Humanitext Reader

欧里庇得斯 · 酒神的伴侣 §1-100

狄奥尼索斯抵达忒拜与信女合唱

第 1 段,共 15 段 · 希腊语

内容简介

狄奥尼索斯化身凡人抵达忒拜,讲述因姨母们否认其神性而惩罚使城中妇女发狂,随后由来自亚洲的女信徒组成的歌队歌颂他的诞生与神圣仪式。

§1ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα
我,宙斯之子,来到了这片忒拜人的土地。
§2Διόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρη §3Σεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί·
我是狄奥尼索斯,昔日卡德摩斯之女塞墨勒在携带闪电之火的接生中将我产下。
§4μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίαν §5πάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ.
我将身形从神改变为凡人,来到狄耳刻的泉流与伊斯墨诺斯的水源。
§6ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας §7τόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια §8τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα, §9ἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν.
我看到我那被雷击的母亲的墓碑就在这宫殿附近,还有那房屋的残骸,在宙斯之火那依然活生生的火焰中闷烧着,这是赫拉对我母亲永恒的侮辱之印。
§10αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε §11τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν §12πέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ.
我赞美卡德摩斯,他使这片土地成为禁地,作为他女儿的圣所;而我在这圣所周围用结满葡萄的绿叶将它遮盖。
§13λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας §14Φρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκας §15Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα §16Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα §17Ἀσίαν τε πᾶσαν, ἣ παρʼ ἁλμυρὰν ἅλα §18κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θʼ ὁμοῦ §19πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις, §20ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν, §21τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς §22τελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς.
离开吕底亚人那富庶黄金的平野与弗里吉亚人的平野,还有波斯人那日光直射的台地,以及巴克特里亚的城墙,和米底亚那严寒的土地,在经过了富饶的阿拉伯和整个亚洲(它沿着咸咸的海水延伸,其间希腊人与蛮族混居,满是高塔耸立的美丽城市)之后,我首先来到了这个希腊人的城市,在那里使人们起舞,并确立了我的仪式,为了让我在凡人面前显现为神。
§23πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος §24ἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸς §25θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·
在这片希腊土地中,我首先在忒拜唤起狂欢的呼喊,让人们身披鹿皮,并将泰尔索斯(常春藤之矛)交在她们手中。
§26ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν, §27Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός, §28Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος §29ἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους, §30Κάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖν §31Ζῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο.
因为我母亲的姊妹们(她们最不该如此)竟声称狄奥尼索斯并非生自宙斯,而是塞墨勒嫁给某个凡人之后,将她床笫之欢的过错归咎于宙斯—— 她们说这是卡德摩斯的诡计,并因此自吹自擂,说宙斯杀死了她,因为她谎报了婚姻。
§32τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησʼ ἐγὼ §33μανίαις, ὄρος δʼ οἰκοῦσι παράκοποι φρενῶν· §34σκευήν τʼ ἔχειν ἠνάγκασʼ ὀργίων ἐμῶν, §35καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι §36γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·
因此,我亲自用狂乱将她们从家中赶走,她们神智失常地居住在山上;我强迫她们穿上我祭仪的装束,并且卡德摩斯家族的所有女性后代,凡是妇女,我都使她们发狂并赶出家门。
§37ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι §38χλωραῖς ὑπʼ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.
她们与卡德摩斯的女儿们混在一起,坐在无顶的岩石上,在苍翠的冷杉树下。
§39δεῖ γὰρ πόλιν τήνδʼ ἐκμαθεῖν, κεἰ μὴ θέλει, §40ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων, §41Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μʼ ὕπερ §42φανέντα θνητοῖς δαίμονʼ ὃν τίκτει Διί.
因为这个城市必须彻底了解,即使它不愿意,它是未曾领受我的巴克科斯仪式的,而我必须为我的母亲塞墨勒辩护,向凡人显现为她为宙斯所生的神。
§43Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα §44Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι, §45ὃς θεομαχεῖ τὰ κατʼ ἐμὲ καὶ σπονδῶν ἄπο §46ὠθεῖ μʼ, ἐν εὐχαῖς τʼ οὐδαμοῦ μνείαν ἔχει.
卡德摩斯确实将他的荣耀和王权传给了他女儿所生的彭透斯,彭透斯在关于我的事上与神对抗,将我排斥在祭酒之外,在祈祷中也绝不提及我的名字。
§47ὧν οὕνεκʼ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι §48πᾶσίν τε Θηβαίοισιν.
因此,我将向他和所有忒拜人证明我是神。
ἐς δʼ ἄλλην χθόνα, §49τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα, §50δεικνὺς ἐμαυτόν·
然后,向着另一片土地,在将这里的事物安顿妥当之后,我将移步,展现我自己。
ἢν δὲ Θηβαίων πόλις §51ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν §52ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.
但如果忒拜人的城市企图带着愤怒和武器从山上带回巴克科斯的女信徒,我将率领迈纳德斯与之交战。
§53ὧν οὕνεκʼ εἶδος θνητὸν ἀλλάξας ἔχω §54μορφήν τʼ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.
为此,我改变为凡人的外貌,并将我的形状转变为男子的本性。
§55ἀλλʼ, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας, §56θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων §57ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί, §58αἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶν §59τύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματα, §60βασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδε §61κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.
但是,噢,离开吕底亚壁垒特摩洛斯的我的信众,妇女们,我从蛮族之地将你们带来作为我的助手和同伴,举起弗里吉亚城市中本地的鼓,那是母亲瑞亚和我的发明,来到彭透斯的这片王宫周围,敲击它们,让卡德摩斯的城市看到。
§62ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς §63ἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν.
我将前往基泰戎的谷地,那里有巴克科斯的女信徒,我将参与她们的舞蹈。
§64Ἀσίας ἀπὸ γᾶς §65ἱερὸν Τμῶλον ἀμείψασα θοάζω §66Βρομίῳ πόνον ἡδὺν §66aκάματόν τʼ εὐκάματον, Βάκ- §67χιον εὐαζομένα.
自亚洲之地离开神圣的特摩洛斯,我急忙前行,为勃罗缪斯承担甜蜜的劳作,那不知疲倦的劳碌,大声呼喊颂扬巴克科斯。
§68τίς ὁδῷ τίς ὁδῷ;
谁在路上? 谁在路上?
τίς;
谁?
§69μελάθροις ἔκτοπος ἔστω, στόμα τʼ εὔφη- §70μον ἅπας ἐξοσιούσθω· §71τὰ νομισθέντα γὰρ αἰεὶ §72Διόνυσον ὑμνήσω.
让他们退离殿堂,让所有人保持神圣的静默;因为按照永恒的习俗,我将歌颂狄奥尼索斯。
§73§73aμάκαρ, ὅστις εὐδαίμων §74τελετὰς θεῶν εἰδὼς §74aβιοτὰν ἁγιστεύει καὶ §75θιασεύεται ψυχὰν §76ἐν ὄρεσσι βακχεύων §77ὁσίοις καθαρμοῖσιν, §78τά τε ματρὸς μεγάλας ὄρ- §79για Κυβέλας θεμιτεύων, §80ἀνὰ θύρσον τε τινάσσων, §81κισσῷ τε στεφανωθεὶς §82Διόνυσον θεραπεύει.
噢幸福的人啊,那快乐的,知晓众神仪式的,将生命奉为神圣,且在灵魂中加入信徒行列,在山中以圣洁的净化来举行巴克科斯祭仪的,并执掌伟大的母亲库柏勒的仪式的,挥舞泰尔索斯,戴上常春藤花冠,事奉狄奥尼索斯的人。
§83ἴτε βάκχαι, ἴτε βάκχαι, §84Βρόμιον παῖδα θεὸν θεοῦ §85Διόνυσον κατάγουσαι §86Φρυγίων ἐξ ὀρέων Ἑλ- §87λάδος εἰς εὐρυχόρους ἀ- §87aγυιάς, τὸν Βρόμιον·
前进,巴克科斯的女信徒,前进,巴克科斯的女信徒,迎回勃罗缪斯,那神之子的神,狄奥尼索斯,从弗里吉亚的山峦迎回到希腊那宽阔的街道,勃罗缪斯!
§88ὅν §88aποτʼ ἔχουσʼ ἐν ὠδίνων §89λοχίαις ἀνάγκαισι §90πταμένας Διὸς βροντᾶς νη- §91δύος ἔκβολον μάτηρ §92ἔτεκεν, λιποῦσʼ αἰῶ- §93να κεραυνίῳ πληγᾷ·
他曾由母亲在难产的痛苦阵痛中怀胎,在宙斯飞舞的雷电中,被母亲从子宫里产下并抛出,母亲也因霹雳的击打而丧命。
§94λοχίοις δʼ αὐτίκα νιν δέ- §95ξατο θαλάμαις Κρονίδας Ζεύς, §96κατὰ μηρῷ δὲ καλύψας §97χρυσέαισιν συνερείδει §98περόναις κρυπτὸν ἀφʼ Ἥρας.
但克罗诺斯之子宙斯立即在产房中接纳了他,将他缝在自己的大腿内掩盖,用黄金的别针扣住,瞒过赫拉。
§99ἔτεκεν δʼ, ἁνίκα Μοῖραι §100τέλεσαν, ταυρόκερων θεὸν
后来,当命运女神们让时间圆满,他产下了这位牛角的神。

词汇与语法注释

  1. §4μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίαν — ἐκ θεοῦ(从神)意为“从神的形态”,与后面的 βροτησίαν(凡人的)形成对比。主动分词 ἀμείψας(改变)为主格,与主句主语狄奥尼索斯一致。
  2. §26ἃς ἥκιστα χρῆν — χρῆν(本应该)是无人称动词 χρῆ 的未完成过去时,此处省略了不定式。ἥκιστα(最不)作副词用,表示强烈的否定。
  3. §30Κάδμου σοφίσμαθʼ — Κάδμου σοφίσμαθʼ(卡德摩斯的诡计)是对前文学说(即“塞墨勒与凡人结合却将过错归于宙斯”)的同格说明。
  4. §40ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων — 形容词 ἀτέλεστον(未入门的、未传授的)支配属格 τῶν ἐμῶν βακχευμάτων(我的巴克科斯祭仪),表示该城在祭仪上尚未获得传授。
  5. §45τὰ κατʼ ἐμὲ — 介词短语 τὰ κα特ʼ ἐμὲ(关于我的事)作为关系宾格,修饰动词 θεομαχεῖ(与神抗争),表示“在与我有关的事上与神抗争”。
  6. §91νηδύος ἔκβολον — 属格 νηδύος(自子宫)修饰名词 ἔκβολον(被抛出者),表示来源或分离。

引用这一段

欧里庇得斯, 酒神的伴侣 §1-100. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:1-100

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。