Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §1493-1597

安提戈涅与俄狄浦斯的哀恸及放逐令

第 18 段,共 20 段 · 希腊语

内容简介

面对母亲和兄长们的惨死,安提戈涅将失明的父亲俄狄浦斯唤出宫殿,共同哀悼他们残酷的宿命,而新夺取政权的克瑞翁随之赶到,宣布将俄狄浦斯逐出国境。

§1493ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος·
波吕涅克斯啊,你果然名副其实地降生了。
ὤμοι μοι, Θῆβαι·
哀哉,我的底比斯!
§1495σὰ δʼ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος — §1496Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼ
你的争斗――不,那不是争斗,而是以杀戮偿还杀戮―― 在可怕而悲惨的血泊中化为现实,毁灭了俄狄浦斯的家园。
§1497αἵματι δεινῷ, αἵματι λυγρῷ. §1498τίνα προσῳδὸν §1499ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ §1500δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος, §1501ἀγκαλέσωμαι, §1502τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα, §1503ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος;
我要用怎样的哀歌,或怎样的缪斯之叹,在泪水叠着泪水之中,哦家园,哦家园,来呼唤,携带着这三具同族的血躯,母亲与孩子们,这复仇女神的欢愉?
§1504ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε, §1505τᾶς ἀγρίας ὅτε §1506δυσξυνέτου ξυνετὸν μέλος ἔγνω §1507Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.
它彻底毁灭了俄狄浦斯的家园,自从他解开那凶残且难懂的歌者斯芬克斯的歌谣、并斩杀其躯壳之时起。
§1508ἰώ μοί μοι, πάτερ, §1509τίς Ἑλλὰς ἢ βάρβαρος ἢ §1510τῶν προπάροιθʼ εὐγενετᾶν §1511ἕτερος ἔτλα κακῶν τοσῶνδʼ §1512αἵματος ἁμερίου §1513τοιάδʼ ἄχεα φανερά;
哀哉,父亲,无论是希腊人、异邦人,还是昔日高贵的世家,还有谁承受过如此多的灾难,在这一日的流血中,承受过如此显而易见的痛苦?
§1514τάλαινʼ, ὡς ἐλελίζει —
可怜的我,心弦如何战栗!
§1515τίς ἄρʼ ὄρνις, ἢ δρυὸς ἢ §1516ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα, §1517μονομάτορσιν ὀδυρμοῖς §1518ἐμοῖς ἄχεσι συνῳδός;
究竟是哪只鸟儿,停歇在橡树或松树那郁郁葱葱的枝头,用失去母亲般的孤哀啼鸣,与我的痛苦同声相应?
§1519αἴλινον αἰάγμασιν ἃ §1520τοῖσδε προκλαίω μονάδʼ αἰ- §1521ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν §1522λειβομένοισιν δάκρυσιν.
我伴着这些哀号唱起挽歌,注定要在不绝的泪水中,孤身度过往后的漫长岁月。
§1524τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαί- §1525τας σπαραγμοῖς ἀπαρχὰς βάλω;
我当先为谁,撕下头上的发丝作为最初的奠祭?
§1526ματρὸς ἐμᾶς ἢ διδύμοι- §1527σι γάλακτος παρὰ μαστοῖς §1528ἢ πρὸς ἀδελ- §1529φῶν οὐλόμενʼ αἰκίσματα νεκρῶν;
是献在抚育了双子的母亲双乳旁,还是献给亡兄们那惨不忍睹的创伤?
§1530ὀτοτοτοῖ λεῖπε σοὺς
呜呼!
§1531δόμους, ἀλαὸν ὄμμα φέρων, §1532πάτερ γεραιέ, δεῖξον, §1533Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶ
走出你的宫殿吧,带着你失明的双眼,年迈的父亲,俄狄浦斯,显露你悲惨的余生吧!
§1534δώμασιν ἀέριον σκότον ὄμμασι §1535σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.
你在这府邸中,双目蒙上重重阴霾,苟延残喘着漫长的生命。
§1536κλύεις, ὦ κατʼ αὐλὰν §1537ἀλαίνων γεραιὸν §1538πόδʼ ἢ δεμνίοις δύ- §1538aστανος ἰαύων;
你听见了吗,那在庭院中以苍老的脚步徘徊的你,还是在卧榻上凄惨安歇的你?
§1539τί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ §1540ποδὸς ἐξάγαγες ἐς φῶς §1541λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ- §1542τροτάτοισιν δακρύοισιν, §1543πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ §1544νέκυν ἔνερθεν ἢ §1545πτανὸν ὄνειρον;
俄狄浦斯:少女啊,你为何作我盲足的拐杖,将我引向光明,从阴暗的寝室中,流着最凄惨的泪水―― 我这虚空中苍白无形幻影、或是冥府的游魂、抑或转瞬即逝的梦境?
§1546δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ, §1547πάτερ, οὐκέτι σοι τέκνα λεύσσει §1548φάος οὐδʼ ἄλοχος, παραβάκτροις §1549ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,
安提戈涅:父亲,你将承受这不幸的凶信:你的孩子们已不再能看见光明,你的妻子也是,她曾如手杖般一向辛劳地扶侍着你失明的双足。
§1550ὦ πάτερ, ὤμοι.
哦,父亲,哀哉!
§1551ὤμοι ἐμῶν παθέων·
俄狄浦斯:哀哉,我的苦难!
πάρα γὰρ στενάχειν τάδʼ, ἀυτεῖν.
因为面对这些,确实唯有叹息与号哭。
§1553τρισσαὶ ψυχαί·
三具灵魂!
ποίᾳ μοίρᾳ §1554πῶς ἔλιπον φάος;
是怎样的命运,如何离开了人世?
ὦ τέκνον, αὔδα.
说吧,孩子。
§1555οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν, §1556ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρ §1557ξίφεσιν βρίθων §1558καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς, §1559ὦ πάτερ, ὤ μοι.
安提戈涅:不是为了责备你,也不是为了幸灾乐祸,而是带着极大的痛苦,我告诉你:你的复仇怨灵,带着沉重的刀剑,烈火与残酷的争斗,降临到你的孩子们身上,哦,父亲,哀哉!
§1560αἰαῖ.
俄狄浦斯:呜呼!
§1560bτί τάδε καταστένεις,
安提戈涅:你为何为此叹息?
§1561τέκνα.
俄狄浦斯:我的孩子们。
§1561bδιʼ ὀδύνας ἔβας·
安提戈涅:你已步入痛苦之中。
§1562εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων §1563ἀελίου τάδε σώματα νεκρῶν §1564ὄμματος αὐγαῖς σαῖς ἐπενώμας — §1565τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν· §1566ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ;
若是你还能看见太阳的四驾战车,用你双眼的余光注视着这些死者的躯体―― 俄狄浦斯:我孩子们的灾难已很明显;但 my 可怜的妻子,孩子啊,她是因何种命运而死的?
§1567δάκρυα γοερὰ §1567aφανερὰ πᾶσι τιθεμένα, §1568τέκεσι μαστὸν ἔφερεν ἔφερεν §1569ἱκέτις ἱκέτιν ὀρομένα.
安提戈涅:她向众人展露其哀恸的泪水,将自己的乳房带给、带给孩子们,如同一名恳求者扑向那些被恳求的孩子。
§1570ηὗρε δʼ ἐν Ἠλέκτραισι πύλαις τέκνα §1571λωτοτρόφον κατὰ λείμακα λόγχαις, §1572κοινὸν ἐνυάλιον, §1573μάτηρ, ὥστε λέοντας ἐναύλους, §1574μαρναμένους ἐπὶ τραύμασιν, αἵματος §1575ἤδη ψυχρὰν λοιβὰν φονίαν, §1576ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης·
在厄勒克特拉门旁,她找到了孩子们在莲花盛开的草地上,用长枪厮杀,进行着共同的决斗,母亲,他们就像洞穴里的雄狮,带着伤痛厮杀,流淌出那已然冰冷、带有杀意的血祭之礼―― 这血,黑帝斯已分得其份额,而阿瑞斯则赐予了它。
§1577χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω §1578σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι.
她从死者身旁夺下青铜轰鸣的利剑,刺入自己的肉躯,因对孩子的哀痛,在孩子们身旁倒下了。
§1579πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν, §1580ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς §1581τάδε τελευτᾷ.
父亲啊,这使一切终结的神明,在这一日之中,将所有的悲痛都聚集到了我们的家门。
§1582πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις §1583τόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος.
歌队:这一日,为俄狄浦斯的家门开启了诸多灾厄;但愿往后的生活能更为幸免。
§1584οἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφου §1585μνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγον §1586ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι §1587Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς §1588Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.
克瑞翁:休得再哀叹了,因为此时已到考虑安葬的时候;听着这番话,俄狄浦斯:你的儿子厄忒俄克勒斯已将这片土地的统治权交给了我,并将你女儿安提戈涅的婚床作为婚嫁的赠礼,许给了海蒙。
§1589οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι· §1590σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε §1591σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.
因此,我不允许你再居住在这片土地上;因为提瑞西阿斯曾明确说过,只要你还住在这里,城邦就决不会兴旺。
§1592ἀλλʼ ἐκκομίζου.
你走吧。
καὶ τάδʼ οὐχ ὕβρει λέγω §1593οὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας §1594τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν.
我说这话并非出于傲慢,也非因为我是你的仇敌,而是因为害怕这片土地会因你的复仇怨灵而遭受灾祸。
§1595ὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιον §1596καὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ· §1597ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν,
俄狄浦斯:哦,命运,从一开始你便将我造就得何其悲惨、何其隐忍,若是世人中还有谁像我一样―― 甚至在我从母腹中降生、来到光明之前,

词汇与语法注释

  1. 1493ἔφυς ἄρʼ ἐπώνυμος — 意为“你果然名副其实地降生了”。此处体现了希腊悲剧典型的语源双关,指出波吕涅克斯(Πολυνείκης)的名字源自“多”(πολύς)与“争斗”(νεῖκος)。
  2. 1498ἀγκαλέσωμαι — 表示自我发问的疑虑性虚拟语气(dubitative subjunctive)。
  3. 1514ὡς ἐλελίζει — 意为“如何战栗!”。由于主语被省略,既可理解为指代前文的安提戈涅自身(“可怜的我,心弦如何战栗”),也可理解为以次行的“鸟儿”为主语(“鸟儿如何鸣叫”)。此处采纳指代安提戈涅自身心理战栗的解解。
  4. 1543πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον — 宾格短语。作为第1539-1540行“我(με)”的同格成分,隐喻性地描绘了俄狄浦斯因失明和衰老而如同幽灵般的存在状态。
  5. 1562εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων — 与第1564行的未完成过去时 ἐπενώμας 共同构成与事实相反的条件从句(εἰ + 直陈式过去时),意为“如果你还能看见太阳的四驾战车,并注视着这些死者的躯体……”。其主句(归结句)被省略。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §1493-1597. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:1493-1597

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。