§674ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς §675θανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένην §676ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω, §677ταὔτʼ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.
我父亲的兄弟,我的叔父啊,请相信那在地下死去的父亲正在倾听这些话,他的灵魂正飘浮在你的头顶,并说着我所说的话,流着同样的泪,发出同样的叹息,承受着同样的不幸。
我已经说完了,并讨回我的救赎,追寻着所有人都在寻找、而不仅是我一人的东西。
我也向你哀求,尽管我只是个女人,但依然请救助那些有需要的人;你是能够做到的。
§682Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα §683καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι· §684καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ §685ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός, §686θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους· §687τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
奥雷斯特斯,我敬重你的生命,我也愿意在你的灾祸中与你同甘共苦;因为如果神明赐予力量,理当这样共同分担亲族之间的灾祸,共同面对死亡,共同消灭敌人;但我又需要从众神那里获得这种力量。
§688ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ §689ἔχων, πόνοισι μυρίοις ἀλώμενος, §690σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.
因为我来到这里,身边并无盟军的武力,在无数的劳苦中四处漂泊,只带着那些残存之友的微薄力量。
§691μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα §692Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις §693δυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν.
因此,通过武力,我们绝无法战胜佩拉斯吉亚的阿耳戈斯;但如果我们能用温和的言辞说服他们,我们便能在此寄予希望。
§694σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
因为凭借微小的力量,人怎能夺取巨大的胜利呢?
§696ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών, §697ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον· §698εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν §699χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος, §700ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς, §701τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
因为当陷入愤怒的民众如青年般狂暴时,就如同试图去扑灭烈火一般;但如果有人在民众激昂时,静静地自我克制,顺应时机而退让,谨慎地避其锋芒,这怒气或许就会渐渐平息;而一旦风暴止息,你便能轻易地从他们那里得到你所期盼的一切。
他们既有同情心,也有极大的愤怒,这对于窥伺时机的人来说是极其珍贵的财富。
我将前去,努力说服廷达瑞俄斯和城邦的公民,让他们不要采取过分的手段。
因为一艘船如果被帆索用力拉紧,就会倾覆,但如果放松帆索,它就会重新直立起来。
§708μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας, §709μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ — οὐκ ἄλλως λέγω — §710σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.
因为神明憎恶过度的狂热,市民们也同样憎恶;而我必须——我不会说别的话—— 用智慧去拯救你,而不是去对抗强者的暴力。
§711ἀλκῇ δέ σʼ οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως, §712σῴσαιμʼ ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ §713στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.
我不可能用你所期待的武力来拯救你;因为要凭一杆长枪在摆在你面前的这些灾祸中建立起胜利的纪念碑,绝非易事。
因为我们从未用柔弱的手段去驯服过阿耳戈斯的土地;但现在,形势所迫只能如此。
§717ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν §718τἄλλʼ οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις, §720φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονος §721φροῦδʼ;
你除了为了一个女人而统领军队之外别无所长,在拯救朋友的事上最是卑劣,你竟然转过身去逃离我,难道阿伽门农的恩义都已化为乌有?
ἄφιλος ἦσθʼ ἄρʼ, ὦ πάτερ, πράσσων κακῶς.
父亲啊,在不遇之时,你果然是无友相助的。
唉,我被背叛了,再也没有希望了,我该转向何方才能逃脱阿耳戈斯人给予的死亡?
§724οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
因为这个人曾是我求生的避难所。
§725ἀλλʼ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν §726Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο, §727ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ §728κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
但是,看啊,凡人中我最爱的人,皮拉德斯,正从福基斯一路奔跑而来,这真是一幅令人愉悦的景象;在患难中忠实的朋友,比航海者眼中的平静海面更让人欣慰。
§729θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην διʼ ἄστεως, §730σύλλογον πόλεως ἀκούσας, τὸν δʼ ἰδὼν αὐτὸς σαφῶς, §731ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
我穿过城市,比我该走的速度更快地赶到了这里,因为我听到了城邦召集集会的消息,而且我亲眼见证了,他们要针对你和你的姐姐,立即将你们处死。
§732τί τάδε;
这是怎么回事?
πῶς ἔχεις;
你怎么样?
τί πράσσεις, φίλταθʼ ἡλίκων ἐμοὶ §733καὶ φίλων καὶ συγγενείας;
你过得如何,我同辈中最亲爱的人,也是我的朋友和亲人?
πάντα γὰρ τάδʼ εἶ σύ μοι.
因为对我而言,你就是这一切。
§734οἰχόμεσθʼ, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.
我们完蛋了,让我用简短的话向你说明我的灾祸。
§735συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.
请你与我们一同毁灭吧;因为朋友的东西是共有的。
§736Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.
墨涅拉俄斯对我好我的姐姐极其卑劣。
§737εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
理所当然,坏女人的丈夫自然也会变成坏人。
§738ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.
他来这里和没来是一样的,虽然来了,却给了我同样的冷酷回报。
§739ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδʼ ἀφιγμένος χθόνα;
他真的已经到了这片土地上了吗?
§740χρόνιος·
迟到了。
ἀλλʼ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.
但尽管如此,他对朋友的虚伪却很快暴露了。
§741καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
他是乘船带着他那最恶劣的妻子一起来的吗?
§742οὐκ ἐκεῖνος, ἀλλʼ ἐκείνη κεῖνον ἐνθάδʼ ἤγαγεν.
不是他带她,而是她把他带到了这里。
§743ποῦ ʼστιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
那个凭一己之力毁灭了无数阿开亚人的女人在哪里?
§744ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδʼ ἐμοὺς καλεῖν χρεών.
在我的宅第里,如果我还能称这里是我的宅第的话。
§745σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;
那你对你父亲的兄弟说了些什么话?
§746μή μʼ ἰδεῖν θανόνθʼ ὑπʼ ἀστῶν καὶ κασιγνήτην ἐμήν.
不要让我和我的姐姐被市民们处死。
§747πρὸς θεῶν, τί πρὸς τάδʼ εἶπε;
凭着神明起誓,他对此说了什么?
τόδε γὰρ εἰδέναι θέλω.
我想知道这一点。
§748εὐλαβεῖθʼ, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
他极其谨慎,这正是那些虚伪的朋友对他们的朋友所做的事。
§749σκῆψιν ἐς ποίαν προβαίνων;
他用了什么样的借口?
τοῦτο πάντʼ ἔχω μαθών.
我想把这一切都了解清楚。