§792οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ, §793ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων §793aἱππείαις ἐπὶ χεύμασι βαίνων §794Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας §795Σπαρτῶν γένναν, §796ἀσπιδοφέρμονα θίασον ἐνόπλιον, §797ἀντίπαλον κατὰ λάινα τείχεα §798χαλκῷ κοσμήσας.
也不在狂乱的酒神杖下、伴随鹿皮的旋转,而是驾着战车,带着单蹄幼马的四足缰绳,在伊斯墨诺斯的骑马溪流上行进,你疾驰着,将地生人的后代吹向阿耳戈斯人,地生人的后代,那手持盾牌的武装狂欢队伍,使之成为石墙的对手,用青铜装饰起来。
争吵(厄里斯)确是一位可怕的神,她为这片土地的国王们策划了这些灾难,给多灾多难的拉布达科斯子孙。
§801ὦ ζαθέων πετάλων πολυθηρότα- §802τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών, §803μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας, §804ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων, §805χρυσοδέτοις περόναις ἐπίσαμον·
噢,那神圣树叶茂密、野兽最众的山谷,阿尔忒弥斯那白雪滋养的眼睛,基泰戎山啊,但愿你未曾抚养过那被置于死地的俄狄浦斯——伊俄卡斯忒所生的、被逐出家门的女婴/婴儿,那被逐出家门的婴儿,但愿你未曾将他养大,那被金扣针刺伤作标记的孩子。
§806μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν §807πένθεα γαίας §807aΣφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς,
那长着翅膀的处女、山中的怪物,但愿她未曾来到,作为土地的悲哀,伴着斯芬克斯那极不协和的歌声。
§808ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς §809τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς §810γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας §811Καδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλα §812θάλλει παίδων §813Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.
她曾用四足的利爪,逼近城墙,将卡德摩斯的后代抓向空中那无法企及的光芒之中,那是地底下的哈得斯派给卡德摩斯人的灾难;然而如今,另一场厄运缠身的争斗在俄狄浦斯的子嗣之间,在他们的府邸与城邦之中。
§814οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν, §815οὐδʼ οἱ μὴ νόμιμοι §816παῖδες ματρὶ λόχευμα, μίασμα πατρός· §817ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.
因为不美的事物绝不会变得美,不合礼法的孩子对母亲而言并非合规的生育,而是对父亲的玷污;因为她步入了同胞兄弟/亲属的床榻。
§818ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε, §819βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις, §820τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος §821γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος· §822Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίους §823ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας §824τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα §825διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον, §826Δίρκα χλοεροτρόφον ᾇ πεδίον §827πρόπαρ Ἰσμηνοῦ καταδεύει· §828Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ, §829Καδμείων βασιλῆας ἐγείνατο, §830μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ- §831ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼ §832Ἀρηΐοις στεφάνοισιν.
大地啊,你曾生下,你曾生下,正如我曾在这府邸中听到的异国传说那样,那源自育兽的、红冠巨龙的、牙齿中生出的种族,这牙齿中长出的后代,是底比斯最美丽的耻辱;而曾经为了哈耳摩尼亚的婚礼,天上的众神降临,底比斯的城墙伴着里拉琴,在安菲翁的琴声下,塔楼耸立,环绕在双重河流的中间水道旁,在狄耳刻灌溉那苍翠的平原之处,在伊斯墨诺斯河前;还有那长着角的祖辈伊俄,生下了卡德摩斯人的君王,而这座城邦,轮番更替着无数福祉,处于军神冠冕的最顶峰。
§834ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶ §835ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς· §836δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν, §837πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ· §838κλήρους τέ μοι φύλασσε παρθένῳ χερί, §839οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼν §840θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι.
提瑞西阿斯:在前面引路吧,女儿;因为对于盲足,你就是眼睛,正如星星之于水手;引导我的脚步来到这平坦的地面上,前进吧,免得我们跌倒;父亲已经虚弱了;用你少女的手,为我守护好那些占卜的签,那是得自我学习鸟类征兆后,在进行占卜的神圣座席上所获得的。
§841τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι §842πόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸς §843πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ, §844πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.
提瑞西阿斯:孩子墨诺伊克斯,克瑞翁之子,告诉我,前往你父亲那里的城内剩余的路程还有多远;因为我的膝盖疲惫不堪,纵然迈步频频,也几乎无法前行。
§845θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς §846ἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον· §847ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ §848χειρὸς θυραίας ἀναμένειν κουφίσματα.
墨诺伊克斯:放心吧;提瑞西阿斯,你已经走近了你的朋友们,到达了终点;拉住他吧,孩子;因为所有的战车与老人的双脚,都习惯期待外来双手的扶持。
§849εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον;
提瑞西阿斯:好吧,我们到了;克瑞翁,为何你如此匆忙地召我前来?
克瑞翁:我们还没有忘记;但请你积蓄力量,调匀呼吸,忘却旅途的陡峭。
§852κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο §853δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας· §854κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός, §855οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ· §856καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω §857λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.
提瑞西阿斯:我确实因劳累而瘫软,前一天刚被送离埃里克托尼乌斯子孙的土地来到这里;因为在那里也有一场尤摩尔浦斯之矛的战争,我在那里使凯克洛普斯的后代赢得了辉煌的胜利;如你所见,我戴着这顶金冠,作为敌人战利品的初奉而获得的。
§858οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη· §859ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ, §860δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.
克瑞翁:我将你那得胜的冠冕视作吉兆;因为如你所知,我们正处于达那俄斯人长矛风暴之中,这对底比斯是一场伟大的决战。
§861βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις §862ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα· §863ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα, §864τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
国王埃特俄克勒斯已经全副武装,前去迎战迈锡尼的力量;但他已嘱咐我向你打听清楚,我们该怎么做,才能最好地保全这座城邦。
§865Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμα §866χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν, §867λέξω.
提瑞西阿斯:如果是为了埃特俄克勒斯,我本会闭口不言并隐瞒神谕;但既然你渴望知道,我就告诉你。
νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον, §868ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶν §869πόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν· §870αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶ §871θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.
克瑞翁啊,这片土地早已积怨成疾,自从拉伊俄斯违背神意生下了儿子,生下了俄狄浦斯——他母亲那可怜的丈夫;而他双眼那血淋淋的毁灭,是诸神的巧计,也是对希腊的警示。
§872ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ §873χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι, §874ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ §875οὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ §876ἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰς §877δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.
俄狄浦斯的子嗣们企图随着时间的推移掩盖这一切,仿佛真的能逃脱诸神惩罚一般,愚昧地犯下了过错;他们既不给父亲应得的尊荣,也不容许他外出,反倒使那不幸的人变得狂暴;于是他向他们吐露了可怕的诅咒,因他既病弱又饱受凌辱。
而我,有什么是我没做过的,有什么话是我没说过的,以致招来了俄狄浦斯子嗣们的仇恨?