Humanitext Reader

欧里庇得斯 · 俄瑞斯忒斯 §83-170

赫耳弥俄涅代祭与沉睡的奥瑞斯忒斯

第 2 段,共 20 段 · 希腊语

内容简介

海伦派女儿赫耳弥俄涅代替她向克吕泰墨斯特拉的墓地献上奠酒。厄勒克特拉指责海伦的虚荣心,随后与到来的歌队低声交谈,以防惊醒沉睡中的奥瑞斯忒斯。

§83ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ §84— νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς — §85θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά.
我毫无睡意,守候在虚弱的亡尸旁—— 因为他只因一丝微弱的呼吸才未成尸骨—— 坐着;但我并不指责他的不幸。
§86σὺ δʼ εἶ μακαρία μακάριός θʼ ὁ σὸς πόσις.
但你是幸福的,你的丈夫也是幸福的。
§88πόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε;
他躺在榻上有多久了?
§89ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.
自从他流尽了生母的血。
§90ὢ μέλεος·
啊,可怜的人!
ἡ τεκοῦσά θʼ, ὡς διώλετο.
生他的母亲,竟死得如此凄惨。
§91οὕτως ἔχει τάδʼ, ὥστʼ ἀπείρηκεν κακοῖς.
我们的处境便是如此,以致他因不幸而精疲力竭。
§92πρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε;
看在神明的份上,处女啊,你真的不能帮我个忙吗?
§93ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.
我因看护兄弟而如此忙碌,不知是何事?
§94βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;
你愿意替我去我姐姐的坟墓吗?
§95μητρὸς κελεύεις τῆς ἐμῆς;
你让我去我母亲的坟墓?
τίνος χάριν;
为了什么?
§96κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς.
带上我的发丝初献和奠酒。
§97σοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;
你自己去亲人的坟墓,难道是不合神律的吗?
§98δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι.
因为我羞于向阿尔戈斯人展露我的身躯。
§99ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους.
你现在倒讲起体统来了,当年你可耻地离开家门的时候呢。
§100ὀρθῶς ἔλεξας, οὐ φίλως δʼ ἐμοὶ λέγεις.
你说得对,但你对我说话并不友善。
§101αἰδὼς δὲ δὴ τίς σʼ ἐς Μυκηναίους ἔχει;
那么,对迈锡尼人,你又有什么羞耻呢?
§102δέδοικα πατέρας τῶν ὑπʼ Ἰλίῳ νεκρῶν.
我害怕那些死在伊利翁城下的士兵的父亲。
§103δεινὸν γάρ· Ἄργει τʼ ἀναβοᾷ διὰ στόμα.
的确如此,阿尔戈斯到处都在高声喊你的名字。
§104σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.
那么,请帮我这个忙,解除我的恐惧吧。
§105οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.
我无法忍受去看我母亲的坟墓。
§106αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.
但让仆人带去这些,也未免太失体面。
§107τί δʼ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;
那你为什么不派你的女儿赫耳弥俄涅去呢?
§108ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.
处女走进人群中是不合宜的。
§109καὶ μὴν τίνοι γʼ ἂν τῇ τεθνηκυίᾳ τροφάς.
然而,她也该向死者报答养育之恩。
§110ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.
你说得对,我听你的,孩子。
§112ὦ τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάρος §113καὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς· §114ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον §115μελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην, §116καὶ στᾶσʼ ἐπʼ ἄκρου χώματος λέξον τάδε· §117Ἑλένη σʼ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς, §118φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε §119Ἀργεῖον ὄχλον.
我的孩子,赫耳弥俄涅,走到屋前,手里拿着这些奠酒和我的发丝;前往克吕泰墨斯特拉的墓旁,倾倒蜂蜜牛奶和红色的酒沫,站在墓冢顶上,说这些话: “你的妹妹海伦向你献上这些奠酒,因为害怕接近你的坟墓,并畏惧着阿尔戈斯的人群。
πρευμενῆ δʼ ἄνωγέ νιν §120ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν §121τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός.
”并求她抱持仁慈的心,对我、你和我的丈夫,以及神明所毁灭的那两个不幸的人。
§122ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ, §123ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα.
所有那些适合我为姐姐做的给冥府的礼物,都要一一许诺。
§124ἴθʼ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ §125δοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ.
去吧,我的孩子,快去,尽快把奠酒献给坟墓,然后记住你回来的路。
§126ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν, §127σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.
啊,人性,在人世间你是多么巨大的祸害,但对于美好地拥有你的人来说,又是何等的拯救。
§128εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας,
你们看见了吗?
§129σῴζουσα κάλλος; ἔστι δʼ ἡ πάλαι γυνή.
她为了保持美貌,只剪了发梢的一点点,她还是以前的那个女人。
§130θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσας §131καὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα.
愿神明憎恨你,因为你毁灭了我,毁灭了他,毁灭了整个希腊。
ὦ τάλαινʼ ἐγώ·
啊,不幸的我!
§132αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι §133φίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνου §134τόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸν §135δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.
她们又来了,伴随着我的哀歌,我亲爱的朋友们;她们很快就会把静静安息的他从梦中惊醒,让我的眼睛在看到狂乱的兄弟时,被泪水溶化。
§140σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης §141τίθετε, μὴ κτυπεῖτʼ.
安静,安静,轻落你们鞋子的脚步,不要发出声响。
§142ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ, ἀποπρό μοι κοίτας.
走远点,离我的榻前远一点。
§143ἰδού, πείθομαι.
看,我听你的。
§145ἆ ἆ σύριγγος ὅπως πνοὰ §146λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.
啊,啊,就像细竹笛的微弱呼吸,朋友,请对我轻声说话。
§147ἴδʼ, ἀτρεμαῖον ὡς ὑπόροφον φέρω §148βοάν.
看,我是多么静悄悄地发出这屋宇下的呢喃。
§148bναί, οὕτως·
是的,就这样。
§149κάταγε κάταγε, πρόσιθʼ ἀτρέμας, ἀτρέμας ἴθι· §150λόγον ἀπόδος ἐφʼ ὅ τι χρέος ἐμόλετέ ποτε.
低声,低声,静静走近,静静地走;告诉我,你们这次来是为了什么事。
§151χρόνια γὰρ πεσὼν ὅδʼ εὐνάζεται.
因为他倒下,已经安睡了很久。
§153πῶς ἔχει;
他怎么样了?
λόγου μετάδος, ὦ φίλα· §154τίνα τύχαν εἴπω;
告诉我,朋友;我该说什么样的命运?
τίνα δὲ συμφοράν;
什么样的灾厄?
§155ἔτι μὲν ἐμπνέει, βραχὺ δʼ ἀναστένει.
他还活着,但只在微弱地叹息。
§156τί φῄς;
你说什么?
ὦ τάλας.
啊,可怜的人。
§158ὀλεῖς, εἰ βλέφαρα κινήσεις §159ὕπνου γλυκυτάταν φερομένῳ χάριν.
如果你让他在享受最甜美的睡眠恩赐时动了眼睑,你就会害了他。
§160μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,
由于来自神明的最可恨的事,可怜的人。
§161τάλας. §162φεῦ μόχθων.
唉,他的苦难。
§163ἄδικος ἄδικα τότʼ ἄρʼ ἔλακεν ἔλακεν, ἀπό- §164φονον ὅτʼ ἐπὶ τρίποδι Θέμιδος ἄρʼ ἐδίκασε §165φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.
不义的洛克西亚斯那时作出了不义的宣告,在忒弥斯的三角架上判定了我母亲流血的杀戮。
§166ὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας.
你看,他在衣袍里动了身体。
§167σὺ γάρ νιν, ὦ τάλαινα, §168θωΰξασʼ ἔβαλες ἐξ ὕπνου.
因为你,不幸的人啊,大声喊叫,把他从梦中惊醒。
§169εὕδειν μὲν οὖν ἔδοξα.
不,我以为他睡着了。
§170οὐκ ἀφʼ ἡμῶν, οὐκ ἀπʼ οἴκων
离我们远点,离这屋子远点——

词汇与语法注释

  1. 84νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς — 此句解释了为什么“这名男子”(奥瑞斯忒斯)被称为“亡尸”(νεκρός),即“因为有一丝微弱的呼吸”(οὕνεκα σμικρᾶς πνοῆς)。οὕνεκα 作为表示原因的介词(“因为”),在此构成了一种夸张修辞,意指由于只剩下一丝微弱的呼吸,他实际上已与死人无异。
  2. 125τῆς πάλιν μέμνησʼ ὁδοῦ — 副词 πάλιν(“相反地、返回”)被置于冠词 τῆς 和名词 ὁδοῦ(“道路”)之间,作定语使用,意为“归途”。动词 μέμνησο(μέμνημαι 的命令式,“记住”)支配属格,因此 τῆς πάλιν ὁδοῦ 作其属格宾语。
  3. 127τοῖς καλῶς κεκτημένοις — 这是动词 κτάομαι(“获得”)的完成时中被动分词 κεκτημένος(“拥有”)带冠词的形式,在此作为与格(利益与格或与形容词 σωτήριον 相关的与格),意为“对于那些优美地拥有它(天性)的人来说”。
  4. 145σύριγγος ὅπως πνοὰ λεπτοῦ δόνακος — 此处的 ὅπως 相当于 ὡς,表示比较(“如同”)。σύριγγος(“笛子”)和 λεπτοῦ δόνακος(“细芦苇的”)都是修饰 πνοὰ(“气息、声音”)的属格。该句法结构比喻性地要求发出如同“细芦苇制成的笛声”般极其安静的声音。
  5. 158ὀλεῖς, εἰ βλέφαρα κινήσεις — 主句的将来时直说语气 ὀλεῖς(“你将毁灭/害死”)与条件句中 εἰ 加上将来时直说语气 κινήσεις(“如果你移动[他的]眼睑”)的结合。这种 εἰ 加上将来时直说语气的用法不仅是单纯的假设,而是表达了带有强烈警告或威胁意味的条件(“你若真敢这样做的话”)。

引用这一段

欧里庇得斯, 俄瑞斯忒斯 §83-170. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg016.humanitext-grc2:83-170

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。