Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §1673-1766

安提戈涅相随的决心与二人的流亡启程

第 20 段,共 20 段 · 希腊语

内容简介

安提戈涅坚决拒绝与海蒙结婚,决定陪伴失明的父亲俄狄浦斯流亡。在向家人的遗体告别后,他们接受命运,启程前往雅典的科罗诺斯,全剧至此落幕。

§1673ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε;
安提戈涅:我真的会在有生之年,嫁给你的儿子吗?
§1674πολλή σʼ ἀνάγκη·
克瑞翁:此乃强烈的必然。
ποῖ γὰρ ἐκφεύξῃ λέχος;
你还能逃到哪里去避开这婚榻?
§1675νὺξ ἆρʼ ἐκείνη Δαναΐδων μʼ ἕξει μίαν.
安提戈涅:那么,那一夜将会使我成为达那俄斯女儿中的一员。
§1676εἶδες τὸ τόλμημʼ οἷον ἐξωνείδισεν;
克瑞翁:你们看见她刚才用何等大胆的威胁来侮辱人了吗?
§1677ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.
安提戈涅:让钢铁和我起誓的利剑作为我的见证。
§1678τί δʼ ἐκπροθυμῇ τῶνδʼ ἀπηλλάχθαι γάμων;
克瑞翁:你为何如此渴望摆脱这桩婚事?
§1679συμφεύξομαι τῷδʼ ἀθλιωτάτῳ πατρί.
安提戈涅:因为我将与这位最悲惨的父亲一同流亡。
§1680γενναιότης σοι, μωρία δʼ ἔνεστί τις.
克瑞翁:你身上有高贵,但也有某种愚蠢。
§1681καὶ ξυνθανοῦμαί γʼ, ὡς μάθῃς περαιτέρω.
安提戈涅:甚至我还会与他共死,好让你更清楚地明白这一点。
§1682ἴθʼ, οὐ φονεύσεις παῖδʼ ἐμόν, λίπε χθόνα.
克瑞翁:去吧,你绝伤不到我的儿子。 离开这片土地。
§1683ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.
俄狄浦斯:哦,女儿,我因你的这份热诚而赞许你。
§1684ἀλλʼ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;
安提戈涅:但若我出嫁,而你,父亲,却独自去流亡吗?
§1685μένʼ εὐτυχοῦσα, τἄμʼ ἐγὼ στέρξω κακά.
俄狄浦斯:留下过你的幸福吧,我将独自忍受我的灾祸。
§1686καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ;
安提戈涅:那么,谁来照顾失明的你,父亲?
§1687πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ.
俄狄浦斯:倒在命运注定的地方,我就躺在那片土地上。
§1688ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα;
安提戈涅:那个俄狄浦斯和那显赫的谜底如今何在?
§1689ὄλωλʼ·
俄狄浦斯:已然消逝。
ἓν ἦμάρ μʼ ὤλβισʼ, ἓν δʼ ἀπώλεσεν.
仅仅一日使我幸福,又有一日将我毁灭。
§1690οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν;
安提戈涅:难道我不也应该分担你的灾祸吗?
§1691αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί.
俄狄浦斯:女儿陪着失明的父亲流亡,是件可耻的事。
§1692οὔ, σωφρονούσῃ γʼ, ἀλλὰ γενναία, πάτερ.
安提戈涅:不,对一个明智的女儿而言并非如此,反而极其高贵,父亲。
§1693προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.
俄狄浦斯:那么带我过去,好让我能抚摸你的母亲。
§1694ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.
安提戈涅:看,用手去抚摸最亲爱的老妇人吧。
§1695ὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη.
俄狄浦斯:哦,母亲,哦,最悲惨的配偶!
§1696οἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά.
安提戈涅:她无惨地躺在面前,所有的灾难一并降临在身上。
§1697Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;
俄狄浦斯:厄忒俄克勒斯和波吕涅克斯倒下的遗体又在何处?
§1698τώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.
安提戈涅:这两个人正并排舒展地躺在彼此的身旁。
§1699πρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ.
俄狄浦斯:把我这双失明的手放到他们不幸的脸上。
§1700ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.
安提戈涅:看,用你的手去抚摸你死去的孩子们吧。
§1701ὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός.
俄狄浦斯:哦,悲惨父亲的亲爱的、可怜的亡躯。
§1702ὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί.
安提戈涅:哦,波吕涅克斯对我而言真是最亲爱的名字。
§1703νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.
俄狄浦斯:孩子,如今洛克西阿斯的神托就要实现了。
§1704ὁ ποῖος;
安提戈涅:怎样的神托?
ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά;
难道在灾祸之上你还要诉说更多的灾祸吗?
§1705ἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον.
俄狄浦斯:那神托是,我将在流浪中死在雅典。
§1706ποῦ;
安提戈涅:在何处?
τίς σε πύργος Ἀτθίδος προσδέξεται;
雅典的哪座城楼会接纳你?
§1707ἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ.
俄狄浦斯:圣洁的科罗诺斯,马神的神殿。
§1708ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί, §1709ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.
俄狄浦斯:那么来吧,服侍你这失明的父亲,既然你渴望共同承担这流亡的道路。
§1710ἴθʼ ἐς φυγὰν τάλαιναν·
安提戈涅:走向那悲惨的流亡吧。
ὄρεγε χέρα φίλαν, §1711πάτερ γεραιέ, πομπίμαν
伸出你亲切的手,年迈的父亲。
§1712ἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν.
让我做你的向导,如同送船远航的微风一般。
§1713ἰδοὺ ἰδού, πορεύομαι·
俄狄浦斯:看啊,看啊,我迈开脚步了。
§1715τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ.
俄狄浦斯:孩子,你来作我悲惨的带路人吧。
§1716γενόμεθα γενόμεθʼ, ἄθλιαί §1717γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.
安提戈涅:我们成了,我们真的成了悲惨的人,在底比斯的少女中确实是最为悲惨的。
§1718πόθι γεραιὸν ἴχνος τίθημι;
俄狄浦斯:我这年迈的足迹该落在何处?
§1719βάκτρα πρόσφερʼ, ὦ τέκνον.
俄狄浦斯:把手杖递给我,孩子。
§1720τᾷδε τᾷδε βᾶθί μοι, §1721τᾷδε τᾷδε πόδα τιθείς, §1722ὥστʼ ὄνειρον ἰσχύν.
安提戈涅:朝这边,朝这边走吧,朝这边,朝这边迈步,用梦一般微弱的力量。
§1723ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς §1724ἐλαύνων τὸν γέροντά μʼ ἐκ πάτρας.
俄狄浦斯:唉,唉,这最不幸的流放,将我这老人从祖国驱逐出去。
§1725ἰὼ ἰώ, δεινὰ δείνʼ ἐγὼ τλάς.
俄狄浦斯:唉,唉,我承受了可怕、极为可怕的磨难。
§1726τί τλάς;
安提戈涅:承受了什么?
τί τλάς;
承受了什么?
οὐχ ὁρᾷ Δίκα κακούς, §1727οὐδʼ ἀμείβεται βροτῶν ἀσυνεσίας.
正义的女神难道看不到恶人,难道她不惩罚凡人的愚蠢吗?
§1728ὅδʼ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ- §1729λίνικον οὐράνιον ἔβαν §1730μειξοπαρθένου κόρας §1731αἴνιγμʼ ἀσύνετον εὑρών.
俄狄浦斯:解开了那半女之身的少女那不可解的谜语,曾经登上辉煌的天界凯歌之巅的俄狄浦斯,正是现在的我。
§1732Σφιγγὸς ἀναφέρεις ὄνειδος.
安提戈涅:你又提起了斯芬克斯的耻辱。
§1733ἄπαγε τὰ πάρος εὐτυχήματʼ αὐδῶν.
俄狄浦斯:休要再提过去的显赫功绩。
§1734τάδε σʼ ἐπέμενε μέλεα πάθεα §1735φυγάδα πατρίδος ἄπο γενόμενον, §1736ὦ πάτερ, θανεῖν που.
安提戈涅:这些悲惨的痛苦正等待着你,让你从祖国流亡开去,父亲,并在某处死去。
§1737ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις §1738λιποῦσʼ ἄπειμι πατρίδος ἀποπρὸ γαίας §1739ἀπαρθένευτʼ ἀλωμένα.
安提戈涅:在亲爱的少女们中留下令人思念的泪水,我将远离祖国的土地,失去童贞的欢愉,在流浪中离去。
§1740φεῦ τὸ χρήσιμον φρενῶν §1741ἐς πατρός γε συμφορὰς §1742εὐκλεᾶ με θήσει· §1743τάλαινʼ ἐγὼ σῶν συγγόνου θʼ ὑβρισμάτων, §1744ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται §1745μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών, §1746σκότια γᾷ καλύψω.
安提戈涅:啊,我内心的忠诚对于父亲的灾难而言,将使我赢得荣耀;安提戈涅:可怜的我,为了你和我的兄弟所遭受的凌辱,他作为未获安葬的尸体,悲惨地离开了宫殿,父亲,即便我必须因此而死,我也要用阴暗的泥土将他覆盖。
§1747πρὸς ἥλικας φάνηθι σάς.
俄狄浦斯:到你同龄的伙伴那里去显现吧。
§1748ἅλις ὀδυρμάτων ἐμῶν.
安提戈涅:我的哀泣已经足够了。
§1749σὺ δʼ ἀμφὶ βωμίους λιτὰς — §1750κόρον ἔχουσʼ ἐμῶν κακῶν.
俄狄浦斯:那么你,在祭坛前的祈祷中—— 安提戈涅:神明对我的灾难已经感到厌腻了。
§1751ἴθʼ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς §1752ἄβατος ὄρεσι μαινάδων.
俄狄浦斯:那么去吧,去那狂女们山中的布罗米奥斯那无人涉足的圣地。
§1753Καδμείαν ᾧ νεβρίδα §1755στολιδωσαμένα ποτʼ ἐγὼ Σεμέλας §1756θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα, §1757χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα;
安提戈涅:去往那个我曾身披卡德摩斯的鹿皮,在山中与塞墨勒的神圣歌舞队共舞,向神明献上不获感激之感谢的地方吗?
§1758ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετʼ, Οἰδίπους ὅδε, §1759ὃς τὰ κλείνʼ αἰνίγματʼ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ, §1760ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη, §1761νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός.
俄狄浦斯:哦,赫赫有名的祖国公民们,看啊,这就是俄狄浦斯,他曾解开那伟大的谜语,曾是至高无上的伟人,唯有我曾制伏了那凶残杀人的斯芬克斯,如今我却失去了名誉,悲惨地被逐出这片土地。
§1762ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι;
然而,我为何要为这些而叹息,徒劳地哀哭?
§1763τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.
因为凡人必须承受来自神明的必然命运。
§1764ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν §1765βίοτον κατέχοις §1766καὶ μὴ λήγοις στεφανοῦσα.
歌队:哦,伟大尊崇的胜利女神,愿你主宰我的生命,并且不要停止为我戴上花冠。

词汇与语法注释

  1. §1675Δαναΐδων μʼ ἕξει μίαν — 此处提及在婚礼之夜杀害新郎的达那俄斯女儿们的神话,比喻性地表达了安提戈涅的决心:若被迫与海蒙成婚,她将在初夜将其杀死。
  2. §1681ὡς μάθῃς περαιτέρω — 直译为“为了让你进一步了解”。这是由 ὡς 引导的目的从句,带有向克瑞翁示威和警告的语气,意在让他彻底明白安提戈涅决心的坚定。
  3. §1722ὥστʼ ὄνειρον ἰσχύν — 此处的连词 ὥστε 引入了比较(“如同”),宾格 ἰσχύν(力量)作副词性修饰或限定性修饰,意为“如同梦一般微弱的力量”,生动地描绘了安提戈涅扶持失明父亲时那弱不禁风的力量。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §1673-1766. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:1673-1766

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。