Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §709-791

七门的防御部署与埃特俄克勒斯的嘱托

第 9 段,共 20 段 · 希腊语

内容简介

埃特俄克勒斯与克瑞翁商讨应对阿耳戈斯军队进攻的战术,最终决定在七座城门前各派一位最勇敢的将领驻守自卫。出征前,埃特俄克勒斯将妹妹安提戈涅的婚事托付给克瑞翁,并下令严禁埋葬波吕涅克斯的尸体。

§709λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;
埃特俄克勒斯:那么,关于那边的最新动向,他到底说了什么?
§710μέλλειν §711ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν.
克瑞翁:说他们正准备立刻合围,阿耳戈斯的军队。
§712ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει.
埃特俄克勒斯:那么,我们必须为卡德摩斯的城邦拿出武器了。
§713ποῖ;
克瑞翁:去哪里?
μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν;
莫非你年轻气盛,看不见你该看见的东西?
§714ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα.
埃特俄克勒斯:到这些战壕之外,以便立刻交战。
§715σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι.
克瑞翁:这片土地的兵力微薄,而他们却数不胜数。
§716ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.
埃特俄克勒斯:我知道他们只是在口头上勇敢。
§717ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα.
克瑞翁:阿耳戈斯在希腊人中拥有某种威望。
§718θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου.
埃特俄克勒斯:放心吧;我很快就会用他们的尸体填满平原。
§719θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου.
克瑞翁:但愿如此;但我看这需要极大的劳苦。
§720ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.
埃特俄克勒斯:因为我绝不把军队留守在城墙之内。
§721καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία.
克瑞翁:然而,胜利完全取决于深谋远虑。
§722βούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς;
埃特俄克勒斯:那么,你希望我转向其他什么途径吗?
§723πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.
克瑞翁:是的,在彻底陷入危险之前,尝试所有的方法。
§724εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;
埃特俄克勒斯:如果我们趁着夜色,从埋伏处袭击他们呢?
§725εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν.
克瑞翁:只要你在失败后,还能安全地退回这里。
§726ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
埃特俄克勒斯:夜色对双方是平等的,但对敢于冒险的人更有利。
§727ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.
克瑞翁:在黑夜的阴影中遭遇不幸是可怕的。
§728ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;
埃特俄克勒斯:那么,当他们正在吃晚饭时,我发起长矛攻击呢?
§729ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.
克瑞翁:这会引起恐慌;但我们必须赢得胜利。
§730βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.
埃特俄克勒斯:确实,狄耳刻的渡口太深,不便他们撤退。
§731ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.
克瑞翁:一切都比不上好好防卫自己。
§732τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;
埃特俄克勒斯:那么,如果我们用骑兵袭击阿耳戈斯的军队呢?
§733κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ.
克瑞翁:那里也有战车在周围防守着士兵。
§734τί δῆτα δράσω;
埃特俄克勒斯:那我究竟该怎么办?
πολεμίοισι δῶ πόλιν;
把城邦让给敌人吗?
§735μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός.
克瑞翁:千万不要;你要出谋划策,既然你很聪明。
§736τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;
埃特俄克勒斯:那么,什么样的预见才是更聪明的?
§737ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ — §738τί προστετάχθαι δρᾶν;
克瑞翁:他们说有七个男人,正如我所听到的—— 埃特俄克勒斯:被派去做什么?
τὸ γὰρ σθένος βραχύ.
因为他们的力量微薄。
§739λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις.
克瑞翁:统领七个部队,驻守在七个城门前。
§740τί δῆτα δρῶμεν;
埃特俄克勒斯:那我们该怎么办?
ἀπορίαν γὰρ οὐ μενῶ.
我不能坐以待毙。
§741ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.
克瑞翁:你也挑选七个男人,在城门前对抗他们。
§742λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;
埃特俄克勒斯:是去统领部队,还是去进行单兵长矛对决?
§743λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.
克瑞翁:去统领部队,挑选那些最勇敢的人。
§744ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις.
埃特俄克勒斯:我明白了;去防守城墙的登攀处。
§745καὶ ξυστρατήγους γʼ· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ.
克瑞翁:还要作为共同的将领;因为一个人无法看清一切。
§746θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ;
埃特俄克勒斯:是看重勇气而挑选,还是凭着智谋?
§747ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον.
克瑞翁:两者都要;因为留下任何一个,另一个都毫无用处。
§748ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν §749τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις, §750ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.
埃特俄克勒斯:就这样办;我去那七重塔的城邦按照你的话,在城门前布置部队的长官,以对等的兵力对抗对等的敌人。
§751ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν, §752ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων.
一一说出每个人的名字太浪费时间了,当敌人就驻扎在城墙下时。
§753ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα.
但我得走了,免得让我们的双手闲着。
§754καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖν §755καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί.
但愿我能遇到我的兄弟,与他当面对峙,并在交战中用长矛将他刺杀。
§757γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ §758Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ, §759σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυον §760τὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς.
至于我妹妹安提戈涅和你儿子海蒙的婚事,如果我遭遇什么不测,你必须予以关照;而先前的许诺,我如今在出征时使其确凿。
§761μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν;
你是我母亲的兄弟;何必多费口舌?
§762τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν.
请配得上你身份地抚养她,也为了我的缘故。
§763πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει, §764ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα· §765ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ.
而父亲因自刺双眼,自尝愚昧的苦果;我不太赞赏他;若有机会,他会用诅咒把我们杀死。
§766ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον §767οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι, §768τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸν §769Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον, §770λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον· §771σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται, §772ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην §773ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.
但有一件事我们还未做,如果有什么神谕鸟占师泰瑞西阿斯有话要说,我们要向他打听清楚;而我将派你的儿子墨诺伊克斯——与你的父亲同名,带泰瑞西阿斯到这里来,克瑞翁;因为对你,他会乐意交谈,但我曾当面指责过他的占卜之术,所以他对我有怨言。
§774πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον· §775ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν §776μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί, §777θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ.
我把这件事托付给城邦,也托付给你,克瑞翁:如果我的事业获胜,决不能让波吕涅克斯的尸体埋葬在这片底比斯的土地上,谁要是埋葬他,谁就得死,哪怕是他的亲友。
§779ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα, §780ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς §781ὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ.
带上我的盔甲和全副武装的护具,好让我们现在就带着得胜的正义,奔赴这场眼前的长矛之战。
§782τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν, §783προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.
我们向诸神中最有用的“慎重”祈祷,祈求她保全这座城邦。
§784ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματι §785καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς;
歌队:噢,多灾多难的阿瑞斯,为何你总是伴着鲜血与死亡,与布罗米奥斯的节日如此不协调地肆虐?
§786οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας §787βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ §788μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί, §789ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας §790αἵματι Θήβας §791κῶμον ἀναυλότατον προχορεύεις.
你不是在少女时代的优美舞冠中,伴着笛声披散发丝,高唱美惠三女神领舞的歌谣,而是与全副武装者同行,鼓动阿耳戈斯的军队,为了底比斯的鲜血,在最没有笛声的狂暴游行中领舞。

词汇与语法注释

  1. §711ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν — 不定式 ἑλίξειν(意为“合围、包围”)在“对格+不定式”结构中以 Ἀργείων στρατόν 为逻辑主语,并省略了直接宾语(如 ἡμᾶς“我们”)。
  2. §719θέλοιμʼ ἄν — 现在时祈愿式 θέλοιμι 连用不变化小词 ἄν 表示潜在的愿望(“但愿如此”)。这与前一行埃特俄克勒斯气势汹汹的狂言(“用他们的尸体填满平原”)形成对比,突显了克瑞翁谨慎、客观的担忧。
  3. §731τοῦ φυλάσσεσθαι καλῶς — 比较级形容词 κάκιον(“更糟、更劣”)之后的属格短语 τοῦ φυλάσσεσθαι καλῶς 是比较属格。直译为“与好好自卫相比,一切事情都更糟”,强调了做好自身防范才是万全之策。
  4. §753ὅπως ἂν μὴ καταργῶμεν χέρα — 连词 ὅπως 连用 ἄν 引导现在时虚拟式 καταργῶμεν(意为“使……空闲、荒废”),构成否定目的从句(“免得让我们的双手闲着”)。在目的从句中虚拟式伴随 ἄν 是古典悲剧等诗歌体裁中的特征,带有一丝条件性或潜在的色彩。
  5. §759τὴν δόσιν δʼ ἐχέγγυον τὴν πρόσθε ποιῶ — 名词 δόσις(“给予”)在此指代先前关于安提戈涅与海蒙的承诺(婚约)。形容词 ἐχέγγυον(“有担保的、确凿的”)处于谓语位置,意为“我如今在出征之际,使先前的承诺变得确凿(予以保证)”。
  6. §785παράμουσος ἑορταῖς — 形容词 παράμουσος(意为“不协调、与歌舞不合的”)连用与格 ἑορταῖς,表示“与布罗米奥斯(巴克科斯)的节日不协调”。歌队在此叹息阿瑞斯所主管的“鲜血与死亡”同充满喜悦的狄奥尼索斯庆典舞蹈之间存在着剧烈冲突。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §709-791. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:709-791

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。