Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §882-958

要求献祭墨诺伊克斯的神谕与克瑞翁的拒绝

第 11 段,共 20 段 · 希腊语

内容简介

提瑞西阿斯向克瑞翁传达了残酷的神谕:为了拯救底比斯,必须将他的儿子墨诺伊克斯献祭给大地,以平息阿瑞斯古老的愤怒。克瑞翁对此表示强烈反对和拒绝。

§882Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη §883πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.
混合着阿耳戈斯与卡德摩斯的箭矢,他们将给底比斯的大地带来痛苦的哀号。
§884σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι, §885εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται.
而你,噢,这不幸的城邦,也将与他们一同被彻底毁灭,除非有人听从我的话语。
§886ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου §887μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός, §888ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.
因为第一件事本是如此:俄狄浦斯的孩子们谁也不得作为这片土地的公民或统治者留下来,因为他们被恶魔附身,将会颠覆这座城邦。
§889ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ, §890μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας.
但既然灾祸已经压倒了善意,就只有另外一种救赎的方法了。
§891ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς §892πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις §893πόλει παρασχεῖν φάρμακον σωτηρίας — §894ἄπειμι.
但是——因为对我而言说出这些既不安全,对于承受这命运的人来说,为城邦提供救赎的药方也是一件极其痛苦的事—— 我要离去了。
χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα §895τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;
再见吧;因为作为众人中的一员,如果必须,我将承受那将要来临的命运;我又能怎么办呢?
§896ἐπίσχες αὐτοῦ, πρέσβυ.
克瑞翁:停下,老人。
§896bμὴ ʼπιλαμβάνου.
提瑞西阿斯:不要拉住我。
§897μεῖνον, τί φεύγεις;
克瑞翁:留下,你为何逃走?
§897bἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ.
提瑞西阿斯:是你的命运在逃,而不是我。
§898φράσον πολίταις καὶ πόλει σωτηρίαν.
克瑞翁:告诉市民和城邦救赎的方法。
§899βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα.
提瑞西阿斯:你现在确实希望,但你很快就不会希望了。
§900καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω;
克瑞翁:而我又怎会不希望拯救祖国的土地呢?
§901θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;
提瑞西阿斯:那么你真的想听,并且心怀热忱吗?
§902ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;
克瑞翁:因为对于别的事情,又有什么更需要抱持热忱的呢?
§903κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.
提瑞西阿斯:那么现在就请听我的神谕吧。
§904πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν, §905ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν;
但首先我希望能明确了解一件事,那位带我来到这里的墨诺伊克斯在哪里?
§906ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.
克瑞翁:他就在不远处,就在你的身边。
§907ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.
提瑞西阿斯:那么现在让他离我的神谕远一点,离开这里。
§908ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.
克瑞翁:作为我的儿子,他会对自己该保密的事情保持沉默。
§909βούλῃ παρόντος δῆτά σοι τούτου φράσω;
提瑞西阿斯:那么,你希望在他面前,我将这一切向你说明吗?
§910κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.
克瑞翁:是的,因为听到救赎的方法,他也会感到高兴。
§911ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν· §913σφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας, §914σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.
提瑞西阿斯:那么现在就请听我神谕的始末:你必须为了祖国,在这里将墨诺伊克斯献祭,你的儿子,既然你亲自召唤了这命运。
§915τί φῄς;
克瑞翁:你说什么?
τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον;
老人啊,你说了什么样的话?
§916ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν.
提瑞西阿斯:凡是命定的,你便不得不去实行。
§917ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά.
克瑞翁:噢,你竟然在如此短暂的时间里,说了这么多灾祸。
§918σοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.
提瑞西阿斯:对你而言是的,但对祖国而言,却是伟大而带来救赎的。
§919οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις.
克瑞翁:我没有听到,我也未曾听见;让城邦毁灭去吧。
§920ἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν.
提瑞西阿斯:这个人已经不再是自己了,他正在退缩。
§921χαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.
克瑞翁:走吧;我不需要你的预言。
§922ἀπόλωλεν ἡ ἀλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς;
提瑞西阿斯:难道因为你遭遇不幸,真理就消亡了吗?
§923ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς — §924τί προσπίτνεις με;
克瑞翁:噢,凭着你的双膝和你那令人尊敬的白发—— 提瑞西阿斯:你为何向我下跪?
δυσφύλακτʼ αἰτῇ κακά.
你所乞求的是难以防范的灾祸。
§925σίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους.
克瑞翁:安静;不要对城邦说出这些话。
§926ἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν.
提瑞西阿斯:你命令我做不义之事;我绝不会保持沉默。
§927τί δή με δράσεις;
克瑞翁:你究竟要对我做什么?
παῖδά μου κατακτενεῖς;
你要杀死我的儿子吗?
§928ἄλλοις μελήσει ταῦτʼ, ἐμοὶ δʼ εἰρήσεται.
提瑞西阿斯:那将是别人的事,而我必须把话说完。
§929ἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνῳ κακόν;
克瑞翁:这种灾祸究竟是从何处降临到我和我的孩子身上的?
§930ὀρθῶς μʼ ἐρωτᾷς κεἰς ἀγῶνʼ ἔρχῃ λόγων.
提瑞西阿斯:你问得对,你正步入言辞的辩论。
§931δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς §932ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος, §933σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς §934Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων, §935ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον.
这个人必须在那个洞穴中——那里曾是地生之龙诞生、守护着狄耳刻泉水的地方—— 被宰杀,将杀戮之血作为奠酒献给卡德摩斯的大地,这是因为阿瑞斯古老的愤怒,他要为那条地生的巨龙复仇。
§936καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη.
只要做这些事,你们就能赢得阿瑞斯作为盟友。
§937χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματος §938αἷμʼ ἢν λάβῃ βρότειον, ἕξετʼ εὐμενῆ §939γῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυν §940σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν §941τοῦδʼ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.
大地若以人的血代替作物的果实,以血代替血,如果它得到了,你们就将拥有一片怀有善意的土地,它曾为我们生出那戴着黄金头盔的地生人的麦穗;而在这个种族中,必须有人死去,也就是那诞生自巨龙之口者的后代。
§942σὺ δʼ ἐνθάδʼ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους §943ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο, §944οἱ σοί τε παῖδες.
在这里,你是我们当中唯一剩下的地生人种族的幸存者,无论从母亲还是父亲那一方来看,都是毫无瑕疵的,你和你的孩子们都是。
Αἵμονος μὲν οὖν γάμοι §945σφαγὰς ἀπείργουσʼ.
但是,海蒙的婚礼阻碍了他成为牺牲。
οὐ γάρ ἐστιν ᾔθεος· §946κεἰ μὴ γὰρ εὐνῆς ἥψατʼ, ἀλλʼ ἔχει λέχος.
因为他已经不再是未婚青年了;因为即使他还没有同房,但他也已经有了婚约。
§947οὗτος δὲ πῶλος τῇδʼ ἀνειμένος πόλει §948θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν.
而这个为这座城邦而奉献的年轻马驹,若是死去,便能拯救祖国的大地。
§949πικρὸν δʼ Ἀδράστῳ νόστον Ἀργείοισί τε §950θήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών, §951κλεινάς τε Θήβας.
他将使阿德拉斯托斯和阿耳戈斯人尝到痛苦的归途,将黑暗的死亡投射在他们的眼前,并使伟大的底比斯重获荣耀。
τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιν §952τὸν ἕτερον· ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν.
在这两种命运中选择其一吧:要么拯救你的儿子,要么拯救城邦。
§953τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον, §954πρὸς οἶκον.
我该说的已经说完了;女儿啊,引我回家吧。
ὅστις δʼ ἐμπύρῳ χρῆται τέχνῃ, §955μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ, §956πικρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῇ· §957ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγων §958ἀδικεῖ τὰ τῶν θεῶν.
而任何使用祭火占卜之术的人都是愚蠢的;因为如果他恰好预兆了敌对与不幸的事,在那些求卜的人眼里,他就成了可憎之人;但如果出于怜悯而对求卜者说谎,他便对神明犯下了不义。
Φοῖβον ἀνθρώποις μόνον
对人类而言,唯有福波斯……

词汇与语法注释

  1. 886ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν — 指示代词 ἐκεῖνο(“那是第一件事”)起着预指(prolepsis)的作用,指代随后由不定式引导的从句“μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός”(“任何人都不作为这片土地的公民或统治者留下来”)。
  2. 891ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς — 这是一个言语中断(aposiopesis)的例子。在语法上,γάρ 从句中的不定式 εἰπεῖν 和 παρασχεῖν 依赖于形容词 ἀσφαλές 和 πικρόν。
  3. 931δεῖ τόνδε θαλάμαις — 这是一个依赖于无人称动词 δεῖ 的“对格加不定式”(A.C.I.)结构。不定式 δοῦναι(第933行)的逻辑主语是对格的 τόνδε(第931行),而不定过去时被动分词 σφαγέντα(第933行)与 τόνδε 一致。
  4. 944Αἵμονος μὲν οὖν γάμοι σφαγὰς ἀπείργουσʼ — 解释了海蒙为何被免于献祭。复数形式的 γάμοι 指的是单一的“婚礼/婚姻关系”,其原因在随后的从句中得到了补充说明:“οὐ γάρ ἐστιν ᾔθεος”(“因为他已不再是未婚青年”)和“ἔχει λέχος”(“他已有了婚约/床榻”)。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §882-958. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:882-958

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。