Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §613b-708

波吕涅克斯的离去与克瑞翁的到来

第 8 段,共 20 段 · 希腊语

内容简介

波吕涅克斯与埃特俄克勒斯之间的谈判彻底破裂,波吕涅克斯带着诅咒离去。随后,歌队歌颂了底比斯建国的传说,克瑞翁则前来向埃特俄克勒斯禀报最新的战况。

§613bμολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.
埃特俄克勒斯:去阿耳戈斯吧,去呼唤勒耳那之水。
§614εἶμι, μὴ πόνει·
波吕涅克斯:我会走的,不用你费神。
σὲ δʼ αἰνῶ, μῆτερ.
但是母后,我向您致谢。
§614bἔξιθι χθονός.
埃特俄克勒斯:滚出这片土地。
§615ἔξιμεν·
波吕涅克斯:我会走。
πατέρα δέ μοι δὸς εἰσιδεῖν.
但请让我见见父亲。
§615bοὐκ ἂν τύχοις.
埃特俄克勒斯:你休想如愿。
§616ἀλλὰ παρθένους ἀδελφάς.
波吕涅克斯:那么,让我见见未婚的妹妹们。
§616bοὐδὲ τάσδʼ ὄψῃ ποτέ.
埃特俄克勒斯:她们你也休想再见到。
§617ὦ κασίγνηται.
波吕涅克斯:噢,妹妹们!
§617bτί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;
埃特俄克勒斯:你这最令人憎恨的人,为何要呼唤她们?
§618μῆτερ, ἀλλά μοι σὺ χαῖρε.
波吕涅克斯:母后,但愿您安好。
§618bχαρτὰ γοῦν πάσχω, τέκνον.
约卡斯特:孩子,我所承受的真是“快乐”的事啊。
§619οὐκέτʼ εἰμὶ παῖς σός.
波吕涅克斯:我不再是您的孩子了。
§619bἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ.
约卡斯特:我注定是个在多重苦难中不幸的人。
§620ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει.
波吕涅克斯:因为此人侮辱我。
§620bκαὶ γὰρ ἀνθυβρίζομαι.
埃特俄克勒斯:因为我也同样受到了侮辱。
§621ποῦ ποτε στήσῃ πρὸ πύργων;
波吕涅克斯:你究竟要在城墙前的什么地方列阵?
§621bὡς τί μʼ ἱστορεῖς τόδε;
埃特俄克勒斯:你为何向我打听这个?
§622ἀντιτάξομαι κτενῶν σε.
波吕涅克斯:我要与你对峙,亲手杀了你。
§622bκἀμὲ τοῦδʼ ἔρως ἔχει.
埃特俄克勒斯:我也同样渴望着这件事。
§623ὦ τάλαινʼ ἐγώ·
约卡斯特:我真不幸!
τί δράσετʼ, ὦ τέκνα;
孩子们,你们要做什么?
§623bαὐτὸ σημανεῖ.
埃特俄克勒斯:事态本身会表明的。
§624πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς;
约卡斯特:难道你们不躲避父亲的复仇女神吗?
§624bἐρρέτω πρόπας δόμος.
埃特俄克勒斯:让整个家族都毁灭吧。
§625ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.
波吕涅克斯:因为很快,我那染血的利剑将不再闲置。
§626τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι, §627ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός, §628δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·
我呼唤养育我的土地与诸神作证,我是如何蒙受耻辱、惨遭不幸地被逐出这片土地,就像个奴隶,而不是同样生于父亲俄伊迪普斯。
§629κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ· §630οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός.
城邦啊,如果你遭遇了什么,不要怨我,而要怪这个人;因为我并非自愿前来,如今也是违背心愿地被驱逐出境。
§631καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε, §632ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα.
还有您,阿波罗阿圭欧斯神,以及我的殿宇,再见,还有我的同辈们,以及接受牺牲献祭的诸神塑像。
§633οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε· §634ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς §635τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.
因为我不知道,以后是否还能有机会再次问候你们;但我的希望还未泯灭,我信赖着诸神,定能手刃此人,并统治底比斯这片土地。
§636ἔξιθʼ ἐκ χώρας·
埃特俄克勒斯:滚出这个国家!
ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ §637ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.
父亲因神圣的预见,给你起名为“波吕涅克斯”,确实是预示了纷争。
§638Κάδμος ἔμολε τάνδε γᾶν §639Τύριος, ᾧ τετρασκελὴς §640μόσχος ἀδάματον πέσημα §641δίκε τελεσφόρον διδοῦσα §642χρησμόν, οὗ κατοικίσαι §643πεδία νιν τὸ θέσφατον §644πυροφόρα δόμων ἔχρη, §645καλλιπόταμος ὕδατος ἵνα τε §646νοτὶς ἐπέρχεται γύας, §647Δίρκας χλοηφόρους §648καὶ βαθυσπόρους γύας· §649Βρόμιον ἔνθα τέκετο μά- §650τηρ Διὸς γάμοισι,
歌队:提洛人卡德摩斯来到这片土地,那头四足的未驯服的牝牛倒下,实现了预言指示他定居在麦浪滚滚的平原之上,那里有美丽清泉的湿润水流,浇灌着田地,即狄耳刻那片青绿且深播作物的田野;在那里,母亲因与宙斯的结合生下了布罗米奥斯。
§651κισσὸς ὃν περιστεφὴς §652ἕλικος εὐθὺς ἔτι βρέφος §653χλοηφόροισιν ἔρνεσιν §654κατασκίοισιν ὀλβίσας ἐνώτισεν, §655Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι §656καὶ γυναιξὶν εὐίοις.
当他还是个婴儿时,缠绕的常春藤立即用翠绿的绿枝遮蔽,将其庇护并遮盖在他的背上,成为底比斯少女与狂喜妇人们的巴克科斯之舞。
§657ἔνθα φόνιος ἦν δράκων §658Ἄρεος ὠμόφρων φύλαξ §659νάματʼ ἔνυδρα καὶ ῥέεθρα §660χλοερὰ δεργμάτων κόραισι §661πολυπλάνοις ἐπισκοπῶν· §662ὃν ἐπὶ χέρνιβας μολὼν §663Κάδμος ὄλεσε μαρμάρῳ· §664κρᾶτα φόνιον ὀλεσίθηρος §665ὠλένας δικὼν βολαῖς, §666δίας ἀμάτορος δʼ §669ἐς βαθυσπόρους γύας §668γαπετεῖς δικὼν ὀδόν- §667τας φραδαῖσιν·
在那儿曾有一条嗜血的巨龙,它是战神阿瑞斯凶残的守护者,用它那四处转动、游移不定的眼眸凝视并看守着水源;卡德摩斯为了汲取祭祀的净水而至,用石块击杀了那巨龙;这位斩兽者挥动手臂,猛击并砸碎了那血腥的蛇头,并依照那神圣、无母的播种到深播作物的田野里,将落地的蛇牙女神指示。
§670ἔνθεν ἐξανῆκε γᾶ §671πάνοπλον ὄψιν ὑπὲρ ἄκρων §672ὅρων χθονός· σιδαρόφρων §673δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ.
于是,大地升起了满眼尽是全副武装的身影,超出了大地的极境;然而铁石心肠的杀戮又将他们与亲爱的大地联结在一起。
§674αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι §675δεῖξεν αἰθέρος πνοαῖς.
他们用鲜血浸湿了这片曾将他们展现在晴朗微风中的大地。
§676καὶ σέ, τὸν προμάτορος §677Ἰοῦς ποτʼ ἔκγονον §678Ἔπαφον, ὦ Διὸς γένεθλον, §679ἐκάλεσα βαρβάρῳ βοᾷ, §680ἰώ, βαρβάροις λιταῖς· §681βᾶθι βᾶθι τάνδε γᾶν·
还有您,我们始祖伊俄昔日的后代—— 埃帕福斯,噢,宙斯之子,我用异乡人的呼声召唤您,啊,用异乡人的祈祷:降临吧,降临这片土地吧!
§682— σοί νιν ἔκγονοι κτίσαν §683καὶ διώνυμοι θεαί, §684Περσέφασσα καὶ φίλα §685Δαμάτηρ θεά, §686πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός, §687κτήσαντο — πέμπε πυρφόρους §688θεάς, ἄμυνε τᾷδε γᾷ·
——您的后代为您建立起这里,拥有双重名号的女神们,佩尔塞福涅与亲爱的德墨忒尔女神—— 万物的女王,滋养万物的大地—— 掌握了这里——请派遣手持火炬的女神们,来保卫这片土地吧!
§689πάντα δʼ εὐπετῆ θεοῖς.
因为对于神明来说,一切都轻而易举。
§690χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως §691Κρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς, §692λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς §693θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα, §694πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.
埃特俄克勒斯:你去把墨诺伊克斯之子克瑞翁——我母亲约卡斯特的兄弟带来,告诉他:关于国家的家事与国事,我想与他共同商议,在步入战场和列阵交锋之前。
§695καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών· §696ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς.
不过,他亲自来到,省去了你的奔波;因为我看见他正朝我的宫殿走来。
§697ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξ §698Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας §699φυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος.
克瑞翁:埃特俄克勒斯王啊,我确实四处寻找,只为见你一面,我走遍了卡德摩斯城门周围,巡视了哨所,寻找着你的身影。
§700καὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον· §701πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς §702ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.
埃特俄克勒斯:其实,我也正想见你,克瑞翁;因为当我前去与波吕涅克斯对话时,发现和解的希望极其渺茫。
§703ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν, §704κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα.
克瑞翁:我听说他心比天高,根本不把底比斯放在眼里,他倚仗着与阿德拉斯托斯的姻亲关系和那支军队。
§705ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν· §706ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων.
但我们必须把这些事托付给诸神;至于眼前最紧迫的事,我是来向你禀报的。
§707τὰ ποῖα ταῦτα;
埃特俄克勒斯:那是什么事?
τὸν λόγον γὰρ ἀγνοῶ.
我还不知道情况。
§708ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.
克瑞翁:来了一个来自阿耳戈斯人的俘虏。

词汇与语法注释

  1. 618bχαρτὰ γοῦν πάσχω — 该表达使用形容词 'χαρτός'(意为“令人快乐的,可喜的”)的中性复数形式 'χαρτά',带有强烈的反讽色彩,叹息约卡斯特实际上处于极其凄惨且备受折磨的境遇中。
  2. 623bαὐτὸ σημανεῖ — 作主语的指示代词 'αὐτό' 指代“事态本身,结果本身”,与动词 'σημανεῖ'('σημαίνω'“表明,示意”的将来时)共同构成惯用表达,意为“事态(或战争本身)自会说明一切”。
  3. 642οὗ κατοικίσαι πεδία νιν τὸ θέσφατον πυροφόρα δόμων ἔχρη — 动词 'ἔχρη' 是 'χράω'(宣告神谕)的第三人称单数过去时(未完成过去时或不定过去时),其主语为 'τὸ θέσφατον'(神谕)。宾格代词 'νιν'(他,即卡德摩斯)作不定式 'κατοικίσαι'(定居)的逻辑主语。
  4. 682σοί νιν ἔκγονοι κτίσαν — 与格代词 'σοί' 指代埃帕福斯,宾格代词 'νιν' 指代底比斯土地。主语 'ἔκγονοι'(后代们)指的是埃帕福斯的后裔卡德摩斯等人。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §613b-708. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:613b-708

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。