Humanitext Reader

欧里庇得斯 · 俄瑞斯忒斯 §519-597

廷达瑞俄斯诉诸法律与俄瑞斯忒斯的辩白

第 7 段,共 20 段 · 希腊语

内容简介

廷达瑞俄斯谴责俄瑞斯忒斯和墨涅拉俄斯,极力维护法律秩序;俄瑞斯忒斯则进行自我辩护,主张自己的行为是基于父母角色不对称性的正当复仇,且是顺从阿波罗神谕的结果。

§519πρώτην δὲ θυγατέρʼ, ἣ πόσιν κατέκτανεν· §520Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτʼ αἰνέσω §521οὐδʼ ἂν προσείποιμʼ· οὐδὲ σὲ ζηλῶ, κακῆς §522γυναικὸς ἐλθόνθʼ οὕνεκʼ ἐς Τροίας πέδον.
首先是我的女儿,她杀死了自己的丈夫;而海伦,你的妻子,我永远不会赞美,也不会与她说话;我也不羡慕你,因为为了一个恶女人,你竟然前往了特洛伊的平原。
§523ἀμυνῶ δʼ, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ, §524τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον §525παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσʼ ἀεί.
但我将尽我所能捍卫法律,制止这种野蛮和残暴的行径,它总是毁灭国家和城邦。
§526ἐπεὶ τίνʼ εἶχες, ὦ τάλας, ψυχὴν τότε, §527ὅτʼ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε §528μήτηρ;
因为,可怜的人啊,在那个时候,你究竟有着怎样的心肠,当你的母亲袒露乳房,向你哀求,那位生育你的母亲?
ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά, §529δακρύοις γέροντʼ ὀφθαλμὸν ἐκτήκω τάλας.
我虽然没有亲眼见到那里的惨剧,却也哀伤地让泪水融化了我这老人的眼睛。
§530ἓν δʼ οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ· §531μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας, §532μανίαις ἀλαίνων καὶ φόβοις.
无论如何,有一件事与我的话相一致:你确实被神明所憎恨,并且正在为母亲偿还罪责,在狂乱和恐惧中徘徊。
τί μαρτύρων §533ἄλλων ἀκούειν δεῖ μʼ, ἅ γʼ εἰσορᾶν πάρα;
既然亲眼可见,我又何必去听其他证人的证言?
§534ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς §535μὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων, §536ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις, §537ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
所以,墨涅拉俄斯,为了让你明白,千万不要违背神明,想要去帮助这个人,而是任由他被市民用石头砸死,否则就不要踏上斯巴达的土地。
§538θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα· §539ἀλλʼ οὐχὶ πρὸς τοῦτʼ εἰκὸς ἦν αὐτὴν θανεῖν.
我的女儿死了,这是她应得的报应;但是,她死在个人的手里是不正当的。
§540ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνήρ, §541πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.
在其他方面,我生来是个幸福的人,除了在女儿们的事情上;在这点上我并不幸福。
§542ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα §543καὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο.
那些在孩子上走运、没有招致显著灾难的人,真是令人羡慕。
§544ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν, §545ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα.
老人家,我确实害怕向你说话,因为我将不可避免地让你和你的心受痛苦。
§546ἐγᾦδʼ, ἀνόσιός εἰμι μητέρα κτανών, §547ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί.
我知道,我杀死了母亲,是个不洁之人,但在另一方面,为了替父亲复仇,我是虔敬的。
§548ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν §549τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μʼ ἐκπλήσσει λόγου, §550καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.
就让你的年迈退去,不要阻碍我的申辩,它让我无法镇定言说,然后我将阐述我的道理;但现在我害怕你的白发。
§551τί χρῆν με δρᾶσαι;
我本该做什么?
δύο γὰρ ἀντίθες δυοῖν· §552πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς, §553τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα· §554ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν.
请将两件事与两件事对立来看:父亲生育了我,而你的女儿孕育了我,就像土地从他人那里接受种子一样;但是没有父亲,孩子绝不可能存在。
§555ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ §556μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
因此我考量,相比于承担哺乳的母亲,我更应当属于我这一族的始祖。
§557ἡ σὴ δὲ θυγάτηρ — μητέρʼ αἰδοῦμαι λέγειν — §558ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν §559ἐς ἀνδρὸς ᾔει λέκτρʼ· ἐμαυτόν, ἢν λέγω §560κακῶς ἐκείνην, ἐξερῶ· λέξω δʼ ὅμως.
但你的女儿——我耻于称她为母亲—— 陷入了私下且不贞的婚姻,走向了其他男人的床榻;如果我说她的坏话,也就是在揭露自己的耻辱,但我还是要说。
§561Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις.
埃癸斯托斯曾是她在这府邸里私下的丈夫。
§562τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα, §563ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
我杀了他,并在其上将母亲作为祭品杀死,虽做了不敬之事,但这是为父亲复仇。
§564ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή, §565ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ.
关于你威胁说我必须被石头砸死,请听听我是如何让整个希腊获益的。
§566εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους, §567ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι §568ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι, §569παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις §570ἐπίκλημʼ ἐχούσαις ὅ τι τύχοι.
因为如果女人到了这种胆大妄为的程度,去谋杀丈夫,而将避难所设在孩子身上,用乳房去猎取怜悯,那么对她们来说,杀死丈夫就成了微不足道的事,只要随便罗织一个罪名即可。
δράσας δʼ ἐγὼ §571δείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον.
而我虽然做了如你所夸耀的恐怖之事,却终止了这一恶俗。
§572μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα, §573ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτων §574πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην §575προύδωκε κοὐκ ἔσῳσʼ ἀκήρατον λέχος· §576ἐπεὶ δʼ ἁμαρτοῦσʼ ᾔσθετʼ, οὐχ αὑτῇ δίκην §577ἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει, §578ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν.
因正当的恨,我杀死了母亲,她在丈夫带着武器离开府邸、作为全希腊土地的统帅在外征战时,背叛了他,没有守住贞洁的床榻;而当她意识到自己犯错时,她没有对自己施加惩罚,而是为了不向丈夫赎罪,加害并杀害了我的父亲。
§579πρὸς θεῶν — ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν, §580φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέρος §581σιγῶν ἐπῄνουν, τί μʼ ἂν ἔδρασʼ ὁ κατθανών;
凭着神明起誓——尽管在审判杀人时提起神明并不合适,但如果我当时对母亲的行为保持沉默并表示赞许,死去的父亲会对起我来做什么?
§582οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν;
他难道不会因恨我而派复仇女神来折磨我吗?
§583ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί, §584τῷ δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
难道母亲有复仇女神作为盟友,而受了更大冤屈的父亲,却得不到她们的盟助吗?
§585σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴν §586ἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσος §587πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
老人家,是你生了恶毒的女儿,从而毁灭了我;因为正是她的放肆,使我失去了父亲,并成为了弑母者。
§588ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε §589Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν, §590μένει δʼ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.
你看,忒勒马科斯并没有杀死奥德修斯的妻子;因为她没有在丈夫之上再嫁新夫,贞洁的婚床在府邸中得以保持。
§591ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδρας §592ναίων βροτοῖσι στόμα νέμει σαφέστατον, §593ᾧ πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ· §594τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
你再看阿波罗,他居住在大地中心的神坛,向凡人传达最清晰的谕示,他说的一切我们都顺从;遵照他的旨意,我杀死了生我的母亲。
§595ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε· §596ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ.
请把那个神视为不虔敬者,并去杀死他吧;犯罪的是他,而不是我。
τί χρῆν με δρᾶν;
我当时该做什么?
§597ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
还是说,当我把罪责推给他时,这位神并不足以承担这责任?

词汇与语法注释

  1. 519πρώτην δὲ θυγατέρʼ — 此句作为前一行(第518行)动词 μισῶ(我憎恨)的直接宾语。πρώτην θυγατέρα 为宾格,意为“我憎恨不洁的女人,首先是我的女儿”。第520行的海伦(Ἑλένην τε)也连带属于这一结构。
  2. 548τοῖς λόγοισιν ἐκποδὼν — 意为“避开、不要阻碍我的言论(申辩)”。τοῖς λόγοισιν 是表示关系或妨碍对象的与格。第549行的 ἡμῖν 则是表示影响或所有的与格。
  3. 555τῷ γένους ἀρχηγέτῃ — 此词是不定式 φῦναι(出生、属于)的与格补足语,指代作为种族始祖的父亲。相比之下,母亲(“承担哺乳抚育之人”)则由属格比较级结构的 τῆς ὑποστάσης τροφάς(第556行)表示,构成了俄瑞斯忒斯论证父母角色不对称性的核心。
  4. 597ἀναφέροντί μοι — 动词 ἀναφέρω 在此处具有比喻义,指“转嫁、委付(罪责或污秽)”。省去了宾格目的语(如 αἰτίαν 或 μίασμα),单用表示“当我转嫁责任时”。此句质问该神明是否有足够的权威(ἀξιόχρεως)来承担俄瑞斯忒斯所转嫁的弑母罪责。

引用这一段

欧里庇得斯, 俄瑞斯忒斯 §519-597. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg016.humanitext-grc2:519-597

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。