Humanitext Reader

欧里庇得斯 · 俄瑞斯忒斯 §171-265

奥瑞斯特斯的苏醒与疯狂的发作

第 3 段,共 20 段 · 希腊语

内容简介

奥瑞斯特斯醒来并暂时恢复神智,接受赫勒克特拉的悉心照料,但在听说墨涅拉俄斯携海伦归来的消息后,他再次被复仇女神(厄里倪厄斯)的幻觉纠缠而陷入狂乱。

§171πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις §172μεθεμένα κτύπου;
你们能停下声响,再次挪动脚步,退回去吗?
§173ὑπνώσσει.
他正在熟睡。
§173bλέγεις εὖ.
你说的很对。
§174πότνια, πότνια νύξ, §175ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν, §178ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος §179τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.
尊贵的、尊贵的黑夜女神啊,给辛劳的凡人带来睡眠的赐予者,请从幽冥中走来,展开双翼降临吧,降临吧,降临到阿伽门农的宅邸。
§180ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς §181διοιχόμεθʼ, οἰχόμεθα.
因为在痛苦与灾厄的双重打击下,我们已彻底毁灭,荡然无存。
κτύπον ἠγάγετʼ·
——啊,你们发出了声响!
οὐχὶ σῖγα §182σῖγα φυλασσομένα στόματος §185ἄνα κέλαδον ἀπὸ λέχεος ἥ- §186συχον ὕπνου χάριν παρέξεις, φίλα;
难道你们不能安静,安静地控制住嘴,平息喧嚣,远离他的榻前,给予他安静睡眠的恩赐吗,朋友们?
§187θρόει τίς κακῶν τελευτὰ μένει.
请说,还有什么样的灾难结局在等待着他?
§188θανεῖν θανεῖν, τί δʼ ἄλλο;
唯死而已,唯死而已,还能有什么呢?
§189οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.
因为他甚至对食物也没有任何欲望。
§190πρόδηλος ἆρʼ ὁ πότμος.
那么,他的厄运已不言自明。
§191ἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶς §192μέλεον ἀπόφονον αἷμα δοὺς §193πατροφόνου ματρός.
福玻斯将我们作为牺牲毁灭了,让我们承担了杀父之母的、那可怜的、血债血偿的血迹。
§194δίκᾳ μέν.
按正义而言确实如此。
§194bκαλῶς δʼ οὔ.
但并不体面。
§195ἔκανες ἔθανες, ὦ §196τεκομένα με μᾶτερ, ἀπὸ δʼ ὤλεσας §197πατέρα τέκνα τε τάδε σέθεν ἀφʼ αἵματος·
你杀了人,你也死了,哦,生我的母亲啊,你不仅害死了父亲,也害了这些流着你血液的儿女。
§200ὀλόμεθʼ ἰσονέκυες, ὀλόμεθα.
我们毁灭了,如同死尸一般,我们彻底毁灭了。
§201σύ τε γὰρ ἐν νεκροῖς, τό τʼ ἐμὸν οἴχεται §204βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι §205δάκρυσί τʼ ἐννυχίοις, ἄγαμος §206ἄτεκνος ἅτε βίοτον ἁ §207μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.
因为你已列于死者之中,而我的生命的大部分,也已在叹息和哀号、以及夜以继日的泪水中消逝,未嫁,无子,可怜的我,只能将这生命拖向无尽的岁月。
§208ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας, §209μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε· §210οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ.
守候在一旁的处女赫勒克特拉啊,快看,你这兄弟是否在你不经意间已经死去了;因为他这样过度瘫软的样子,真让我担忧。
§211ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, §212ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε.
哦,睡眠这可爱的魔咒,病痛的救星,你是多么甜蜜地降临于我——而且是在我最需要的时候!
§213ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ §214καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
哦,尊贵的、忘却灾祸的勒忒啊,你是多么睿智,你是所有不幸者都向往祈求的神明。
§215πόθεν ποτʼ ἦλθον δεῦρο;
我究竟是从哪里来到这里的?
πῶς δʼ ἀφικόμην;
又是如何到达的?
§216ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.
因为我完全不记得了,我早已失去了先前的神智。
§217ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.
哦,我最亲爱的人,你沉沉睡去,让我感到多么欣慰!
§218βούλῃ θίγω σου κἀνακουφίσω δέμας;
你想要我扶着你,帮你支撑起身体吗?
§219λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου §220στόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν.
抱住我,快抱住我吧,擦去我这可怜的嘴边的泡沫,也擦去我眼角的污垢。
§221ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι §222ἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.
看,侍奉你是多么甘甜,我绝不推辞用做妹妹的手,来照料哥哥的身躯。
§223ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην §224ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.
用你的肋骨贴着我的肋骨(支撑着我),再将这脏乱的头发从我的脸上拨开;因为我的眼睛只能看清微弱的光影。
§225ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα, §226ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.
哦,这满是尘垢、蓬乱可怜的头颅,因为长期不曾洗沐,竟荒芜野蛮到了如此地步!
§227κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος §228μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.
再把我放回到榻上去吧;每当狂乱的病症退去,我便浑身散架,手脚无力。
§229ἰδού.
好的。
φίλον τοι τῷ νοσοῦντι δέμνιον, §230ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως.
对于病人来说,床榻确实是可爱的,虽然它是一件痛苦的财产,但毕竟不可或缺。
§231αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας· §232δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.
再把我扶直,转过我的身体;病人们因无能为力,总是难以取悦。
§233ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις, §234χρόνιον ἴχνος θείς;
你是否也想把脚放在地上,迈出久违的一步?
μεταβολὴ πάντων γλυκύ.
万物的改变都是甜蜜的。
§235μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει.
非常想,因为这能带来健康的假象。
§236κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.
即便远离真相,假象也比没有好。
§237ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα, §238ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.
那么现在,请听我说,亲爱的兄弟,趁复仇女神们还允许你保持清醒的时候。
§239λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις· §240εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τὸ δυστυχεῖν.
你要说些新消息;如果是好消息,你便施予了恩惠;但如果是祸害,我的不幸已经足够了。
§241Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,
墨涅拉俄斯来了,你父亲的兄弟。
§242ἐν Ναυπλίᾳ δὲ σέλμαθʼ ὥρμισται νεῶν.
他的船只已经停泊在纳夫普利翁。
§243πῶς εἶπας;
你刚才说什么?
ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
墨涅拉俄斯来了?
§244ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;
那个与我们同血脉、承载着父亲恩情的人,成了照亮你我灾难的光芒吗?
§245ἥκει — τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου — §246Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.
他确实来了——请接受我这确定无疑的话语—— 他带着海伦,从特洛伊的城墙那里回来。
§247εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν· §248εἰ δʼ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.
如果他独自生还,那倒更令人欣羡;但他既然带回了妻子,便是带着巨大的祸害而来。
§249ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον §250γένος θυγατέρων δυσκλεές τʼ ἀνʼ Ἑλλάδα.
廷达瑞俄斯生下了这一代恶名昭彰、在整个希腊都备受谴责的女儿们。
§251σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ· §252καὶ μὴ μόνον λέγʼ, ἀλλὰ καὶ φρόνει τάδε.
你现在要与那些恶人不同;因为这是可以做到的;不仅要口头上这么说,心中也要这样想。
§253οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται, §254ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.
啊,兄弟,你的眼睛变得狂乱了,你刚刚还很清醒,却瞬间陷入了疯狂。
§255ὦ μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοι §256τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.
哦,母亲,我恳求你,不要让那些血目、蛇发的女子(复仇女神)向我扑来。
§257αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.
因为她们,正是她们,就在我身边跳跃。
§258μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις· §259ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι.
躺着,可怜的人,在你的榻上安静地躺着;因为你自以为看得真切的东西,实际上什么也没有。
§260ὦ Φοῖβʼ, ἀποκτενοῦσί μʼ αἱ κυνώπιδες §261γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.
哦,福玻斯,她们要杀了我,那些长着狗眼、面目狰狞、幽冥的女祭司,这些可怕的女神。
§262οὔτοι μεθήσω· χεῖρα δʼ ἐμπλέξασʼ ἐμὴν §263σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.
我绝不放手;我要用我的手缠住你,阻止你做出这不幸的跳跃。
§264μέθες·
放开我!
μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύων §265μέσον μʼ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον.
你作为我的复仇女神之一,抓住了我的腰,要把我扔进塔耳塔洛斯!

词汇与语法注释

  1. 185ἄνα — 此词极易被误认为是介词 ἀνά 的尾音脱落形式或某种命令式,但它实际上是女性名词 ἄνασσα(女王、女主人)的缩略呼格,意为“女王啊、女主人啊”。在这里,是歌队对赫勒克特拉,或赫勒克特拉对歌队领队发出的呼唤,要求保持安静。
  2. 210τῷ λίαν παρειμένῳ — 这是动词 παρίημι(放任、松弛)的完美被动分词中性单数形式加上冠词,作为抽象名词使用,意为“过度瘫软的状态(衰竭或昏迷)”。其与格的形式在此处作为无人称动词 ἀρέσκει(使满意、使安心)所支配的与格补足语(即“那种过度衰弱的状态并不能让我安心”)。
  3. 264μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύων — 现在分词 οὖσα(是)在此并非叙述客观事实(即赫勒克特拉真的是复仇女神),而是在奥瑞斯特斯的疯狂状态下,作为其主观误认的前提条件而起作用(意为“既然你是我的复仇女神之一”或“作为其中之一”)。

引用这一段

欧里庇得斯, 俄瑞斯忒斯 §171-265. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg016.humanitext-grc2:171-265

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。