Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §1304-1392

狄俄尼索斯的判决与家族的流亡

第 15 段,共 15 段 · 希腊语

内容简介

卡德摩斯与阿高埃痛定思痛,对彭透斯的惨死以及王室家族面临的悲惨命运展开了哀悼。随后降临的狄俄尼索斯宣布了流放与变身为蛇等神圣惩罚,众人在悲痛中诀别,最后以歌队叹息神意难测的歌声收尾。

§1304ὑμᾶς τε τόνδε θʼ, ὥστε διολέσαι δόμους §1305κἄμʼ, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς §1306τῆς σῆς τόδʼ ἔρνος, ὦ τάλαινα, νηδύος §1307αἴσχιστα καὶ κάκιστα κατθανόνθʼ ὁρῶ,
也包括你们和这孩子,以至于毁灭了家园,还有我,身为一个没有男嗣的人,却看着你腹中所生的这株若枝,可怜的女儿啊,正以最耻辱、最悲惨的方式死去。
§1308ᾧ δῶμʼ ἀνέβλεφʼ—ὃς συνεῖχες, ὦ τέκνον, §1309τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,
我们的家曾仰望着他——孩子啊,是你支撑着我的宫殿,从我的女儿所生。
§1310πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ §1311οὐδεὶς ὑβρίζειν ἤθελʼ εἰσορῶν τὸ σὸν §1312κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.
你曾是城邦的畏惧之源;至于这个老人,看着你的容颜,没有人想要去侮辱他,因为你总会让他们得到应有的惩罚。
§1313νῦν δʼ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι §1314ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος §1315ἔσπειρα κἀξήμησα κάλλιστον θέρος.
但如今,我将无光地被逐出家门,伟大的卡德摩斯,我播种了底比斯人的种族,并收获了这最美丽的庄稼。
§1316ὦ φίλτατʼ ἀνδρῶν—καὶ γὰρ οὐκέτʼ ὢν ὅμως §1317τῶν φιλτάτων ἔμοιγʼ ἀριθμήσῃ, τέκνον— §1318οὐκέτι γενείου τοῦδε θιγγάνων χερί, §1319τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον, §1320λέγων· Τίς ἀδικεῖ, τίς σʼ ἀτιμάζει, γέρον;
喔,最亲爱的人——因为即使你已不复存在,但依然在我心中,你仍被列入最亲爱的人中,孩子—— 你不再会用手抚摸我这白发长须,孩子啊,你也不会再拥抱你母亲的父亲,嘴里喊着:“谁在欺侮您,谁在蔑视您,老人?
§1321τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;
谁在使你烦恼,从而扰乱你的心?
§1322λέγʼ, ὡς κολάζω τὸν ἀδικοῦντά σʼ, ὦ πάτερ.
告诉我,父亲,好让我去惩罚那伤害您的人。
§1323νῦν δʼ ἄθλιος μέν εἰμʼ ἐγώ, τλήμων δὲ σύ.
” 如今,我何其悲惨,而你何其不幸。
§1324οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.
你的母亲何其可怜,你的姐妹们何其不幸。
§1325εἰ δʼ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ, §1326ἐς τοῦδʼ ἀθρήσας θάνατον ἡγείσθω θεούς.
若有人蔑视神明,看到此人的死,便应当敬畏神明。
§1327τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δʼ ἔχει δίκην §1328παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.
歌队:卡德摩斯啊,我为你的遭遇感到痛心;你的外孙虽然得到了应有的惩罚,但对你而言却极度痛苦。
§1329ὦ πάτερ, ὁρᾷς γὰρ τἄμʼ ὅσῳ μετεστράφη §1330δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ §1331ἐκθηριωθεῖσʼ ὄφεος ἀλλάξει τύπον, §1332ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
阿高埃:父亲啊,因为您看到,我的境遇发生了多么巨大的逆转…… 狄俄尼索斯:你将改变形态,变成大蛇;而你的妻子也会野兽化,换成蛇的模样,那便是身为凡人的你曾娶为妻的阿雷斯之女哈耳摩尼亚。
§1333ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός, §1334ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος.
正如宙斯的神谕所说,你将驾着牛车,偕同你的妻子,去统领蛮族。
§1335πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι §1336πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον §1337διαρπάσωσι, νόστον ἄθλιον πάλιν §1338σχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεται §1339μακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον.
你将率领无数的军队,毁灭许多城市;当他们掠夺了洛克西阿斯的神谕所时,他们将度过悲惨的归途;但阿雷斯会拯救你和哈耳摩尼亚,并在极乐之境安置你们的生命。
§1340ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω §1341Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν §1342ἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον §1343εὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι.
这些话并非出自凡人父亲之口,而是宙斯之子狄俄尼索斯;如果你们在当时不想顺从的时候,懂得克制,那么你们本可以拥立宙斯的后裔为盟友,从而享受福祉。
§1344Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν.
阿高埃/卡德摩斯:狄俄尼索斯啊,我们哀求您,我们犯了罪。
§1345ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.
狄俄尼索斯:你们认识我们太晚了,在应该认识的时候,你们却一无所知。
§1346ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν.
阿高埃/卡德摩斯:我们已知晓了这些;但您的惩罚未免太过。
§1347καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.
狄俄尼索斯:因为我本是神,却受到了你们的侮辱。
§1348ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.
阿高埃/卡德摩斯:神明的怒火不应当等同于凡人。
§1349πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.
狄俄尼索斯:很久以前,我的父亲宙斯便已首肯了这一切。
§1350αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.
阿高埃:哀哉,老人啊,惨痛的流放已经决定了。
§1351τί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει;
狄俄尼索斯:那么,你们为什么还要拖延这不可避免的事呢?
§1352ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν §1353πάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί, §1354ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαι §1355γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον §1356ἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
卡德摩斯:喔,孩子,我们陷入了多么可怕的灾祸,所有人,包括你这可怜的人,和你的姐妹们,还有我这悲惨的人;我将步入蛮荒之地,做一个老迈的异乡人;此外,神谕还命我带领混杂的蛮族军队进攻希腊。
§1357καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν, §1358δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν §1359ἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς, §1360ἡγούμενος λόγχαισιν·
而阿雷斯的女儿哈耳摩尼亚,我的妻子,变成大蛇、拥有雌蛇野性的我,将要把她带到希腊人的祭坛和墓前,用长矛开路。
οὐδὲ παύσομαι §1361κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην §1362Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.
而我这悲惨的人,无法解脱痛苦,即使乘船渡过奔流之下的阿刻戎河,也无法得到安宁。
§1363ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.
阿高埃:父亲啊,我将被剥夺了您的陪伴,流亡他乡。
§1364τί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ, §1365ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;
卡德摩斯:为什么用你的双手抱住我,可怜的孩子,就像一只白羽的天鹅,庇护着无力的雄蜂一般?
§1366ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;
阿高埃:被驱逐出祖国,我该何去何从?
§1367οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.
卡德摩斯:我不知道,孩子,父亲只是个微不足道的帮手。
§1368χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρία §1369πόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳ §1370φυγὰς ἐκ θαλάμων.
阿高埃:再见,我的宫殿;再见,祖国的城邦;我带着不幸离开你,成为一个离开闺房的流亡者。
§1371στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου §1372στένομαί σε, πάτερ.
卡德摩斯:走吧,孩子,去阿里斯泰俄斯的…… 阿高埃:父亲,我为您哀悼。
§1372bκἀγὼ σέ, τέκνον, §1373καὶ σὰς ἐδάκρυσα κασιγνήτας.
卡德摩斯:我也为你,孩子,并且也为你的姐妹们流泪。
§1374δεινῶς γὰρ τάνδʼ αἰκείαν §1375Διόνυσος ἄναξ τοὺς σοὺς εἰς §1376οἴκους ἔφερεν.
阿高埃:因为这可怕的耻辱,主宰狄俄尼索斯带进了你的府邸。
§1377καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν, §1378ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις.
狄俄尼索斯:因为我从你们那里遭受了可怕的对待,在底比斯,我的名声毫无敬意。
§1379χαῖρε, πάτερ, μοι.
阿高埃:祝您安好,我的父亲。
§1379bχαῖρʼ, ὦ μελέα §1380θύγατερ.
卡德摩斯:祝你安好,可怜的女儿。
χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις.
但你将很难走到这一步(获得福祉)。
§1381ἄγετʼ, ὦ πομποί, με κασιγνήτας §1382ἵνα συμφυγάδας ληψόμεθʼ οἰκτράς.
阿高埃:带走我吧,向导们,去和我的姐妹们相聚,这样我们就能一同分担这可怜的亡命生涯。
§1383ἔλθοιμι δʼ ὅπου §1384μήτε Κιθαιρὼν ἔμʼ ἴδοι μιαρὸς §1385μήτε Κιθαιρῶνʼ ὄσσοισιν ἐγώ, §1386μήθʼ ὅθι θύρσου μνῆμʼ ἀνάκειται· §1387Βάκχαις δʼ ἄλλαισι μέλοιεν.
愿我能走到一个地方,那里既没有肮脏的基泰隆山看着我,我也无需亲眼看见基泰隆山,也没有任何地方供奉着神杖的遗迹;就让这些去成为其他狂女们关心的事吧。
§1388πολλαὶ μορφαὶ τῶν δαιμονίων, §1389πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί· §1390καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη, §1391τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.
歌队:神明的形式多姿多彩,神明常以出人意料的方式成就许多事;人们所期待的事并未实现,而对于意料之外的事,神明总会找到出路。
§1392τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.
这件事情便这样结束了。

词汇与语法注释

  1. 1304ὥστε διολέσαι — 指示结果的连词 ὥστε 搭配不定式。紧密承接前一行(第1303行)“神将所有人绑在了一个共同的毁灭(βλάβην)中”,用于描述这一举动的具体而毁灭性的后果。
  2. 1308ᾧ δῶμʼ ἀνέβλεφʼ — 关系代词 ᾧ(阳性单数与格)受动词 ἀνέβλεπεν(仰望)支配。此处并非指物理上的抬头看,而是比喻家族和城邦对彭透斯抱有“寄予厚望、以此为靠山而仰仗”的含义。
  3. 1341-1343εἰ δὲ σωφρονεῖν ἔγνωθʼ... εὐδαιμονεῖτʼ ἂν — 与过去事实相反的虚拟条件句(反事实条件句)。条件从句(εἰ 搭配直陈式过去时 ἔγνωτε)对应主句(直陈式过去时 εὐδαιμονεῖτε 搭配 ἄν),强调了“如果你们在当时懂得保持理智,你们本该是幸福的(而实际上并非如此)”这一痛惜与指责之意。
  4. 1348ὀργὰς... ὁμοιοῦσθαι — 无人称动词 πρέπει(应该、合适)后接带物主格(θεούς)的“对格+不定式”结构(ὁμοιοῦσθαι)。复数对格 ὀργάς(怒火)可被解释为关系对格(“在愤怒方面”),或中动/被动不定式的宾语/对象(“使神明的怒火等同于凡人”)。
  5. 1380ἂν ἥκοις — 搭配 ἄν 的希求语气,表示潜在可能性或温和的预测。面对阿高埃的告别语(“祝您安好”),卡德摩斯以此表示悲观的展望,即“你很难达到那种(安好的)状态”。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §1304-1392. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:1304-1392

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。