Humanitext Reader

欧里庇得斯 · 俄瑞斯忒斯 §821-911

使者汇报公民大会判处死刑

第 11 段,共 20 段 · 希腊语

内容简介

歌队歌唱着俄瑞斯忒斯的狂乱与弑母的恐怖,此时使者来到 Electra 面前。使者报告称公民大会已判处俄瑞斯忒斯与 Electra 死刑,并向她描述了会上的辩论情况。

§821χρόα μελάνδετον δὲ φόνῳ §822ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι· §823τὸ δʼ εὖ κακουργεῖν ἀσέβεια ποικίλα §824κακοφρόνων τʼ ἀνδρῶν παράνοια.
并将那因杀戮而染黑的剑刃,展示在太阳的光芒下;把恶事做得巧妙,是复杂的冒犯神明,也是心术不正者的狂妄。
§825θανάτου γὰρ ἀμφὶ φόβῳ §826Τυνδαρὶς ἰάχησε τάλαι- §827να· Τέκνον, οὐ τολμᾷς ὅσια §828κτείνων σὰν ματέρα· μὴ πατρῴ- §829αν τιμῶν χάριν ἐξανά- §830ψῃ δύσκλειαν ἐς αἰεί.
在死亡的恐惧中,可怜的廷达瑞俄斯之女大声呼喊:“我的孩子,你杀死自己的母亲,这不是神圣的行为;不要为了报答父亲的恩情,而让自己永远背负恶名。
§831τίς νόσος ἢ τίνα δάκρυα καὶ §832τίς ἔλεος μείζων κατὰ γᾶν §833ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;
” 在这大地上,还有什么疾病、什么眼泪,或者什么同情,能比亲手染上弑母之血更为深重?
§834οἷον ἔργον τελέσας §835βεβάκχευται μανίαις, §836Εὐμενίσι θήραμα, φόνον §837δρομάσι δινεύων βλεφάροις, §838Ἀγαμεμνόνιος παῖς.
在完成了怎样的恶行之后,他竟陷入狂乱之中,成为复仇女神的猎物,在惊恐转动的眼珠里闪烁着杀戮,阿伽门农的儿子。
§839ὦ μέλεος, ματρὸς ὅτε §840χρυσεοπηνήτων φαρέων §841μαστὸν ὑπερτέλλοντʼ ἐσιδὼν §842σφάγιον ἔθετο ματέρα, πατρῴ- §843ων παθέων ἀμοιβάν.
噢,可怜的人,当他看着母亲那从金线织就的衣衫中露出的乳房,却依然将母亲作为牺牲宰杀,以此来报复父亲所受的苦难。
§844γυναῖκες, ἦ που τῶνδʼ ἀφώρμηται δόμων §845τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς;
妇人们,难道可怜的俄瑞斯忒斯真的在神明降下的狂乱折磨下,冲出了这座府邸吗?
§846ἥκιστα· πρὸς δʼ Ἀργεῖον οἴχεται λεών, §847ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι §848δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών.
绝非如此;他是去了阿耳戈斯人民那里,去面临那场事关生死的审判,而那审判将决定你们的生死。
§849οἴμοι·
天哪!
τί χρῆμʼ ἔδρασε;
他做了什么?
τίς δʼ ἔπεισέ νιν;
又是谁说服了他?
§850Πυλάδης· ἔοικε δʼ οὐ μακρὰν ὅδʼ ἄγγελος §851λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.
是皮拉得斯;而且,看这走来的使者,似乎马上就要告诉我们关于你兄弟在那边的情况。
§852ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου §853Ἀγαμέμνονος παῖ, πότνιʼ Ἠλέκτρα, λόγους §854ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.
噢,可怜的、不幸的统帅阿伽门农之女,尊贵 Electra 啊,请听我为你带来的不幸消息。
§855αἰαῖ, διοιχόμεσθα·
唉,我们完了!
δῆλος εἶ λόγῳ.
你的神情已经显露了一切。
§856κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
因为你来此,显而易见是做灾祸的使者。
§857ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν §858καὶ σέ, ὦ τάλαινʼ, ἔδοξε τῇδʼ ἐν ἡμέρᾳ.
由于佩拉斯戈斯人的投票,今天已经决定,你的兄弟和你,可怜的人,都必须死。
§859οἴμοι·
天哪!
προσῆλθεν ἐλπίς, ἣν φοβουμένη §860πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.
我所恐惧的、久已在对未来的痛哭中消磨自身的预感,终于来到了。
§861ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι §862καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;
然而,究竟是怎样的审判,阿耳戈斯人中又进行了怎样的辩论,击败了我们并确定了我们的死罪?
§863λέγʼ, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ §864ἢ διὰ σιδήρου πνεῦμʼ ἀπορρῆξαί με δεῖ, §865κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;
老人啊,请告诉我,我既然与兄弟同甘共苦,如今是要死于乱石之下,还是被钢刃断气?
§866ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω §867βαίνων, πυθέσθαι δεόμενος τά τʼ ἀμφὶ σοῦ §868τά τʼ ἀμφʼ Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶ §869ἀεί ποτʼ εἶχον, καί μʼ ἔφερβε σὸς δόμος §870πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.
我正巧从田间走入城门内,想要打听你和俄瑞斯忒斯的消息;因为我一向对你的父亲怀有忠诚,而你的家族养活了我,我虽贫穷,但对朋友却十分仗义。
§871ὁρῶ δʼ ὄχλον στείχοντα καὶ θάσσοντʼ ἄκραν, §872οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας §873διδόντʼ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
我看见人群正走向山丘的高处并坐下,据说当年达那俄斯因与埃基普托斯起纠纷,首次召集人民在公共席位集会,就是在这个地方。
§874ἀστῶν δὲ δή τινʼ ἠρόμην ἄθροισμʼ ἰδών· §875Τί καινὸν Ἄργει;
看到这群集,我便向一位市民问道: “阿耳戈斯有什么新鲜事?
μῶν τι πολεμίων πάρα §876ἄγγελμʼ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;
难道是来自敌人的某种消息,让这达那俄斯子孙的城市惶恐不安?
§877ὃ δʼ εἶπʼ· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας §878στείχοντʼ, ἀγῶνα θανάσιμον δραμούμενον;
” 他回答说:“难道你没看见那个俄瑞斯忒斯就在近旁走着,他将要为他的生命进行一场致命的竞逐吗?
§879ὁρῶ δʼ ἄελπτον φάσμʼ, ὃ μήποτʼ ὤφελον, §880Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθʼ ὁμοῦ, §881τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ, §882τὸν δʼ ὥστʼ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον, §883νόσημα κηδεύοντα παιδαγωγίᾳ.
” 而我看到了一个意想不到、巴不得从未见过的景象:皮拉得斯与你的兄弟并肩走着,一人因疾病而面容沮丧、身体虚弱,另一人则像兄弟一般为朋友悲伤,像塾师一样悉心照料着病躯。
§884ἐπεὶ δὲ πλήρης ἐγένετʼ Ἀργείων ὄχλος, §885κῆρυξ ἀναστὰς εἶπε· Τίς χρῄζει λέγειν, §886πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών, §887μητροκτονοῦντα;
当阿耳戈斯人的群众聚满之后,传令官站起来说:“有谁愿意发言,阐明因弑母而获罪的俄瑞斯忒斯是否应当判处死刑?
κἀπὶ τῷδʼ ἀνίσταται §888Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας.
”接着,曾与你父亲共同毁灭弗里吉亚人的塔尔提比俄斯站了出来。
§889ἔλεξε δʼ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί, §890διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος, §891σὸν δʼ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς §892λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους §893ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δʼ ὄμμʼ ἀεὶ §894φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.
他说话一向屈从于当权者,因而满口两面之词,一边对你的父亲推崇备至,一边却不赞许你的兄弟,玩弄一些好听却险恶的辞藻,指责他对父母确立了不妥的规矩;而他的目光总是谄媚地投向埃基斯托斯的朋友们。
§895τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ §896πηδῶσʼ ἀεὶ κήρυκες· ὅδε δʼ αὐτοῖς φίλος, §897ὃς ἂν δύνηται πόλεος ἔν τʼ ἀρχαῖσιν ᾖ.
因为这类人向来如此:传令官们总是趋附得势之人,谁有权势、谁在城中担任官职,谁就是他们的朋友。
§898ἐπὶ τῷδε δʼ ἠγόρευε Διομήδης ἄναξ.
在此之后,狄奥墨得斯国王发表了讲话。
§899οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον §900εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν.
他不赞成处死你或你的兄弟,而是主张以流放进行惩罚,以此维持虔敬。
§901ἐπερρόθησαν δʼ οἳ μὲν ὡς καλῶς λέγοι, §902οἳ δʼ οὐκ ἐπῄνουν.
有人赞许地高呼他讲得好,也有人不表赞同。
κἀπὶ τῷδʼ ἀνίσταται §903ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει, §904Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος, §905θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ, §906πιθανὸς ἔτʼ αὐτοὺς περιβαλεῖν κακῷ τινι·
接着,一个口无遮拦、凭仗着厚颜而得势的男人站了出来,他是阿耳戈斯人,却又不是真正的阿耳戈斯人,而是被迫塞进来的,他依仗着喧嚣和无知的放言,却极具说服力,足以将众人拖入某种灾祸之中。

词汇与语法注释

  1. 821χρόα μελάνδετον — 形容词 μελάνδετος(“黑带缠绕的”或“变黑的”)可能修饰因血渍而变黑的剑身,与前文“割裂亲人”呼应,在视觉上强调了弑母行为的罪恶与恐怖。
  2. 859προσῆλθεν ἐλπίς — 此处的 ἐλπίς, 并非指积极的“希望”,而是指“预料中的事(尤指恶兆、忧虑)”。它表明 Electra 所惧怕的厄运终于变为了现实。
  3. 904Argos — “是阿耳戈斯人却又不是阿耳戈斯人”(Ἀργεῖος οὐκ Ἀργεῖος)这一矛盾修辞,是一种政治修辞手法,旨在谴责后来的煽动家并非纯正的市民,而是通过伪造或强索获得公民权的异乡人。

引用这一段

欧里庇得斯, 俄瑞斯忒斯 §821-911. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg016.humanitext-grc2:821-911

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。