Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §1322-1406

使者报信与兄弟决斗的惨烈经过

第 16 段,共 20 段 · 希腊语

内容简介

克瑞翁得知约卡斯塔与安提戈涅已奔赴战场试图阻止决斗,随后赶来的使者向其报告了其姐及双子的悲剧性死亡,并详细叙述了兄弟二人进行惨烈决斗的过程。

§1322βέβηκʼ ἀδελφὴ σή, Κρέων, ἔξω δόμων §1323κόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί.
歌队:克瑞翁啊,你的姐姐已经走出了宫殿,还有母亲的女儿安提戈涅,与她同行。
§1324ποῖ;
克瑞翁:去哪里?
κἀπὶ ποίαν συμφοράν;
去面对怎样的灾祸?
σήμαινέ μοι.
快告诉我。
§1325ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ §1326ἐς ἀσπίδʼ ἥξειν βασιλικῶν δόμων ὕπερ.
歌队:她听说,她的孩子们正准备用单挑的长枪,为了王宫的统治,而盾牌相对、决一死战。
§1327πῶς φῄς;
克瑞翁:你说什么?
νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ §1328οὐκ ἐς τόδʼ ἦλθον ὥστε καὶ τάδʼ εἰδέναι.
我刚才正抚着我那死去孩子的遗体,不曾顾及这等事情,以至于竟然连这也一无所知。
§1329ἀλλʼ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι·
歌队:然而,你的姐姐早已在先前离去了。
§1330δοκῶ δʼ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον, §1331ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου.
克瑞翁啊,那场关乎性命的斗争,在俄狄浦斯的子嗣之间,如今已经有了结果。
§1332οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε, §1333σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου §1334στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.
克瑞翁:呜呼,我看到了这征兆:那走来的使者阴沉的眼神与面容,他定要将发生的一切如实相告。
§1335ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους;
使者:呜呼,可怜的我,该说出怎样的言语,又该发出怎样的痛哭?
§1336οἰχόμεσθʼ·
克瑞翁:我们完了。
οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου.
你的话开头便预示着不祥。
§1337ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά.
使者:呜呼,可怜啊,我双重地呼喊,因为我带来了巨大的灾祸。
§1338πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν.
克瑞翁:是在已然发生的其他痛苦之上吗?
λέγεις δὲ τί;
你到底在说什么?
§1339οὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.
使者:克瑞翁啊,你姐姐的孩子们已经不在人世的光明中了。
§1340αἰαῖ·
克瑞翁:哀哉!
§1341μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.
你宣示了对于我、也对于城邦的巨大苦难。
§1342ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδε §1343παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;
使者:噢,俄狄浦斯的这所宫殿啊,你们听见了吗,关于他的子嗣在同等的灾祸中毁灭的事?
§1344ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν.
若它们也恰好有知觉,定然也会为之落泪。
§1345οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας, §1347εἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά.
克瑞翁:呜呼,这极其悲惨的命运之灾祸啊,使者:若是你连这之外的灾祸也一并知晓。
§1348καὶ πῶς γένοιτʼ ἂν τῶνδε δυσποτμώτερα;
克瑞翁:又怎会有比这更为不幸的事情呢?
§1349τέθνηκʼ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.
使者:你的姐姐已与那两个孩子一同死去了。
§1350ἀνάγετʼ ἀνάγετε κωκυ- §1351τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.
克瑞翁:哀号吧,哀号吧,拍击你们的头颅,用那白皙双臂的双手。
§1352ὦ τλῆμον, οἷον τέρμονʼ, Ἰοκάστη, βίου §1353γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης.
噢,可怜的约卡斯塔,你承受了何等的人生终点,以及你那婚姻的结局,竟忍受了斯芬克斯的谜语。
§1354πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος §1355ἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου;
而那两个孩子的杀戮,以及俄狄浦斯的诅咒之决战,又是如何发生的?
σήμαινέ μοι.
快告诉我。
§1356τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς §1357οἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί.
使者:城墙之前这片土地所取得的胜利,您已晓得;因为城墙的合围并不遥远。
§1359ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοις §1360οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι, §1361ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιον §1363ὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός.
然而,当年迈的俄狄浦斯的两个年轻儿子,用青铜的盔甲装扮好自己的身体,他们走上前来,站在两军之间的中地上,前去进行单挑长枪的对决。
§1364βλέψας δʼ ἐπʼ Ἄργος ἧκε Πολυνείκης ἀράς· §1365ὦ πότνιʼ Ἥρα — σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοις §1366ἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα — §1367δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴν §1368καθαιματῶσαι δεξιὰν νικηφόρον· —
波吕涅克斯望向阿耳戈斯,发出了祈祷: “噢,敬畏的赫拉——因为我是属你的,既然由于婚姻我迎娶了阿德拉斯托斯的女儿并居住在那片土地—— 请赐予我杀死兄弟的力量,让我那迎击的、赢得胜利的右手染满鲜血。
§1372Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος §1373βλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη, §1374δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς §1375ἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖν §1376κτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
” 而厄忒俄克勒斯则望着那拥有黄金之盾的帕拉斯的神殿祈求道:“噢,宙斯的女儿啊,请赐予我们手中那支能赢得光荣胜利的长枪,从这臂膀投向我兄弟的胸膛,并杀死这个企图毁灭我祖国的人。
§1377ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς §1378σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης, §1379ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι· §1380κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυν §1381ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας· §1382ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις, §1383ὅπως σίδηρος ἐξολισθάνοι μάτην.
” 而当那如烽火般释放出的第勒尼安小号之声响起,作为这血腥战斗的信号,他们便以可怕的冲之势向彼此扑去;犹如野猪磨砺着它们凶残的颌骨,它们撞击在一起,嘴角满是白沫;两人挺枪相向;但他们都缩在圆盾后面,好让那铁刃徒劳地滑落。
§1384εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι, §1385λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων.
若其中一人发现对方的眼睛露在盾沿上方,便挥动长枪,企图先发制人击中其面门。
§1386ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν §1387ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.
然而,他们将眼睛紧紧贴在盾牌的窥孔上,以至于那长枪变得毫无用处。
§1388πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼς §1389ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.
旁观的人们比正在厮杀的人流下了更多的汗水,因为他们深为自己的亲人朋友担忧。
§1390Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον §1391ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος §1392τίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί, §1393πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών, §1394κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ· §1395στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας.
厄忒俄克勒斯用脚将那绊脚的石块拨开,从而把一条腿露在盾牌之外;波吕涅克斯见状,挺枪迎击,看准了这铁兵器进击的空档,阿耳戈斯的枪穿透了对方的胫骨;达那俄斯人的全军齐声高呼。
§1396κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν §1397ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ §1398διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς §1399Κάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ.
在这场苦斗中,那先前受伤的人看准了波吕涅克斯袒露的肩膀,猛力将长枪刺穿其胸膛,给卡德摩斯的市民带来喜悦,但他长枪的枪头也被折断了。
§1400ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν §1401χωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρον §1402μέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρης §1403ἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν.
在失去长枪的困境中,他向后退却,拾起一块大理石块掷去,将对方的投枪从中断成两截;战况势均力敌,因为两人的双手都失去了长枪的枪柄。
§1404ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων §1405ἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδας §1406πολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης.
此后,两人夺步上前,握紧剑柄,逼近到同一处,盾牌相撞,在笼罩身遭的剧烈厮杀中,展开了混战。

词汇与语法注释

  1. 1323κοινῷ ποδί — 伴随或方式与格。一种诗意的惯用表达,意为“携步同行”或“共同”。它描绘了女儿安提戈涅与母亲约卡斯塔一同急匆匆奔赴战场的情景。
  2. 1326ἐς ἀσπίδʼ ἥξειν — 字面意思是“达到盾牌”,这是一个比喻性表达,意为“盾牌相接”或在战斗中进入“近身肉搏”。
  3. 1344ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν — 结果连词 ὥστε 后接带 ἄν 的不定式 δακρῦσαι,条件从句由 εἰ 连同未完成过去直陈式(ἐτύγχανεν)构成,表示与事实相反的假设。整个句子表达一种虚拟结果:“要是这宫殿有知觉,也定会为之落泪。”
  4. 1377πυρσὸς ὥς — 比较连词 ὡς 后置(倒装)的例子,重音因此转移到了 ὥς 上。意为“如同烽火/松明”。
  5. 1384εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι — 希求式 μάθοι 表达过去的一般性/反复性条件(“每当其中一人发现……”)。主句动词为未完成过去式(ἐνώμα),表示过去反复发生的动作。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §1322-1406. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:1322-1406

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。