Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §1598-1672

俄狄浦斯被逐与关于埋葬兄长的争端

第 19 段,共 20 段 · 希腊语

内容简介

俄狄浦斯回顾了自己的悲惨命运,而克瑞翁宣布了对他的流放并禁止安葬波吕涅克斯。安提戈涅对此激烈反抗,围绕亡兄的安葬权与克瑞翁展开了针锋相对的争执。

§1598ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισεν §1599φονέα γενέσθαι πατρός·
阿波罗曾对莱伊斯预言,我还在未生之时,将会成为杀父之人。
ὦ τάλας ἐγώ.
啊,悲惨的我!
§1600ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ §1601κτείνει με νομίσας πολέμιον πεφυκέναι·
而当我降生之后,生我的父亲又一次企图杀害我,认为我是宿敌降世。
§1602χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ·
因为他注定要死于我手。
πέμπει δέ με §1603μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν·
于是他把我送走,让渴望着母乳的我,去作野兽们悲惨的食粮。
§1604οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν §1605ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα, §1606ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰ §1606aδουλεῦσαί τέ μοι §1607δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.
在那里我获救了――倘若基泰龙山能沉入塔耳塔洛斯那无底的深渊该有多好,它没有毁灭我,而是让我在神明的安排下,服侍波吕波斯作我的主人。
§1608κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼ §1609ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος, §1610παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα, §1611ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.
杀害了自己生父的、不幸的我,走进了那可怜母亲的床榻,育成了既是我的孩子、又是我的兄弟的儿女,并让他们遭到了毁灭,继承了莱伊斯的诅咒,又将其传给了我的孩子们。
§1612οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼ §1613ὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίον §1614ἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην.
因为我并非生来就如此愚钝,以至于若非由于某种神明,会对自己双眼以及孩子们的性命设下这般的毒计。
§1615εἶἑν·
罢。
τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ;
那么不幸的我究竟该如何是好?
§1616τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;
谁来作我的向导,伴随我这盲目的双足?
§1617ἥδʼ ἡ θανοῦσα;
这一位死去的妇人吗?
ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι.
若她还活着,我深知她定会如此。
§1618ἀλλʼ εὔτεκνος ξυνωρίς;
或者是那对优秀的子嗣双璧?
ἀλλʼ οὐκ ἔστι μοι.
但他们已不在我身边。
§1619ἀλλʼ ἔτι νεάζων αὐτὸς εὕροιμʼ ἂν βίον;
难道我自己还年轻,还能重新寻得生计?
§1620πόθεν;
谈何容易?
τί μʼ ἄρδην ὧδʼ ἀποκτείνεις, Κρέον;
克瑞翁啊,你为何要如此彻底地置我于死地?
§1621ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.
因为你若将我逐出这片土地,无异于置我于死地。
§1622οὐ μὴν ἑλίξας γʼ ἀμφὶ σὸν χεῖρας γόνυ §1623κακὸς φανοῦμαι·
绝非如此,我绝不会把双手紧抱在你的膝头上,显露出懦弱之态。
τὸ γὰρ ἐμόν ποτʼ εὐγενὲς §1624οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.
因为我绝不背弃我昔日的高贵,决不背叛,哪怕我正深陷于苦难。
§1625σοί τʼ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά, §1626ἐγὼ δὲ ναίειν σʼ οὐκ ἐάσαιμʼ ἂν χθόνα.
克瑞翁:你说不碰我的双膝,这话说得甚好,而我也绝不会允许你再居留在这片土地上。
§1627νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν §1628ἤδη κομίζειν, τόνδε δʼ, ὃς πέρσων πόλιν §1629πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν §1630ἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός.
在这些死者中,其中一人理应立即抬入宫殿;而另一人,那个伙同外敌来毁灭祖国城邦的波吕涅克斯的遗体,必须曝尸荒野,丢弃到这片土地的国境之外。
§1631κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε· §1632ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷ §1633ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται.
这件事将向所有的卡德摩斯子民宣告:凡是被发现为这具尸体献上花冠、或是用泥土掩埋者,将以死罪作为代价。
§1635σὺ δʼ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν §1636κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω §1637καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν §1638μένουσʼ, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει.
而你,不要再唱对这三人的挽歌了,安提戈涅,把自己带回到宫殿中去,保持你的处女之身,等待着那即将来临的一天,在那天,海蒙的婚床正迎候着你。
§1639ὦ πάτερ, ἐν οἵοις κείμεθʼ ἄθλιοι κακοῖς.
安提戈涅:哦,父亲,我们正陷在何等悲惨的灾祸之中。
§1640ὥς σε στενάζω τῶν τεθνηκότων πλέον·
相比于那些死者,我为你叹息更甚。
§1641οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δʼ οὐ βαρύ, §1642ἀλλʼ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ.
因为对你而言,并非某些灾祸沉重而另一些不沉重,而是你注定在万事上都是不幸的,父亲。
§1643ἀτὰρ σʼ ἐρωτῶ τὸν νεωστὶ κοίρανον· §1644τί τόνδʼ ὑβρίζεις πατέρʼ ἀποστέλλων χθονός;
然而,我要询问你,这位新登位的统治者:你为何要通过将我的父亲逐出国境来凌辱他?
§1645τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ;
你为何要对一具悲惨的尸体制定禁令?
§1646Ἐτεοκλέους βουλεύματʼ, οὐχ ἡμῶν, τάδε.
克瑞翁:这是厄忒俄克勒斯的决定,非我所定。
§1647ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.
安提戈涅:那决定荒谬至极,而听信了它的你也同样愚蠢。
§1648πῶς;
克瑞翁:怎么?
τἀντεταλμένʼ οὐ δίκαιον ἐκπονεῖν;
履行被交付的指令难道不是正义吗?
§1649οὔκ, ἢν πονηρά γʼ ᾖ κακῶς τʼ εἰρημένα.
安提戈涅:不正义,如果那命令本身是邪恶且不当地发出的话。
§1650τί δʼ;
克瑞翁:怎么?
οὐ δικαίως ὅδε κυσὶν δοθήσεται;
难道他不该理所当然地被丢去喂狗吗?
§1651οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν.
安提戈涅:因为你们并非依照律法来对他执行惩罚。
§1652εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν.
克瑞翁:如果他确实成了城邦的仇敌,即使他本不该是仇敌。
§1653οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα.
安提戈涅:因此他已经向命运交付了他的生命。
§1654καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω.
克瑞翁:那么现在,就让他用不获安葬来偿还这代价吧。
§1655τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς;
安提戈涅:如果他回来只是要求得到属于他的那份土地,他犯了什么罪?
§1656ἄταφος ὅδʼ ἁνήρ, ὡς μάθῃς, γενήσεται.
克瑞翁:你且记着,这个男人决不会得到安葬。
§1657ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις.
安提戈涅:即便城邦下达禁令,我也一定要埋葬他。
§1658σαυτὴν ἄρʼ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ.
克瑞翁:那么你也会和这具尸体一起被埋在近旁。
§1659ἀλλʼ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας.
安提戈涅:但两个相爱的人并肩躺在一起,确实是极其光荣的。
§1660λάζυσθε τήνδε κἀς δόμους κομίζετε.
克瑞翁:来人,抓住她,把她带回宫殿里。
§1661οὐ δῆτʼ, ἐπεὶ τοῦδʼ οὐ μεθήσομαι νεκροῦ.
安提戈涅:绝不,因为我决不放开这具遗体。
§1662ἔκρινʼ ὁ δαίμων, παρθένʼ, οὐχ ἃ σοὶ δοκεῖ.
克瑞翁:少女啊,做决定的是神明,而非你所想。
§1663κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς.
安提戈涅:死者不容侮辱,这同样是早已决定好的律例。
§1664ὡς οὔτις ἀμφὶ τῷδʼ ὑγρὰν θήσει κόνιν.
克瑞翁:总之,任何人绝不会在这尸体周围撒上湿润的泥土。
§1665ναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον.
安提戈涅:求你了,克瑞翁,凭着这位母亲约卡斯塔的名义!
§1666μάταια μοχθεῖς· οὐ γὰρ ἂν τύχοις τάδε.
克瑞翁:你徒劳挣扎,因为你绝不可能如愿。
§1667σὺ δʼ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μʼ ἔα.
安提戈涅:既然如此,至少允许我为死者净身。
§1668ἓν τοῦτʼ ἂν εἴη τῶν ἀπορρήτων πόλει.
克瑞翁:这也同样是城邦禁忌的事项之一。
§1669ἀλλʼ ἀμφὶ τραύματʼ ἄγρια τελαμῶνας βαλεῖν.
安提戈涅:那么,在他的惨痛伤口上缠上绷带呢。
§1670οὐκ ἔσθʼ ὅπως σὺ τόνδε τιμήσεις νέκυν.
克瑞翁:无论如何,你绝不能祭奠这具遗体。
§1671ὦ φίλτατʼ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.
安提戈涅:最亲爱的人啊,那么至少让我亲吻你的嘴唇。
§1672οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις.
克瑞翁:休要用哀号为你的婚礼招来厄运。

词汇与语法注释

  1. 1598ἄγονον — 修饰未明示的第一人称代词(我)的宾格形容词。语法上意为“尚未出生的(我)”,突出了在俄狄浦斯降生前便降下的神谕之残酷性。
  2. 1604ὤφελεν — ὤφελεν + 不定式(ἐλθεῖν)的结构,用于表示未实现的过去愿望(“要是……就好了”)。表达了俄狄浦斯的悲叹:如果基泰龙山当年消失了,他就不会获救,悲剧也就不会发生。
  3. 1613ὥστʼ — 引导结果状语从句的连词,与前一行的 τοσοῦτον(如此、这般)相呼应。构成“不至于愚蠢到在没有神明干预的情况下自己设下毒计(刺瞎双眼、毁灭孩子)”的逻辑结构。
  4. 1617ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι — 带有表示条件的分词 ζῶσα(“若她还活着”)与表示潜在可能性的 ἄν 相结合的省略句。后半部分的 σάφʼ οἶδʼ ὅτι(“我深知定会如此”)作为一种插入语发挥加强语气的作用。
  5. 1652οὐκ ἐχθρὸς ὤν — 表示让步或矛盾的分词(“尽管本非仇敌、本质上并不是敌对的”)。表现了波吕涅克斯作为城邦之敌的现实,与其本质上作为同胞、本非敌人的身份之间的对立与矛盾。
  6. 1672οὐ μὴ ... κτήσῃ — οὐ μή + 虚拟式(或将来直陈式)构文,用于表示强烈的否定禁止。带有严厉警告和绝对否定的语气,意为“绝不可因哀叹而招致灾祸”。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §1598-1672. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:1598-1672

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。