§390τίς ὁ τρόπος αὐτοῦ;
约卡斯特:那是怎样的情况?
τί φυγάσιν τὸ δυσχερές;
对流亡者而言,什么是最艰难的?
§391ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.
波吕涅克斯:最大的一点是,没有言论自由。
§392δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.
约卡斯特:无法说出心中所想,这说的是奴隶的处境啊。
§393τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.
波吕涅克斯:人们必须忍受统治者的愚昧。
§394καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.
约卡斯特:这也令人痛苦,要和不聪明的人一起装糊涂。
§395ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.
波吕涅克斯:但是为了利益,哪怕违背天性也必须像奴隶般顺从。
§396αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.
约卡斯特:但是俗话说,希望滋养着流亡者。
§397καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ.
波吕涅克斯:它们确实用美丽的眼睛注视着你,但却总是拖延。
§398οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς;
约卡斯特:难道岁月不曾向你揭示,那些希望都是虚无的吗?
§399ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν.
波吕涅克斯:希望在灾难中拥有一种令人愉悦的魔力。
§400πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;
约卡斯特:在通过婚姻找到生路之前,你是靠什么糊口的?
§401ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν.
波吕涅克斯:有时我勉强能度日,有时却连这也得不到。
§402φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν;
约卡斯特:你父亲的朋友和客邦之友没有协助你吗?
§403εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς.
波吕涅克斯:人得顺遂才行;一旦落难,朋友们便什么也不是。
§404οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν;
约卡斯特:高贵的出身也没能将你提升到崇高的地位吗?
§405κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με.
波吕涅克斯:一无所有是痛苦的,出身并不能当饭吃。
§406ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
约卡斯特:看来祖国对于凡人而言,确实是最宝贵的。
§407οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον.
波吕涅克斯:它有多么珍贵,甚至无法用言语来形容。
§408πῶς δʼ ἦλθες Ἄργος;
约卡斯特:那么你是如何去到阿耳戈斯的?
τίνʼ ἐπίνοιαν ἔσχεθες;
你有什么打算?
§409ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα.
波吕涅克斯:洛克西阿斯曾给阿德拉斯托斯降下一个神托。
§410ποῖον;
约卡斯特:什么样的神托?
τί τοῦτʼ ἔλεξας;
你这话是什么意思?
οὐκ ἔχω μαθεῖν.
我无法明白。
§411κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους.
波吕涅克斯:将他的女儿们嫁给一头野猪和一只狮子。
§412καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;
约卡斯特:而你和野兽的名字又有什么关系呢,我的孩子?
§413οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην.
波吕涅克斯:我不知道,是神明将我引向了这一命运。
§414σοφὸς γὰρ ὁ θεός·
约卡斯特:神毕竟是智慧的。
τίνι τρόπῳ δʼ ἔσχες λέχος;
但你是通过什么方式得到新娘的?
§415νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας.
波吕涅克斯:那是深夜,我来到了阿德拉斯托斯宫殿的门廊。
§416κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος;
约卡斯特:作为一个四处漂泊的流亡者,在寻找宿处吗?
§417ἦν ταῦτα·
波吕涅克斯:正是如此。
κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς.
接着,又来了另一个流亡者。
§418τίς οὗτος;
约卡斯特:那是谁?
ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν.
想必那个人也同样悲惨吧。
§419Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.
波吕涅克斯:是狄丢斯,据说他的父亲是俄伊纽斯。
§420τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν;
约卡斯特:那么阿德拉斯托斯为什么把你们比作野兽呢?
§421στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι.
波吕涅克斯:因为我们为了争夺宿处而大打出手。
§422ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;
约卡斯特:就在那时,塔拉俄斯的儿子领悟了神托吗?
§423κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας.
波吕涅克斯:是的,他把他的两个女儿嫁给了我们两个人。
§424ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;
约卡斯特:那么你因这桩婚事感到幸福,还是不幸?
§425οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας.
波吕涅克斯:直到今天,我对这桩婚事都没有怨言。
§426πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
约卡斯特:但你是如何说服一支军队跟随你来到这里的?
波吕涅克斯:阿德拉斯托斯向他的两个女婿发过这样的誓言,要将两人都送回各自的家邦,但首先是我。
§430πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι §431πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶ §432διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι §433πόλιν.
许多达那俄斯人和迈锡尼人的领袖都在此,为我提供这痛苦却又无可奈何的恩赐;因为我正向着自己的城市进军。
θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως §434τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.
我向神明起誓,我是迫于无奈,才向那些虽然自愿对抗我却是我最心爱的人们举起长枪。
§435ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν, §436μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους §437παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν.
但是解决这些灾祸的希望寄托在您身上,母亲,通过调解同血肉的亲人,让我、您以及整个城邦免于苦难。
§438πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ· §439τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα, §440δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.
虽然这是很久以前就被传唱的道理,但我还是要说:财富是人类最宝贵的东西,并在人间事务中拥有最大的力量。
为了得到它,我来到这里,带领着无数的矛兵;因为一个穷人,纵然高贵,也微不足道。
§443καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε §444χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν §445τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.
歌队:看啊,埃特俄克勒斯为了和解正朝这里走来;母亲约卡斯特,这是您的任务,去说些能让您的孩子们和解的话。
§446μῆτερ, πάρειμι·
埃特俄克勒斯:母亲,我来了。
τὴν χάριν δὲ σοὶ διδοὺς §447ἦλθον.
为了给您面子,我才来的。
τί χρὴ δρᾶν;
现在该怎么做?
ἀρχέτω δέ τις λόγου· §448ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων §449τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου §450κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν
让谁先开始说吧;因为,我已经把双重的连队部署在城墙周围,控制住了城邦,好让我能听取您公允的裁决。
§451τόνδʼ εἰσεδέξω τειχέων πείσασά με.
正是您说服了我,让这个人在休战协定下进入城墙。
§452ἐπίσχες·
约卡斯特:且慢。
οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει, §453βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν.
急躁并不带来公正,沉缓的言辞才能成就最大的智慧。
§454σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς· §455οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα §456Γοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν.
收起你那可怕的眼神和愤怒的喘息吧;因为你所看着的并不是被斩首的戈耳工头颅,你看着的是你那到来的兄弟。
§457σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε, §458Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων §459λέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους.
而你,波吕涅克斯,也把脸转过来看着你的兄弟;波吕涅克斯;因为当你们四目相对时,你能说得更好,也更能听进他的话。
§460παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν· §461ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ §462ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ, §463ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν, §464κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.
我想给你们两个提个明智的建议:只要当一个朋友对另一个生了气的朋友,聚在一起、四目相接时,就该只关注他为此而来的事情,绝不要去提起过往的恩怨。
§465λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·
那么,先由你来说,我的孩子波吕涅克斯。