Humanitext Reader

欧里庇得斯 · 俄瑞斯忒斯 §598-673

廷达瑞俄斯的离去与俄瑞斯忒斯的恳求

第 8 段,共 20 段 · 希腊语

内容简介

廷达瑞俄斯对俄瑞斯忒斯的傲慢大为光火,威胁要在阿耳戈斯民会上煽动市民用石刑处死他与厄勒克特拉,随即离去。俄瑞斯忒斯则向墨涅拉俄斯苦苦哀求,以阿伽门农昔日对墨涅拉俄斯的恩情为由请求其出手相助。

§598μίασμα λῦσαι;
为了洗净污秽吗?
ποῖ τις οὖν ἔτʼ ἂν φύγοι, §599εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
如果下达命令的那位神明不救我免于一死,人们还能逃往何处?
§600ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε, §601ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
但不要说这些事情做得不好,虽然对我们这些执行者而言,这并非幸事。
§602γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν, §603μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ, §604τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.
凡是凡人中婚姻美满者,其一生便是幸福的;而那些婚姻不顺者,其内其外皆属不幸。
§605αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς §606ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.
女人在男人的运势中,总是扮演着障碍,将他们引向更加不幸的境地。
§607ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ, §608οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα, §609μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον· §610καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνων §611ὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
既然你如此放肆,在言语中毫不收敛,这样反驳我,以至于刺痛了我的心,你只会更进一步促使我去谋划你的死刑;我将把这桩事当作我此行劳苦的极好副产品,我本是为了给女儿修饰坟墓而来的。
§612μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον §613ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν §614σοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
我将前往阿耳戈斯人的公民大会,无论他们愿意与否,我都要煽动这座城邦,让你和你的姐姐接受石刑的惩罚。
§615μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία, §616ἣ τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶ §617πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον, §618ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
事实上,她比你更该死,是她让你对生你的母亲变得如此狂暴,总是将更具敌意的话语送入你的耳中,通报着阿伽门农的梦境,还有这——愿冥界的众神憎恨它!
§619καὶ τοῦθʼ — ὃ μισήσειαν — Αἰγίσθου λέχος — §620οἱ νέρτεροι θεοί·
——埃癸斯托斯的婚床—— (冥界众神啊。
καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν· §621ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί.
因为即便在人间,这床也是苦涩的)直到她用无形之火将这宅第点燃。
§622Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός· §623εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τʼ ἐμόν, §624μὴ τῷδʼ ἀμύνειν φόνον ἐναντίον θεοῖς· §625ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις, §626ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
墨涅拉俄斯,我对你说这些,而且我也会照做:如果你还把我的怨恨和我与你的亲戚关系放在心上,就不要违背神明,去救这个男人的性命;而是任由他被市民用石头砸死,否则就不要踏上斯巴达的土地。
§627τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς §628ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους· §629ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.
听了这么多,你心里要明白,千万不要推开更虔敬的朋友,去选择那些不敬神之人;仆人们,带我离开这座府邸吧。
§630στεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος §631πρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
去吧,好让接下来的谈话能毫无干扰地传达到这位墨涅拉俄斯耳中,避开你的年迈。
§632Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίᾳ κυκλεῖς, §633διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;
墨涅拉俄斯,你满怀心事地要把脚步挪向何方,在双重的忧虑中走着两条路?
§634ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενος §635ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.
别管我;我独自在心中盘算,在这命运的困境中,我不知该转向何方。
§636μή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺς §637λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.
那么,现在先不要做出决断,而是先听听我的话,然后再行商议。
§638λέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγου §639κρείσσων γένοιτʼ ἄν. ἔστι δʼ οὗ σιγῆς λόγος.
说吧,你说的很对;有些时候,沉默胜过言辞;而有些时候,言辞胜过沉默。
§640λέγοιμʼ ἂν ἤδη.
那我就说了。
τὰ μακρὰ τῶν σμικρῶν λόγων §641ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.
冗长的话语比短促的话语更占上风,听起来也更加清晰。
§642ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου, §643ἃ δʼ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
墨涅拉俄斯,你不需要把我这里的东西给我,只需把我父亲曾给你的东西还给我就行。
§644— οὐ χρήματʼ εἶπον· χρήματʼ, ἢν ψυχὴν ἐμὴν §645σῴσῃς, ἅπερ μοι φίλτατʼ ἐστὶ τῶν ἐμῶν.
——我说的不是财物;但如果你能拯救我的生命,生命便是我所有的财物中最珍贵的东西。
§646ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦ §647ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ §648ἀδίκως ἀθροίσας Ἑλλάδʼ ἦλθʼ ὑπʼ Ἴλιον, §649οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλʼ ἁμαρτίαν §650τῆς σῆς γυναικὸς ἀδικίαν τʼ ἰώμενος.
—— 我遭受了不公;我必须作为这桩恶事的代偿,从你那里得到某种不公(破例的帮助);因为我的父亲阿伽门农也是不公正地召集起整个希腊,前往了伊利翁,他自己并没有犯错,而是为了纠正你妻子的罪错与不贞。
§651ἓν μὲν τόδʼ ἡμῖν ἀνθʼ ἑνὸς δοῦναί σε χρή.
这一桩事情,你应当作为一报还一报交还给我们。
§652ἀπέδοτο δʼ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους, §653τὸ σῶμʼ ἀληθῶς, σοὶ παρʼ ἀσπίδʼ ἐκπονῶν, §654ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
他如同朋友对朋友应该做的那样,交出了他真实的肉体,在你的盾牌旁浴血奋战,好让你能夺回你的妻子。
§655ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτʼ ἐκεῖ λαβών, §656μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ §657σωτήριος στάς, μὴ δέκʼ ἐκπλήσας ἔτη.
那么,请将你在那里得到的同样的报答还给我,只要为我们辛劳一天,作为拯救者挺身而出,而不是花费十年光阴。
§658ἃ δʼ Αὐλὶς ἔλαβε σφάγιʼ ἐμῆς ὁμοσπόρου, §659ἐῶ σʼ ἔχειν ταῦθʼ· Ἑρμιόνην μὴ κτεῖνε σύ.
至于阿利斯为我的姐妹所夺去的牺牲,我允许你保留那些;你不必杀死赫耳弥俄涅。
§660δεῖ γὰρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν §661πλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν.
因为在我处于如今这般境地之时,你理应占尽上风,而我理应隐忍包容。
§662ψυχὴν δʼ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ §663κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον· §664θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
但请将我的性命交还给我那可怜的父亲,还有我的姐姐,她已经做了太久的处女;因为如果我死了,我留下的将是一个失去了父亲继承人的孤凉宅第。
§665ἐρεῖς· ἀδύνατον.
你会说:“这不可能。
αὐτὸ τοῦτο· τοὺς φίλους §666ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν· §667ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
”可正是这一点:朋友在患难中必须帮助朋友;当神明赐予顺境时,哪里还需要朋友?
§668ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.
因为当神明愿意相助时,神自己就足够了。
§669φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς· §670κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω· §671ταύτης ἱκνοῦμαί σʼ — ὦ μέλεος ἐμῶν κακῶν, §672ἐς οἷον ἥκω.
在所有的希腊人看来,你都是爱妻子的;我并不是为了逢迎你才说这些谄媚的话;我以她向你恳求——唉,因我自身的灾祸,我是多么悲惨,竟落到了这般地步!
τί δέ;
可那又怎样?
ταλαιπωρεῖν με δεῖ· §673ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
我必须忍受这痛苦;因为我是为了整个家族的存续,在作此恳求。

词汇与语法注释

  1. 598μίασμα λῦσαι — 不定词 λῦσαι 修饰前一行(第597行)的 θεός(神)或整个上下文,表示目的或结果(“为了洗净污秽”)。
  2. 613ἑκοῦσαν οὐχ ἑκοῦσαν — 意为“无论愿意与否”的对比性表达。作宾格修饰 πόλιν(城邦,即市民们),描绘了无论他们本意如何,都将被卷入煽动之中的状态。
  3. 619ὃ μισήσειαν — 祈愿法 μισήσειαν 是一个插入句,表示第620行的主语 οἱ νέρτεροι θεοί(冥界众神)发出的强烈愿望或诅咒(“愿他们憎恨之!”)。
  4. 646ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦ ἄδικόν τι παρὰ σοῦ — 在承认自己所处的不公境遇或不义行为(ἀδικῶ)的同时,修辞性地利用了悖论进行说服:“正因如此,作为这桩恶事的补偿,我理应从你那里获得某种‘不公(破例的、不合理的帮助)’”。
  5. 660δεῖ γὰρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν πλέον φέρεσθαι — 伴随属格独立结构 ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν(“在我处于如今这般境地之时”)。πλέον φέρεσθαι 意为“获得更多”或“占据优势”,含有容许墨涅拉俄斯在面对陷入绝境的俄瑞斯忒斯时处于有利交易地位的语气。

引用这一段

欧里庇得斯, 俄瑞斯忒斯 §598-673. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg016.humanitext-grc2:598-673

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。