§360Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην §361καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο, §362Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων §363ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι §364Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός, §365ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς· §366Μενέλαε, κεῖται σὸς κασίγνητος θανών, §367λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
因为我深知阿伽门农的命运以及他死于妻子之手的悲惨结局,当时我正将船头靠向马勒阿岬;然而,从波涛之中,航海者的预言者向我宣告了此事,涅柔斯的代言人格劳科斯,那位不妄言的神明,他显现在我面前,清晰地对我说道: “墨涅拉俄斯啊,你的兄弟已死,在他妻子为他准备的最后一次洗浴中,落入了圈套。
ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός, §370ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης, §371δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος §372φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα, §373ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς §374τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
当我踏上纳夫普利亚的土地时,我的妻子当时已被送离此地,我本想着要用亲切的双手拥抱阿伽门农的孩子奥雷斯特斯和他的母亲,以为他们生活幸福;但我却从一个水手那里听闻了廷达瑞俄斯之女那不神圣的谋杀。
那么现在请告诉我,年轻的姑娘们,他在哪里,阿伽门农的那位承受了如此可怕灾难的孩子。
§377βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν, §378ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών, §379ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών.
因为当我离开家门前往特洛伊时,他还只是克吕泰涅斯特拉怀中的婴儿,因此就算看见他,我也无法认出来。
§380ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
站在这里的就是奥雷斯特斯,墨涅拉俄斯,您所寻找的人。
§381ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
我愿自愿向您陈述我的悲惨遭遇。
§382τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω §383ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς· §384σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν.
作为一个哀求者,我首先触碰您的膝盖,从没有树枝装饰的口中发出恳求:救救我吧;您正是在我灾难最迫切的时刻到来的。
§385ὦ θεοί, τί λεύσσω;
噢,诸神啊,我看到了什么?
τίνα δέδορκα νερτέρων;
我看到的是哪位亡者?
§386εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ.
您说得对;因为我虽见光明,却因灾难而生不如死。
§387ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
可怜的人啊,你的头发竟变得如此干枯荒乱!
§388οὐχ ἡ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται.
折磨我的并非我的外表,而是我的罪行。
§389δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
你的眼眶干瘪,眼神却如此狰狞。
§390τὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι.
我的肉体已逝;但我的名字并未离我而去。
§391ὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία.
噢,你这副憔悴的模样,真是大大出乎我的意料。
§392ὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.
我便是杀害那可怜母亲的凶手。
§393ἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά.
我听说了,但要克制;少说些不祥之言。
§394φειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν.
我自会克制;但神明对我身上的灾难却毫无保留。
§395τί χρῆμα πάσχεις;
你承受着怎样的折磨?
τίς σʼ ἀπόλλυσιν νόσος;
什么病痛正在毁灭你?
§396ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος.
是良知的醒悟,因为我清楚自己犯下了可怕的罪行。
§397πῶς φῄς;
你这话讲?
σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
明白显豁才是智慧,含混不清可不是。
最折磨我的,便是这痛苦—— 因为这位女神虽可怕,但仍可医治。
§400μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.
——还有那狂乱,这是母血的复仇。
§401ἤρξω δὲ λύσσης πότε;
你是从何时开始发狂的?
τίς ἡμέρα τότʼ ἦν;
那是在哪一天?
§402ἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ.
就在我为可怜的母亲修筑坟墓的那一天。
§403πότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾷ;
是在屋里,还是在火葬堆旁守候的时候?
§404νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.
在夜里,守候着收集遗骨的时候。
§405παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;
还有别人在场,支撑着你的身体吗?
§406Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
皮拉得斯,那个与我一同流血、杀死母亲的同谋。
§407ἐκ φασμάτων δὲ τάδε νοσεῖς·
你是因为看见了什么样的幻象而得此病的?
ποίων ὕπο;
是由什么引起的?
§408ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
我似乎看见了三个如黑夜般的少女。
§409οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι.
我知道你指的是谁,但我不想提她们的名字。
§410σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν.
因为她们是庄严的;你很有教养,避而不谈她们的名字。
§411αὗταί σε βακχεύουσι συγγενῆ φόνον;
是她们因为你杀害亲人而使你发狂的吗?
§412οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.
哀哉,那些对我穷追不舍的纠缠,可怜的我啊!
§413οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
犯下可怕罪行的人遭受可怕的报应,这并不奇怪。
§414ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.
但是,我们有办法可以摆脱这灾祸。
§415μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν.
不要说是死亡;因为这并不明智。
§416Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
是福玻斯,他命令我执行了对母亲的杀戮。
§417ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
看来他对美德与公正相当无知。
§418δουλεύομεν θεοῖς, ὅ τι ποτʼ εἰσὶν οἱ θεοί.
我们侍奉神明,无论神明究竟是什么。
§419κᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
那么,当你在苦难中时,洛克西阿斯不来帮助你吗?
§420μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει.
他会来的;但神明在本性上便是如此。
§421πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
你母亲断气至今,已经过去多少时间了?
§422ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.
今天是第六天;她墓上的火葬灰烬依然温热。
§423ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί.
母亲血债的女神们追讨你,是何等神速!
§424οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυν φίλος.
我虽不明智,但我对朋友却生来是真正的朋友。
§425πατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία;
那么,为你父亲复仇对你有什么帮助吗?
§426οὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίᾳ λέγω.
还没有;我认为那未来的援助等同于无所作为。
§427τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;
你做了这些事,现在与城邦的关系如何?
§428μισούμεθʼ οὕτως ὥστε μὴ προσεννέπειν.
我们备受憎恨,以至于没人愿意跟我们说话。
§429οὐδʼ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;
难道你还没有按照习俗,洗净你双手上的血污吗?
§430ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω.
因为无论我走到哪里,都会被屋宇拒之门外。
§431τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;
市民中是谁急于把你赶出这片土地?
§432Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.
欧阿克斯,他把我父亲在特洛伊招致的怨恨发泄在我身上。
§433συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.
我明白了;他是因为帕拉墨得斯之死而向你报复。
§434οὗ γʼ οὐ μετῆν μοι· διὰ τριῶν δʼ ἀπόλλυμαι.
那事与我毫无关系;但我却因为三件事而趋于毁灭。
§435τίς δʼ ἄλλος;
还有谁?
ἦ που τῶν ἀπʼ Αἰγίσθου φίλων;
难道是埃癸斯托斯的朋友们?
§436οὗτοί μʼ ὑβρίζουσʼ, ὧν πόλις τὰ νῦν κλύει.
正是他们在侮辱我,而城邦如今正听信他们。
§437Ἀγαμέμνονος δὲ σκῆπτρʼ ἐᾷ σʼ ἔχειν πόλις;
城邦还允许你持有阿伽门农的权杖吗?