§750οὗτος ἦλθʼ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.
他来了,那个生下了那些最“优秀”女儿的父亲。
§751Τυνδάρεων λέγεις·
你是指廷达瑞俄斯?
ἴσως σοι θυγατέρος θυμούμενος;
或许他是因为女儿的缘故在对你发怒?
§752αἰσθάνῃ.
你看穿了。
τὸ τοῦδε κῆδος μᾶλλον εἵλετʼ ἢ πατρός.
他选择与那个人的姻亲关系,更甚于与我父亲的亲情。
§753κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
那么,他虽然在场,却不敢分担你的苦难吗?
§754οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δʼ ἄλκιμος.
因为他天生不是战将,只在女人面前显得英勇。
§755ἐν κακοῖς ἄρʼ εἶ μεγίστοις· καί σʼ ἀναγκαῖον θανεῖν;
这么说,你正处于最大的灾祸中;难道你非死不可吗?
§756ψῆφον ἀμφʼ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.
市民们将就杀人罪对我们进行投票表决。
§757ἣ κρινεῖ τί χρῆμα;
这表决将决定什么?
λέξον· διὰ φόβου γὰρ ἔρχομαι.
快告诉我,我心中充满了恐惧。
§758ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.
或死或生;事关重大,但话并不长。
§759φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.
那么快带上你的姐姐,离开这府邸逃走吧。
§760οὐχ ὁρᾷς;
你难道看不见吗?
φυλασσόμεσθα φρουρίοισι πανταχῇ.
我们四面八方都受到了守卫的看管。
§761εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.
我也看到城里的街道已被全副武装的人封锁了。
§762ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
我们自身就像被敌人包围的城市一般,被困在防线之中。
§763κἀμὲ νῦν ἐροῦ τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.
此时也问问我遭遇了什么吧;因为我自己也彻底完蛋了。
§764πρὸς τίνος;
是谁害的?
τοῦτʼ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.
这可是在我的灾祸上雪上加霜。
§765Στρόφιος ἤλασέν μʼ ἀπʼ οἴκων φυγάδα θυμωθεὶς πατήρ.
我的父亲斯特罗菲俄斯发了怒,将我作为流亡者逐出了家门。
§766ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;
指控你犯了私人的罪过,还是指控你犯了与市民共同相关的罪行?
§767ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.
因为我协助你杀死了母亲,他称这是不敬之举。
§768ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.
哀怜的人啊,看来我的灾祸也将连累你受苦。
§769οὐχὶ Μενέλεω τρόποισι χρώμεθʼ· οἰστέον τάδε.
我们绝不效仿墨涅拉俄斯的行径;这痛苦我们必须承受。
§770οὐ φοβῇ μή σʼ Ἄργος ὥσπερ κἄμʼ ἀποκτεῖναι θέλῃ;
难道你不害怕阿耳戈斯人会像想杀我一样,也想要你的性命吗?
§771οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.
惩罚我们不属于这些人管辖,而是属于福基斯之地的权力。
§772δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.
当民众拥有邪恶的首领时,他们是可怕的力量。
§773ἀλλʼ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσʼ ἀεί.
但若他们得到了贤明的首领,便总能做出贤明的决议。
§774εἶἑν.
好吧。
ἐς κοινὸν λέγειν χρή.
我们必须共同商议。
§774bτίνος ἀναγκαίου πέρι;
事关什么紧要的事情?
§776πατρὶ τιμωρῶν ἐμαυτοῦ;
——为了替我的父亲报仇?
§776bμὴ λάβωσί σʼ ἄσμενοι.
只怕他们会乐意上前将你逮捕。
§777ἀλλʼ ὑποπτήξας σιωπῇ κατθάνω;
难道我要在沉默中畏缩着等死吗?
§777bδειλὸν τόδε.
那也太懦弱了。
§778πῶς ἂν οὖν δρῴην;
那我该怎么做?
§778bἔχεις τινʼ, ἢν μένῃς, σωτηρίαν;
如果你留在这里,可有什么得救的方法?
§779οὐκ ἔχω.
没有。
§779bμολόντι δʼ ἐλπίς ἐστι σωθῆναι κακῶν;
但若你前去,可有从灾祸中获救的希望?
§780εἰ τύχοι, γένοιτʼ ἄν.
若是运气好,或许会有。
§780bοὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν.
那么,前去显然比留在这里要好。
§781ἀλλὰ δῆτʼ ἔλθω.
那么,我确实该去。
§781bθανὼν γοῦν ὧδε κάλλιον θανῇ.
至少这样死,你死得也更为体面。
§783εὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε.
你说得对;这样我便避开了懦弱的名声。
§783bμᾶλλον ἢ μένων.
总好过留在此处。
§782καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι.
而且我的所作所为确实合乎正义。
§782bτῷ Δοκεῖν εὔχου μόνον.
但愿别人看起来也是如此,你只需为此祈祷。
§785θάνατον ἀσχάλλων πατρῷον.
——因为我为父亲的惨死而悲愤。
§785bπάντα ταῦτʼ ἐν ὄμμασιν.
这一切都明明白白摆在众人的眼前。
§786ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.
必须去,像懦夫般默默无闻地死去是毫无光彩的。
§786bαἰνῶ τάδε.
我赞同这一点。
§787ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτʼ ἐμῇ;
那么我们要把这件事告诉我的姐姐吗?
§787bμὴ πρὸς θεῶν.
凭众神起誓,绝不要说。
§788δάκρυα γοῦν γένοιτʼ ἄν.
无论如何,那肯定会招来她的眼泪。
§788bοὐκοῦν οὗτος οἰωνὸς μέγας.
那可会是一个极坏的兆头。
§789δηλαδὴ σιγᾶν ἄμεινον.
显然,保持沉默更好。
§789bτῷ χρόνῳ δὲ κερδανεῖς.
这样你也能赢得时间。
§790κεῖνό μοι μόνον πρόσαντες.
只有那一件事让我感到为难。
§790bτί τόδε καινὸν αὖ λέγεις;
你又要说什么新花样?
§791μὴ θεαί μʼ οἴστρῳ κατάσχωσι.
唯恐那些女神用狂乱将我吞噬。
§791bἀλλὰ κηδεύσω σʼ ἐγώ.
放心,我会照顾你的。
§792δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.
触碰一个病人是令人厌恶的事。
§792bοὐκ ἔμοιγε σοῦ.
对我来说,只要是你,就绝非如此。
§793εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.
小心别被我的狂乱传染了。
§793bτόδʼ οὖν ἴτω.
随它去吧,那就让它发生好了。
§794οὐκ ἄρʼ ὀκνήσεις;
那么你绝不会犹豫退缩了?
§794bὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.
因为对朋友而言,犹豫是极大的坏处。
§795ἕρπε νυν οἴαξ ποδός μοι.
那么走吧,来做我双脚的舵手。
§795bφίλα γʼ ἔχων κηδεύματα.
怀着深厚的情谊搀扶着你。
§796καί με πρὸς τύμβον πόρευσον πατρός.
顺便带我到我父亲的坟墓前。
§796bὡς τί δὴ τόδε;
这又是为了什么?
§797ὥς νιν ἱκετεύσω με σῶσαι.
好让我祈求他救救我。
§797bτό γε δίκαιον ὧδʼ ἔχει.
那确实合情合理。
§798μητέρος δὲ μηδʼ ἴδοιμι μνῆμα.
至于我母亲的坟墓,我连看都不想看到。
§798bπολεμία γὰρ ἦν.
因为她是你的仇敌。
§799ἀλλʼ ἔπειγʼ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ, §800περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ· §801ὡς ἐγὼ διʼ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου, §802οὐδὲν αἰσχυνθεὶς ὀχήσω.
快走吧,免得阿耳戈斯人的判决比你先到,将你那因病弱不堪的躯体,靠在我的肩膀上;我会背着你穿过都城,毫不在意旁人的目光,也绝不觉得羞耻。
ποῦ γὰρ ὢν δείξω φίλος, §803εἴ σε μὴ ʼν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;
因为若不在你身处险境时出手相助,我还能在何时何地证明我是你的朋友呢?
§804τοῦτʼ ἐκεῖνο,
κτᾶσθʼ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον
·
这正应了那句话:结交挚友,而不仅仅依靠亲属关系。
因为一个性情相投的人,纵使是个外人,也比拥有一万个血亲更值得当作朋友。
§807ὁ μέγας ὄλβος ἅ τʼ ἀρετὰ §808μέγα φρονοῦσʼ ἀνʼ Ἑλλάδα καὶ §809παρὰ Σιμουντίοις ὀχετοῖς §810πάλιν ἀνῆλθʼ ἐξ εὐτυχίας Ἀτρείδαις §811πάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων, §812ὁπότε χρυσείας ἔρις ἀρνὸς §813ἤλυθε Τανταλίδαις, §814οἰκτρότατα θοινάματα καὶ §815σφάγια γενναίων τεκέων· §816ὅθεν φόνῳ φόνος ἐξαμεί- §817βων διʼ αἵματος οὐ προλεί- §818πει δισσοῖσιν Ἀτρείδαις.
那曾显赫一时的财富与美德,曾在希腊以及西摩伊斯河畔备受推崇,如今已从昔日的荣光落入悲惨的境地,折磨着阿特柔斯子孙,这是源于他们家族久远的古老灾祸,曾几何时,那只金羊引发的争端降临到坦塔洛斯的子孙身上,带来了最悲惨的宴席和高贵子嗣的杀戮;从那时起,杀戮接着杀戮,伴随着鲜血,从未放过阿特柔斯的双子。