251ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ §1252ἔν τʼ ὄμμασι σκυθρωπόν.
人的暮年是多么乖戾、眼神又是多么阴郁啊!
εἴθε παῖς ἐμὸς §1253εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις, §1254ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμα §1255θηρῶν ὀριγνῷτʼ·
但愿我的孩子能像他的母亲那样,成为一个擅长狩猎的人,在与底比斯的青年们一起追逐野兽的时候;然而他却只懂得与神作战才是他的能事。
ἀλλὰ θεομαχεῖν μόνον §1256οἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ, §1257σοὐστίν.
父亲,您必须去规劝他。
τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴν §1258καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
有谁能把他召到我的面前,好让他看看我这个幸福的人呢?
§1259φεῦ φεῦ·
哀哉,痛哉!
φρονήσασαι μὲν οἷʼ ἐδράσατε §1260ἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους §1261ἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε, §1262οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν.
一旦你们清醒过来,意识到自己做了什么,你们将承受可怕的痛苦;但如果你们至死都停留在现在所处的这种状态中,虽谈不上幸福,也至少不会觉得自己是不幸的。
§1263τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει;
这其中有什么是不美妙的,又有什么是令人痛苦的呢?
§1264πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες.
首先,把你的目光投向这片天空。
§1265ἰδού·
看呐。
τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν;
您为什么让我看这个呢?
§1266ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
它还和以前一样吗,还是你觉得它有所变化?
§1267λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
比以前更明亮、更清澈了。
§1268τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα;
那么,你灵魂中那股狂乱的兴奋感还在吗?
§1269οὐκ οἶδα τοὔπος τοῦτο.
我听不懂这句话。
γίγνομαι δέ πως §1270ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.
但我不知怎地清醒了过来,改变了之前的神志。
§1271κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς;
那么,你能听清我的话并清晰地回答吗?
§1272ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ.
父亲,我甚至已经把我们刚才说的话全忘了。
§1273ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
你伴随着婚礼的歌声,嫁入了哪一户人家?
§1274Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι.
照大伙的说法,您把嫁给嫁给了那地生人埃奇翁。
§1275τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;
那么,你在家中为你丈夫生下了哪个孩子?
§1276Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
彭透斯,是我和他的父亲结合所生。
§1277τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις;
那么你现在抱在怀里的,是谁的面孔?
§1278λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι.
是一头狮子的,至少那些一起狩猎的妇人是这么说的。
§1279σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
现在仔细看看;看清它并不费事。
§1280ἔα, τί λεύσσω;
啊,我看到了什么?
τί φέρομαι τόδʼ ἐν χεροῖν;
我手里抱着的这是什么?
§1281ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
凝视它,看得更清楚些。
§1282ὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ.
我看到了最深重的痛苦,我这个可怜的人啊。
§1283μῶν σοι λέοντι φαίνεται προσεικέναι;
难道在你看来看,它还像一头狮子吗?
§1284οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαινʼ ἔχω κάρα.
不,我这个可怜的女人手里拿着的是彭透斯的头颅。
§1285ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.
在你认出他之前,他便早已被哀悼了。
§1286τίς ἔκτανέν νιν;
是谁杀了他?
—πῶς ἐμὰς ἦλθεν χέρας;
——他是怎么落到我手里的?
§1287δύστηνʼ ἀλήθειʼ, ὡς ἐν οὐ καιρῷ πάρει.
不幸的真相啊,你出现得多么不合时宜!
§1288λέγʼ, ὡς τὸ μέλλον καρδία πήδημʼ ἔχει.
请告诉我,我的心正为将要听到的真相而剧烈跳动。
§1289σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.
是你杀了他,还有你的姐妹们。
§1290ποῦ δʼ ὤλετʼ;
他是在哪里死去的?
ἦ κατʼ οἶκον; ἢ ποίοις τόποις;
是在家里,还是在什么地方?
§1291οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.
就在以前猎犬们把阿克泰翁撕碎的地方。
§1292τί δʼ ἐς Κιθαιρῶνʼ ἦλθε δυσδαίμων ὅδε;
这个不幸的人,又为什么要到基泰隆山去呢?
§1293ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.
他去那里是为了嘲笑神明,并刺探你们的狂欢仪式。
§1294ἡμεῖς δʼ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;
而我们,又是以什么方式到了那里的?
§1295ἐμάνητε, πᾶσά τʼ ἐξεβακχεύθη πόλις.
你们发了疯,整个城市都被驱使入了狂乱之中。
§1296Διόνυσος ἡμᾶς ὤλεσʼ, ἄρτι μανθάνω.
是狄俄尼索斯毁灭了我们,我现在明白了。
§1297ὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.
是的,因为祂受到了侮辱;因为你们不把祂当作神。
§1298τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;
那我孩子那最亲爱的身体又在哪里,父亲?
§1299ἐγὼ μόλις τόδʼ ἐξερευνήσας φέρω.
我好不容易才搜寻到它,正在运来的路上。
§1300ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;
它的关节都完好地拼合在一起了吗?
§1301Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκʼ ἐμῆς;
至于彭透斯,他又分担了我的几分疯狂呢?
§1302ὑμῖν ἐγένεθʼ ὅμοιος, οὐ σέβων θεόν.
他变得和你们一样,不敬畏神明。
§1303τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,
因此,神将所有人绑在了一个共同的毁灭中,

词汇与语法注释

  1. §1224Βακχῶν πάρα — 意为“从狂女们那里”,修饰1222行的动词 ἤκουσα(听说)。这指明了卡德摩斯得知其女儿们狂暴行径的信息来源。
  2. §1245ἐξειργασμένων — 完美式中动被动分词女性复数属格形式。作为主体属格或限定属格修饰感叹句 ὦ πένθος ...(“那些……之人的(哀恸)”),指代用可怜的手犯下杀戮之罪的女儿们。
  3. §1262οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν — 包含双重否定(οὐκ... οὐχί)的表达。依赖于 δόξετε(你们将显得),意为“虽然并不幸福(οὐκ εὐτυχοῦσαι),但也不至于显得不幸(οὐχὶ δυστυχεῖν)”。这描绘了一种讽刺的悲剧状态:若一直处于疯狂中,便不会意识到自身的痛苦。
  4. §1285πρόσθεν ἢ σὲ γνωρίσαι — 连词 πρόσθεν ἤ(在……之前)接不定词 γνωρίσαι(认出),并以宾格 σέ 作为不定词的逻辑主语。这是一个时间状语结构,意为“在你认出他之前”。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §1221-1303. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:1221-1303

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。