Humanitext Reader

欧里庇得斯 · 俄瑞斯忒斯 §1456-1532

海伦的消失与弗里吉亚人的求饶

第 18 段,共 20 段 · 希腊语

内容简介

弗里吉亚侍从讲述了俄瑞斯忒斯和皮拉得斯袭击海伦以及海伦神秘消失的经过。随后俄瑞斯忒斯从宫殿走出,截住逃跑的侍从并对其威逼,在一番风趣的求饶对话后放过了他。

§1456τε κακῶν ἅπερ ἔδρακον ἔδρακον §1456aἐν δόμοις τυράννων.
以及我在君王的宫殿里亲眼目睹的、目睹的那些灾祸。
§1457ἀμφιπορφυρέων πέπλων §1458ὑπὸ σκότου ξίφη σπάσα- §1458aντες ἄλλος ἄλλοσʼ ἐν χεροῖν §1459δίνασεν ὄμμα, μή τις παρὼν τύχοι.
在紫色衣袍的阴影下拔出剑来,他们手里握着剑分散在遍处,四下张望,看是否有人正好在场。
§1459aὡς κάπροι δʼ ὀρέστεροι γυ- §1460ναικὸς ἀντίοι σταθέντες §1461ἐννέπουσι· Κατθανῇ §1461aκατθανῇ,
他们如同山野里的野猪一样,挡在那女人的面前说道:“你死定了,死定了!
§1462κακός σʼ ἀποκτείνει πόσις, §1463κασιγνήτου προδοὺς §1464ἐν Ἄργει θανεῖν γόνον.
是你那卑劣的丈夫杀死了你,因为他背叛了兄弟的孩子,使其在阿耳戈斯等死。
§1465ἃ δʼ ἀνίαχεν ἴ- §1465aαχεν· Ὤμοι μοι.
” 投出尖叫,她尖叫道:“哎呀,痛哉!
§1466λευκὸν δʼ ἐμβαλοῦσα πῆχυν στέρνοις §1467κτύπησε κρᾶτα μέλεον πλαγᾷ· §1468φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον §1469ἴχνος ἔφερεν ἔφερεν·
” 她将洁白的双臂捶向胸口,用悲惨的痛击捶打着头部;她迈步逃跑,奔跑着,挪动那穿着金凉鞋的脚。
ἐς §1469aκόμας δὲ δακτύλους δικὼν Ὀρέστας, §1470Μυκηνίδʼ ἀρβύλαν προβάς, §1471ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην, §1472παίειν λαιμῶν ἔμελ- §1472bλεν εἴσω μέλαν ξίφος.
但是俄瑞斯忒斯把手指插进她的头发,穿着迈锡尼的靴子向前跨出一步,将她的脖子往自己的左肩上往后扳,正要刺入她的喉咙,用那把黑色的短剑。
§1473ποῦ δʼ ἦτʼ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;
那时屋内的弗里吉亚人都在哪里救援?
§1474ἰαχᾷ §1474aδόμων θύρετρα καὶ σταθμοὺς §1474bμοχλοῖσιν ἐκβαλόντες, ἔνθʼ ἐμίμνομεν, §1475βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης, §1476ὃ μὲν πέτρους, ὃ δʼ ἀγκύλας, §1477ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.
伴随着呐喊,将宫殿的门户和门柱用门闩撞倒,从我们被困的地方,我们从屋子的各处奔去救援,有人拿着石头,有人拿着标枪,有人手里握着已经出鞘的剑。
§1478ἔναντα δʼ ἦλθε Πυλάδης §1479ἀλίαστος, οἷος οἷος Ἕκ- §1480τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἴας, §1481ὃν εἶδον εἶδον ἐν πύλαις §1482Πριαμίσι· φασγάνων δʼ ἀκμὰς §1482aσυνήψαμεν.
但是皮拉得斯迎面阻拦,毫不退缩,就像,就像那弗里吉亚的赫克托耳,或是戴着三顶羽饰头盔的埃阿斯,我曾亲眼目睹,目睹他在普里阿摩斯的城门口;我们展开了白刃战。
§1483δὴ τότε διαπρεπεῖς τότʼ ἐγένοντο Φρύγες, §1484ὅσον Ἄρεως ἀλκὰν §1485ἥσσονες Ἑλλάδος ἐγενόμεθʼ αἰχμᾶς,
的确,那时弗里吉亚人显露出了本色,我们在阿瑞斯的武勇上比起希腊的枪矛差得多么远!
§1486ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν, §1487ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος, §1488θανάτου προβολάν· §1488aὑπὸ σκότον δʼ ἐφεύγομεν·
有人仓皇逃走,有人成了尸体,有人负着伤,有人在乞求,以求避开死亡;我们逃进了暗处。
§1489νεκροὶ δʼ ἔπιπτον, οἳ δʼ ἔμελλον, οἳ δʼ ἔκειντʼ.
尸体纷纷倒下,有的将死,有的已经躺在那里。
§1490ἔμολε δʼ ἁ τάλαινʼ Ἑρμιόνα δόμους §1490aἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅ §1491νιν ἔτεκεν τλάμων.
此时可怜的赫耳弥俄涅来到了宫殿,恰在她那不幸的母亲倒地受戮之时,那个生育她的不幸母亲。
§1491aἄθυρσοι δʼ §1492οἷά νιν δραμόντε Βάκχαι §1492aσκύμνον ἐν χεροῖν ὀρείαν §1493ξυνήρπασαν·
而他们二人犹如不带松脂杖的狂女般奔去,将她像山间的幼兽般在手中夺走。
πάλιν δὲ τὰν Διὸς κόραν §1493aἐπὶ σφαγὰν ἔτεινον· ἃ δʼ §1494ἐκ θαλάμων §1495ἐγένετο διαπρὸ δωμάτων
然后,他们再次将宙斯之女拉去受戮;然而她却从内室穿过殿宇,凭空消失了!
§1496ἄφαντος, ὦ Ζεῦ καὶ γᾶ §1497καὶ φῶς καὶ νύξ,
噢,宙斯、大地、光明与黑夜啊!
§1497aἤτοι φαρμάκοισιν ἢ §1498μάγων τέχναις ἢ θεῶν κλοπαῖς.
也不知是凭着药物,还是靠着巫师的法术,抑或是神明的窃夺。
§1499τὰ δʼ ὕστερʼ οὐκέτʼ οἶδα· δρα- §1499aπέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα.
此后的事我便不得而知了;因为我拔出逃跑的脚步,悄悄溜出了宫殿。
§1500πολύπονα δὲ πολύπονα πάθεα §1501Μενέλεως ἀνασχόμενος ἀνόνητον ἀ- §1502πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.
忍受了重重苦难、重重苦难的墨涅拉俄斯,却从特洛伊带回了与海伦徒劳无益的婚姻。
§1503καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε· §1504ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων §1505βαίνοντʼ Ὀρέστην ἐπτοημένῳ ποδί.
瞧,一波未平一波又起,这又是新的变故:我看见手持利剑的俄瑞斯忒斯正从殿前迈着激动的脚步走出来。
§1506ποῦ ʼστιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;
那个躲过我的剑、从屋里逃出来的家伙在哪里?
§1507προσκυνῶ σʼ, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.
主公,我向您顶礼膜拜,按异邦人的规矩长跪不起。
§1508οὐκ ἐν Ἰλίῳ τάδʼ ἐστίν, ἀλλʼ ἐν Ἀργείᾳ χθονί.
这里不是伊利翁,而是在阿耳戈斯的土地上。
§1509πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.
对于聪明人来说,在任何地方活着都比死好。
§1510οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν;
你该不会是大声呼喊,叫墨涅拉俄斯来救援吧?
§1511σοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.
哪里的话,我是在帮您啊;因为您更配得上。
§1512ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο;
那么,廷达瑞俄斯的女儿死得合乎公义吗?
§1513ἐνδικώτατʼ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.
最合乎公义了,哪怕她长着三个脖子来受死。
§1514δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν.
你是在用懦弱的舌头讨好我,心里可不是这么想的。
§1515οὐ γάρ, ἥτις Ἑλλάδʼ αὐτοῖς Φρυξὶ διελυμήνατο;
哪能呢,毕竟正是她毁灭了希腊,连同弗里吉亚人自己啊。
§1516ὄμοσον — εἰ δὲ μή, κτενῶ σε — μὴ λέγειν ἐμὴν χάριν.
发誓――否则我就杀了你――你不是为了讨好我才这么说的。
§1517τὴν ἐμὴν ψυχὴν κατώμοσʼ, ἣν ἂν εὐορκοῖμʼ ἐγώ.
我以我的性命发誓,我会遵守这个誓言。
§1518ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;
在特洛伊,铁器也是这样让所有弗里吉亚人感到害怕的吗?
§1519ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.
请把剑拿开,它在近处折射着可怕的杀戮之光。
§1520μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόνʼ εἰσιδών;
你害怕变成石头吗,就像看见了戈耳工一样?
§1521μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δʼ οὐ κάτοιδʼ ἐγὼ κάρα.
不,是害怕变成死尸;至于戈耳工的首级我可不知道。
§1522δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σʼ ἀπαλλάξει κακῶν;
身为奴隶,你竟害怕那能将你解脱痛苦的哈得斯吗?
§1523πᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν.
任何人,哪怕是奴隶,见到光明也是高兴的。
§1524εὖ λέγεις· σῴζει σε σύνεσις.
说得好;你的机智救了你。
ἀλλὰ βαῖνʼ ἔσω δόμων.
进去屋里吧。
§1525οὐκ ἄρα κτενεῖς με;
这么说您不杀我了?
§1525bἀφεῖσαι.
放过你了。
§1525cκαλὸν ἔπος λέγεις τόδε.
您说的是句大好话。
§1526ἀλλὰ μεταβουλευσόμεσθα.
不过我可能还会改变主意。
§1526bτοῦτο δʼ οὐ καλῶς λέγεις.
这句可就说得不妙了。
§1527μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην· §1528οὔτε γὰρ γυνὴ πέφυκας — οὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ.
傻瓜,你若以为我会屈尊弄脏我的剑去割你的喉咙;因为你既不是女人,也不算在男人之列。
§1529τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκʼ ἐξῆλθον δόμων· §1530ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.
我走出宫殿只是为了不让你大喊大叫;因为阿耳戈斯一旦听到尖锐的呼喊,就会立刻惊醒。
§1531Μενέλεων δʼ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους· §1532ἀλλʼ ἴτω ξανθοῖς ἐπʼ ὤμων βοστρύχοις γαυρούμενος·
至于墨涅拉俄斯,我并不害怕在屋里用剑迎战他;让他来吧,尽管炫耀他那垂在肩膀上的金色卷发。

词汇与语法注释

  1. 1458σπάσαντες ἄλλος ἄλλοσʼ — 复数主格分词 `σπάσαντες`(拔出剑的他们)紧接着单数分配表达 `ἄλλος ἄλλοσʼ`(各处,各自),使得主句动词 `δίνασεν`(转动)采用单数形式。这种构文体现了主语由复数整体向个体动作主体的转移。
  2. 1472παίειν λαιμῶν — `λαιμῶν`(喉咙)是表示受影响身体部位的属格,修饰表示击打的动词 `παίειν` 或表示方向的介词 `εἴσω`(……之内)。此处用以指明击打的目标(“刺入喉咙”)。
  3. 1484ἥσσονες Ἑλλάδος ... αἰχμᾶς — 比较级形容词 `ἥσσονες`(较劣于)要求比较属格 `Ἑλλάδος αἰχμᾶς`(比起希腊的枪矛)。而 `Ἄρεως ἀλκὰν`(关于阿瑞斯的武勇)则是关系(限定)宾格。
  4. 1491aδραμέντε — 双数分词 `δραμέντε`(奔跑的二人)指代俄瑞斯忒斯和皮拉得斯,与复数主句动词 `ξυνήρπασαν`(夺走)在语义上一致。这是阿提卡悲剧中用双数形描写两人共同行动的典型手法。
  5. 1511σοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν — 不定动词 `ἀμύνειν`(帮助)作为独立不定式使用,省略了表示意愿或准备就绪的动词如 `θέλω`(我愿意)或 `ἕτοιμός εἰμι`(我准备好),用以表达强烈的意图。

引用这一段

欧里庇得斯, 俄瑞斯忒斯 §1456-1532. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg016.humanitext-grc2:1456-1532

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。