Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §466-542

兄弟的论辩与伊俄卡斯忒的规劝

第 6 段,共 20 段 · 希腊语

内容简介

在约卡斯特的促动下,波吕涅克斯与埃特俄克勒斯各自陈述了立场。波吕涅克斯主张遵循原有协议实现公正和解,而埃特俄克勒斯则坚决拒绝出让王权,约卡斯特随即劝诫后者放弃野心、尊崇平等。

§466σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων, §467ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις §468θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
约卡斯特:因为你率领着达那俄斯人的军队来到这里,正如你所说,你遭受了不公;愿神明中的某位成为审判者,以及这灾祸的调解人。
§469ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ, §470κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων· §471ἔχει γὰρ αὐτὰ καιρόν·
波吕涅克斯:真理的话语本质上是简单的,正直的诉求并不需要复杂的辩解;因为它们自身就拥有适切性。
ὁ δʼ ἄδικος λόγος §472νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.
但是不义的言论本身就病态,因而需要巧妙的药物来医治。
§473ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην §474τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰς §475ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε, §476ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός, §477δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον, §478ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν §479καὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼν §480κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται.
而我,事先考虑了父亲的宫殿、我自己和这个人的前途,为了逃避俄伊迪普斯曾经对我们吐露的诅咒,自动自愿地走出了这片土地,让这个人统治祖国一年的周期,条件是我自己轮流接替统治,以免与他产生仇恨与嫉妒,从而做下或遭受什么不幸,正如常有的那样。
§481ὃ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς, §482ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχει §483τυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος.
但是他同意了这些并向神明起誓,却不履行任何诺言,反而独自霸占了独裁权和属于我的那一份家产。
§484καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν §485στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός, §486οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν §487καὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον, §488καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν §489πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις,
如今我已做好准备,只要收回我自己的东西,就会把军队撤出这片土地,轮流居住在我自己的家中,并在今后同样长的时间里把统治权让给他,既不蹂躏祖国,也不用组装的梯子去攀爬城墙。
§490ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι §491δρᾶν.
如果得不到正义,我将尝试去做这些事。
μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ, §492ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ §493ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.
我召唤神明作为这些事的证人,我一切所作为皆合乎正义,而我却在没有正义的情况下,最不虔敬地被剥夺了祖国。
§494ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς §495λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς §496καὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ.
母亲,我述说这些具体细节,并不是堆砌辞藻,而是无论是对智者还是对平民而言,我的话都是公正的,在我看来。
§497ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα §498τεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν.
歌队:对我而言,即便我们不是在希腊的土地上被养大,但你所说的话,在我看来依然明智。
§499εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα, §500οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις· §501νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς, §502πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε.
埃特俄克勒斯:如果对所有人而言,同样的事情既是美丽的又是智慧的,那么人们之间就不会有引发争执的冲突;但如今凡人之间既没有相似,也没有平等,除了在名字上;但在实际中并非如此。
§503ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ· §504ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς §505καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε, §506τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα.
母亲,我将毫不隐瞒地对您说:我愿意前往繁星与太阳升起的东方,甚至深入地下,只要我有能力做到,只要能让我握有诸神中最大的神——“独裁”。
§507τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι §508ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί·
母亲,因此这件美好的事物,我不愿意让给别人,而更想为我自己保留。
§509ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας §510τοὔλασσον ἔλαβε.
因为,一个人失去了较多而只得到较少,这是懦弱的表现。
πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι, §511ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν §512τυχεῖν ἃ χρῄζει·
此外,我感到羞耻,看到这个人带着武器前来并蹂躏土地,却得到了他所想要的东西。
ταῖς γὰρ ἂν Θήβαις τόδε §513γένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸς §514φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν.
这对底比斯来说将是一种耻辱,如果因为害怕迈锡尼的枪矛,我便将我的王权拱手让给此人。
§515χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς, §516μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος §517ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
母亲,他本不该用武器来谋求和解;因为言语可以解决一切甚至敌人用刀剑所能做到的事。
§518ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει, §519ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι.
但是,如果他愿意以其他方式居住在这片土地上,那是允许的;但那王位,我是不会自愿放弃的。
§520ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ;
在我可以统治的时候,我难道还要服侍此人吗?
§521πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα, §522ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων, §523ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα.
既然如此,让火焰来吧,让刀剑来吧,套上战马,让战车填满平原吧,因为我绝不会向此人让出我的独裁权。
§524εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι §525κάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών.
如果确实必须行不义之事,那么为了独裁权而行不义是最美好的,在其他事情上则必须保持敬虔。
§526οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς· §527οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν.
歌队:不应该在没有美好行径的情况下空谈美好;因为这并不美好,而是对正义的讽刺与折磨。
§528ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, §529Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρία §530ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
约卡斯特:孩子,并非所有的坏处都伴随着衰老,埃特俄克勒斯;相反,经验拥有能够说出比年轻人更睿智的话语的力量。
§531τί τῆς κακίστης δαιμόνων ἐφίεσαι §532Φιλοτιμίας, παῖ;
孩子,你为何追求那神明中最邪恶的“野心”?
μὴ σύ γʼ· ἄδικος ἡ θεός· §533πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας §534ἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων· §535ἐφʼ ᾗ σὺ μαίνῃ.
千万别这样做;她是个不义的女神;她曾进入许多幸福的家庭和城邦,又在带给信奉者毁灭后离去;你现在却为她而疯狂。
κεῖνο κάλλιον, τέκνον, §536Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις §537πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις §538συνδεῖ·
孩子,那另一条道路更美好,去尊崇“平等”,她总是能把朋友与朋友、城邦与城邦、盟友与盟友紧密相连。
τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ, §539τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται §540τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται.
因为平等对人类而言是稳固的,而对于追求更多的人来说,较少的一方总是会成为宿敌,由此开启敌对的岁月。
§541καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν §542Ἰσότης ἔταξε κἀριθμὸν διώρισε,
因为,“平等”为人类制定了度量衡和称重的标准,并划分了数量,

词汇与语法注释

  1. 478ὥστʼ αὐτὸς ἄρχειν — 连词 ὥστε 后面接不定式(ἄρχειν),表示“在……的条件下”这一协议的条件(proviso)。不定式逻辑上的主语(αὐτός)与主句的主语一致,由于强调而采用主格(αὐτός),而非通常的宾格。
  2. 490ἃ μὴ κυρήσας — 关系代词 ἃ(中性复数宾格)是 §491 中不定式 δρᾶν 的直接宾语,其先行词是前文所述的蹂躏祖国和攀爬城墙等行为。分词 μὴ κυρήσας 作条件分词使用(“如果得不到”),因此使用否定词 μή。
  3. 504ἄστρων ἂν ἔλθοιμʼ — 伴有助词 ἄν 的希求法(ἔλθοιμι)表示潜在(Potential Optative)。§505 中的分词短语 δυνατὸς ὢν 相当于条件从句(“如果可能的话”),整体上构成了带有虚拟语气色彩的条件句的主句(归结结)。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §466-542. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:466-542

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。