Humanitext Reader

欧里庇得斯 · 俄瑞斯忒斯 §1166-1245

擒获赫耳弥俄涅之谋与向亡父祈求

第 15 段,共 20 段 · 希腊语

内容简介

俄瑞斯忒斯立誓向墨涅拉俄斯复仇,伊拉克特拉提议擒获海伦之女赫耳弥俄涅作为人质。三人赞同此计,并向阴间的阿伽门农亡灵祈求相助。

§1166στένωσι δʼ οἵπερ κἄμʼ ἔθηκαν ἄθλιον.
愿那些让我陷于不幸的人哀哭。
§1167Ἀγαμέμνονός τοι παῖς πέφυχʼ, ὃς Ἑλλάδος §1168ἦρξʼ ἀξιωθείς, οὐ τύραννος, ἀλλʼ ὅμως §1169ῥώμην θεοῦ τινʼ ἔσχε· ὃν οὐ καταισχυνῶ §1170δοῦλον παρασχὼν θάνατον, ἀλλʼ ἐλευθέρως §1171ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.
我确是阿伽门农之子,他曾作为配得上的人而统治希腊,不是作为僭主,但尽管如此拥有某种神明般的力量;我绝不让他蒙羞,绝不显露出奴隶般的死亡,而是以自由之身释放我的生命,并向墨涅拉俄斯报仇。
§1172ἑνὸς γὰρ εἰ λαβοίμεθʼ, εὐτυχοῖμεν ἄν, §1173εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία §1174κτανοῦσι μὴ θανοῦσιν· εὔχομαι τάδε.
因为如果我们能抓住一件事,我们便是幸运的,如果有某种意想不到的救助降临,给我们这些杀了人却不用死的人;我如此祈求。
§1175ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα §1176πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.
因为我所希望的事,仅仅通过言语,用翼之言语,无需代价地取悦心灵。
§1177ἐγώ, κασίγνητʼ, αὐτὸ τοῦτʼ ἔχειν δοκῶ, §1178σωτηρίαν σοὶ τῷδέ τʼ ἐκ τρίτων τʼ ἐμοί.
哥哥,我觉得我正好拥有这件东西,给你、给他,以及第三个,给我的救助。
§1179θεοῦ λέγεις πρόνοιαν.
你说的是神明的眷顾。
ἀλλὰ ποῦ τόδε;
但这在哪里呢?
§1180ἐπεὶ τὸ συνετόν γʼ οἶδα σῇ ψυχῇ παρόν.
因为我知道,你的心中确实存在着聪明才智。
§1181ἄκουε δή νυν· καὶ σὺ δεῦρο νοῦν ἔχε.
那么现在听我说;你也要把心思集中在这里。
§1182λέγʼ· ὡς τὸ μέλλειν ἀγάθʼ ἔχει τινʼ ἡδονήν.
说吧;因为等待好事也有某种快乐。
§1183Ἑλένης κάτοισθα θυγατέρʼ;
你知道海伦的女儿吗?
εἰδότʼ ἠρόμην.
我是在问一个心知肚明的人。
§1184οἶδʼ, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.
我知道,就是我母亲抚养的赫耳弥俄涅。
§1185αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον.
她已经前往克吕泰涅斯特拉的坟墓了。
§1186τί χρῆμα δράσουσʼ;
去做什么?
ὑποτίθης τίνʼ ἐλπίδα;
你暗示了什么希望?
§1187χοὰς κατασπείσουσʼ ὑπὲρ μητρὸς τάφῳ.
为了代表她的母亲在坟墓上倾注奠酒。
§1188καὶ δὴ τί μοι τοῦτʼ εἶπας ἐς σωτηρίαν;
那你告诉我这件事,跟我们的救助有什么关系?
§1189ξυλλάβεθʼ ὅμηρον τήνδʼ, ὅταν στείχῃ πάλιν.
当她回来的时候,把她抓作人质。
§1190τίνος τόδʼ εἶπας φάρμακον τρισσοῖς φίλοις;
你说这是解决我们三个朋友什么问题的药方?
§1191Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ §1192ἢ τόνδε κἀμέ — πᾶν γὰρ ἓν φίλον τόδε — §1193λέγʼ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ §1194δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντʼ ἔχειν.
在海伦死后,如果墨涅拉俄斯对你、或他或我做出任何事——因为这所有人都是一体的盟友—— 你就说你将杀死赫耳弥俄涅;并且必须拔出宝剑,架在这处子自己的脖子上。
§1195κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην §1196Ἑλένης Μενέλεως πτῶμʼ ἰδὼν ἐν αἵματι, §1197μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας· §1198ἢν δʼ ὀξυθύμου μὴ κρατῶν φρονήματος §1199κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην.
如果墨涅拉俄斯希望女儿不死而救了你,在墨涅拉俄斯看见海伦倒在血泊中的尸体之后,那就放手让父亲拥有这处子的身体;但如果他无法克制那狂怒的心,要杀你,你也同样割断这处子的喉咙。
§1200καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ, §1201χρόνῳ μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς §1202οὔτʼ ἄλκιμος πέφυκε.
我想,即使他一开始表现得极为凶狠,随着时间推移也会软化心肠;因为他天生既不勇敢也不强悍。
τήνδʼ ἡμῖν ἔχω §1203σωτηρίας ἔπαλξιν.
我为我们保留了这一手作为救助的屏障。
εἴρηται λόγος.
我的话完了。
§1204ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη, §1205τὸ σῶμα δʼ ἐν γυναιξὶ θηλείαις πρέπον, §1206ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.
啊,你拥有男子的心智,身体却适合在温婉的女子群中显现,你注定应当活下去,而不是死去。
§1207Πυλάδη, τοιαύτης ἆρʼ ἁμαρτήσῃ τάλας §1208γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος.
丕拉得斯,你难道要不幸地失去这样一位女子吗,还是能活着娶她,获得幸福的婚姻?
§1209εἰ γὰρ γένοιτο, Φωκέων δʼ ἔλθοι πόλιν §1210καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.
(丕拉得斯)但愿如此,愿她来到福基斯人的城邦,伴随着美丽的婚礼歌声,受到应有的礼遇。
§1211ἥξει δʼ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;
(俄瑞斯忒斯)赫耳弥俄涅什么时候会回到屋里?
§1212ὡς τἄλλα γʼ εἶπας, εἴπερ εὐτυχήσομεν, §1213κάλλισθʼ, ἑλόντες σκύμνον ἀνοσίου πατρός.
因为你说的其他事,只要我们能走运,便是极好的,能擒获那不敬神之父的幼崽。
§1214καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ· §1215τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.
(伊拉克特拉)我想她已经快到屋前了;因为所耗费的时间正好与此吻合。
§1216καλῶς· σὺ μέν νυν, σύγγονʼ Ἠλέκτρα, δόμων §1217πάρος μένουσα παρθένου δέχου πόδα, §1218φύλασσε δʼ ἤν τις, πρὶν τελευτηθῇ φόνος, §1219ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός, §1220ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τʼ ἐς δόμους, §1221ἢ σανίδα παίσασʼ ἢ λόγους πέμψασʼ ἔσω·
甚好;那么现在,我的妹妹伊拉克特拉,你留在屋前,候着那处子的脚步,并警惕是否有人在谋杀完成之前,或者是盟友,或者是父亲的兄弟,来到这屋里抢先一步,你要向屋里大声呼喊,或者是敲击门板,或者是把话传到里面。
§1222ἡμεῖς δʼ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον §1223ἀγῶνʼ ὁπλιζώμεσθα φασγάνῳ χέρας, §1225ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ, §1226καλεῖ σʼ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν §1227τοῖς δεομένοισι.
而我们,走进里面,为了最后的决战,用宝剑武装我们的双手,居住在黑夜之府中的父亲啊,你的儿子俄瑞斯忒斯正呼唤你前来,作为助手给予那些有需要的人。
διὰ σὲ γὰρ πάσχω τάλας §1228ἀδίκως· προδέδομαι δʼ ὑπὸ κασιγνήτου σέθεν, §1229δίκαια πράξας· οὗ θέλω δάμαρθʼ ἑλὼν §1230κτεῖναι· σὺ δʼ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ.
因为由于你,我这不幸之人遭受不公;我被你的兄弟出卖了,在我做了公正之事后;我想要擒获他的妻子并杀死她;请你成为我们此事的协力者。
§1231ὦ πάτερ, ἱκοῦ δῆτʼ, εἰ κλύεις ἔσω χθονὸς §1232τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσʼ ὕπερ.
(伊拉克特拉)父亲啊,如果在大地下,你听到了正呼唤着的儿女的声音,他们正在为你而死。
§1233ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς, §1234Ἀγάμεμνον, εἰσάκουσον· ἔκσῳσον τέκνα.
(丕拉得斯)我父亲的姻亲啊,请也听听我的阿伽门农啊,倾听吧;救救你的孩子们。
§1235ἔκτεινα μητέρα — §1235bἡψάμην δʼ ἐγὼ ξίφους — §1236ἐγὼ δʼ ἐπεβούλευσα κἀπέλυσʼ ὄκνου — §1237σοί, πάτερ, ἀρήγων.
(俄瑞斯忒斯)我杀了母亲—— (伊拉克特拉)而我用手触碰了宝剑—— (丕拉得斯)而我出谋划策,消除了迟疑—— (俄瑞斯忒斯)父亲啊,这是为了帮助你。
§1237bοὐδʼ ἐγὼ προύδωκά σε.
(丕拉得斯)我也未曾背叛你。
§1238οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;
难道你听到了这些责难,还不拯救你的孩子们吗?
§1239δακρύοις κατασπένδω σε.
我向你倾洒泪水。
§1239bἐγὼ δʼ οἴκτοισί γε.
而我则洒下哀诉。
§1240παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα.
(俄瑞斯忒斯)停下来,让我们出发去行动。
§1241εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσʼ ἀραί, §1242κλύει.
因为如果诅咒真的射入大地深处,他便听到了。
σὺ δʼ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας, §1243δότʼ εὐτυχῆσαι τῷδʼ ἐμοί τε τῇδέ τε· §1244τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία, §1245ἢ ζῆν ἅπασιν ἢ — θανεῖν ὀφείλεται.
而你,始祖宙斯与正义之尊,恩赐这位、我以及她获得成功;因为对这三个朋友而言,是一样的战斗,一样的正义,要么全体生存,要么——注定死去。

词汇与语法注释

  1. 1174κτανοῦσι μὴ θανοῦσιν — 与格分词 `κτανοῦσι` 和 `μὴ θανοῦσιν` 指代前句中救助(`σωτηρία`)所施予的对象,即省略的 `ἡμῖν`(对我们),意思是“(降临给)那些杀了人却不会死的人(的救助)”。
  2. 1183εἰδότʼ ἠρόμην — 宾格现在分词 `εἰδότα` 指代被问话的对象俄瑞斯忒斯。这是一个惯用句式,意为“我向已经知晓答案的你提问”,以此承认提问的冗余性。
  3. 1197μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας — 命令式 `μέθες`(源自 `μεθίημι`“放手、允许”)接完成时不定式 `πεπᾶσθαι`(源自 `πάομαι`“占有、拥有”)和与格 `πατρὶ`,构成了使役或允许句式,意为“允许父亲重新占有这处子的身体(将其交还)”。
  4. 1241εἴσω γῆς ἀκοντίζουσʼ ἀραί — 主语 `ἀραί`(祈祷或诅咒)与呈不及物用法的动词 `ἀκοντίζουσι`(“射入、穿透”)相结合。这体现了希腊人对于生者的强烈祈祷/诅咒能像箭一样射入地底、传达给逝去父亲的信仰。

引用这一段

欧里庇得斯, 俄瑞斯忒斯 §1166-1245. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg016.humanitext-grc2:1166-1245

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。