Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §543-613

伊俄卡斯忒倡导平等与兄弟彻底决裂

第 7 段,共 20 段 · 希腊语

内容简介

约卡斯特向埃特俄克勒斯阐明了“平等”与“克制”的重要性,并劝诫波吕涅克斯不要愚蠢地攻打祖国,但两兄弟拒绝和解,在一番激烈的针锋相对后,最终走向了彻底的决裂。

§543νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς §544ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον, §545κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
约卡斯特:夜之无光的眼眸与太阳之光华,同样地走过一年的周期,两者中任何一方,都不会因为屈居人后而心生嫉妒。
§546εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς §547σὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον §548καὶ τῷδε νεῖμαι;
如此说来,太阳与黑夜尚且为凡人服务,而你却不能容忍拥有一半的家产并分给此人吗?
κᾆτα ποῦ ʼστιν ἡ δίκη;
那么,正义究竟在哪里?
§549τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, §550τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε;
你为何将独裁——这幸福的不义—— 尊崇过甚,并视之为伟大的事物?
§551περιβλέπεσθαι τίμιον;
难道被众人瞩目是光荣的吗?
κενὸν μὲν οὖν.
那不过是虚无罢了。
§552ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασι §553βούλῃ;
还是说,你想在宫殿中占有很多,从而承受诸多辛劳?
τί δʼ ἔστι τὸ πλέον;
这“更多”又算什么?
ὄνομʼ ἔχει μόνον· §554ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν.
它仅仅是一个名号而已;因为对于克己节制的人来说,衣食无忧便已足够。
§555οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί, §556τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα· §557ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν.
凡人绝非拥有自己的财产,我们不过是执掌并看管神明的东西;当神明需要时,便会再次将其夺回。
§559ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα, §560πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις, §561ἐρεῖς τυραννεῖν;
且慢,如果我同时提出两个选择问你,你是想独裁,还是想拯救城邦,你会说想要独裁吗?
ἢν δὲ νικήσῃ σʼ ὅδε;
但如果此人战胜了你呢?
§563ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε, §564ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας §565βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.
你将目睹底比斯这整座城邦被征服,你也将目睹许多被俘的少女被敌方的男子强行蹂躏。
§566ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν, §567γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.
那么,你力图拥有的财富将成为底比斯的痛苦之源,而你则成了一个利欲熏心之人。
§568σοὶ μὲν τάδʼ αὐδῶ.
我对你说这些。
σοὶ δέ, Πολύνεικες, λέγω· §569ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο, §570ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν.
而对你,波吕涅克斯,我说:阿德拉斯托斯向你施予了愚蠢的恩惠,而你来摧毁自己的城邦,也是愚昧至极。
§571φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ — ὃ μὴ τύχοι ποτέ —
且慢,如果你占领了这片土地——愿此事永不发生!
§572πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;
—— 凭着诸神起誓,你将如何为宙斯树立战功纪念碑?
§573πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,
征服了祖国之后,你又将如何主持祭祀?
§574καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς;
在伊纳科斯河畔,你又该如何在战利品上刻下铭文?
§575Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς §576ἀσπίδας ἔθηκε;
“波吕涅克斯烧毁了底比斯,将这些盾牌献给神明”?
μήποτʼ, ὦ τέκνον, κλέος §577τοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν.
孩子,愿名声这样的污名永远不要从希腊人那里被你获得。
§578ἢν δʼ αὖ κρατηθῇς καὶ τὰ τοῦδʼ ὑπερδράμῃ, §579πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;
可是相反,如果你战败了,此人的力量压倒了你,你又如何能抛下无数尸首,回到阿耳戈斯去?
§580ἐρεῖ δὲ δή τις· ὦ κακὰ μνηστεύματα §581Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον §582ἀπωλόμεσθα.
定会有人说道:“阿德拉斯托斯,你缔结了这恶毒的姻盟,仅因一个新娘的婚事,我们便全军覆没。
δύο κακὼ σπεύδεις, τέκνον, §583κείνων στέρεσθαι τῶνδέ τʼ ἐν μέσῳ πεσεῖν.
”孩子,你正在急切地招致双重灾难:既失去那里的支持,又在这里的战火中倒下。
§584μέθετον τὸ λίαν, μέθετον·
放下你们的固执吧,你们两个都放下吧!
ἀμαθία δυοῖν, §585ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν.
当两个人的愚蠢汇聚到同一处时,便是最可恶的灾祸。
§586ὦ θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶν §587καὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε.
歌队:诸神啊,求你们消除这些灾祸,给俄伊迪普斯的孩子们带来某种和解吧。
§588μῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνος §589οὑν μέσῳ μάτην, περαίνει δʼ οὐδὲν ἡ προθυμία·
埃特俄克勒斯:母亲,现在已经不是言辞之争的时候了,其间的时间只是白白浪费,纵使热忱也毫无进展。
§590οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ʼπὶ τοῖς εἰρημένοις, §591ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός·
因为除了已宣布的条件,即我执掌王权并成为这片土地的统治者之外,我们绝不会达成协议。
§592τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα.
所以,请免去这些冗长的劝诫,放手让我去做吧。
§593καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ.
还有你,退到这些城墙之外去,否则你只有死路一条。
§594πρὸς τίνος;
波吕涅克斯:死在谁手里?
τίς ὧδʼ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος §595φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;
谁能如此刀枪不入,将致命的利剑刺向我,却自己不落得同样的下场?
§596ἐγγύς, οὐ πρόσω βέβηκεν·
埃特俄克勒斯:此人就在近旁,绝不遥远。
ἐς χέρας λεύσσεις ἐμάς;
你看我的双手了吗?
§597εἰσορῶ·
波吕涅克斯:我看到了。
δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.
但财富是一种懦弱、贪生怕死的祸害。
§598κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;
埃特俄克勒斯:那么,你竟带着如此多的人,来对付一个在战斗中微不足道的人吗?
§599ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης.
波吕涅克斯:因为一个谨慎的统帅胜过一个鲁莽的将领。
§600κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν.
埃特俄克勒斯:你大言不惭,不过是倚仗着免你于一死的停战协定。
§601καὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.
波吕涅克斯:对你也是一样! 其次,我要求收回王权和我的那份土地。
§602οὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.
埃特俄克勒斯:我们不受此要求限制;因为我将居住在我自己的家园中。
§603τοῦ μέρους ἔχων τὸ πλεῖον;
波吕涅克斯:占有着超出你应得份额的财产?
§603bφήμʼ·
埃特俄克勒斯:没错。
ἀπαλλάσσου δὲ γῆς.
所以,滚出这片土地。
§604ὦ θεῶν βωμοὶ πατρῴων — §604bοὓς σὺ πορθήσων πάρει.
波吕涅克斯:噢,祖先世代信奉的神明祭坛—— 埃特俄克勒斯:那正是你前来蹂躏的祭坛。
§605κλύετέ μου — §605bτίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου;
波吕涅克斯:请倾听我—— 埃特俄克勒斯:对一个发兵攻打祖国的人,谁会倾听你?
§606καὶ θεῶν τῶν λευκοπώλων δώματα — §606bοἳ στυγοῦσί σε.
波吕涅克斯:还有驾驭白马之神明的殿宇—— 埃特俄克勒斯:那些神明都憎恨你。
§607ἐξελαυνόμεσθα πατρίδος — §607bκαὶ γὰρ ἦλθες ἐξελῶν.
波吕涅克斯:我正被逐出祖国—— 埃特俄克勒斯:因为你来这里也是为了把人赶走。
§608ἀδικίᾳ γʼ, ὦ θεοί.
波吕涅克斯:这是不义,噢,诸神啊!
§608bΜυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς.
埃特俄克勒斯:去迈锡尼呼唤神明吧,别在这里。
§609ἀνόσιος πέφυκας — §609bἀλλʼ οὐ πατρίδος, ὡς σύ, πολέμιος.
波吕涅克斯:你是个不敬之人—— 埃特俄克勒斯:但我可不像你,是祖国的敌人。
§610ὅς μʼ ἄμοιρον ἐξελαύνεις.
波吕涅克斯:你竟然剥夺我的份额并把我驱逐!
§610bκαὶ κατακτενῶ γε πρός.
埃特俄克勒斯:而且我还准备把你杀掉。
§611ὦ πάτερ, κλύεις ἃ πάσχω;
波吕涅克斯:噢,父亲,您听见我遭受的对待了吗?
§611bκαὶ γὰρ οἷα δρᾷς κλύει.
埃特俄克勒斯:他也听见你所做的事情。
§612καὶ σύ, μῆτερ;
波吕涅克斯:还有您,母亲?
§612bἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.
埃特俄克勒斯:你直呼母亲的名号是不合王法的。
§613ὦ πόλις.
波吕涅克斯:噢,城邦!

词汇与语法注释

  1. §544ἴσον — 用作副词,意为“平等地”或“等长地”,描绘了白昼与黑夜如何均等地分担并走过一年的周期。
  2. §545νικώμενον — 现在时被动分词中性单数,修饰前文的主语 οὐδέτερον。在句中起时间或让步的作用,意为“当被击败时”或“即使屈居人后”。
  3. §546εἶθʼ — εἶτα(然后、然而)的省音。用于引入强烈的对比,将自然天体秩序为人类服务的事实,与埃特俄克勒斯拒绝与手足分享的无理现实进行愤慨的对照。
  4. §568σοὶ μὲν ... σοὶ δέ — 同一第二人称单数与格代名词通过 μέν 与 δέ 进行对比,产生了强烈的戏剧效果,表明母亲约卡斯特急剧地将说话对象从埃特俄克勒斯转向波吕涅克斯。
  5. §571ὃ μὴ τύχοι ποτέ — 以关系代词 ὅ 为主语,配以不定过去时希求法第三人称单数 τύχοι 和否定词 μή,构成表示强烈不愿其实现的祈愿独立插入句,意为“愿此事永不发生”。
  6. §580Ἄδραστε προσθείς — 主格分词 προσθείς, 与呼格 Ἄδρα斯特 构成同格修饰。这是一种诗歌中的破格用法,旨在将行为的责任直接归于被呼唤的对象。
  7. §584μέθετον — 动词 μεθίημι 的第二人称双数不定过去时主动命令式,明确表明说话的对象是眼前的兄弟两人(埃特俄克勒斯和波吕涅克斯)。
  8. §599ἀσφαλὴς — 单数主格形容词。根据后文对比句中的 θρασὺς στρατηλάτης(鲁莽的将领),此处省略了名词 στρατηλάτης(将领),意为“谨慎的将领”。
  9. §600θανεῖν — 置于动词 σῴζω(救助)之后,表示结果或限制的不定式。在古希腊语中,表示预防、免除或拯救的动词常接简单不定式,用以表示“免于死”或“不致于死”。
  10. §612bμητρὸς ... κάρα — 直译为“母亲的头颅”,这是希腊悲剧中的一种典型雅致委婉语(迂回说法),用以庄重地代指母亲本人。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §543-613. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:543-613

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。