Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §1147-1229

击退阿耳戈斯军与兄弟决斗的提议

第 14 段,共 20 段 · 希腊语

内容简介

使者向约卡斯塔报告了激烈的攻防战经过,包括帕尔忒诺派俄斯的战死以及卡帕纽斯被宙斯霹雳击落,从而使阿耳戈斯军队退却。然而,使者随后向震惊的约卡斯塔透露,她的两个儿子为了避免更多流血,已向全军提议进行单独决斗。

§1147γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται;
“轻装步兵、骑兵和战车的驾驭者啊!
§1148ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν· §1149πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι, §1150ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων §1151πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας· §1152ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς.
” 他们一听到这呐喊,没有一个人懈怠;许多人头部流着鲜血倒下,在城壁前,你会看到我们这边许多人头朝下栽倒在地上,奄奄一息;他们用滚滚鲜血浸湿了干涸的土地。
§1153ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος §1154τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ §1155πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν·
而那阿耳卡狄亚人,并非阿耳戈斯人,也就是阿塔兰忒的儿子,宛如旋风般扑向城门,大声呼喊着火把和双头锄,仿佛要将城市彻底铲平。
§1156ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦ §1157Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ §1158ἁμαξοπληθῆ, γεῖσʼ ἐπάλξεων ἄπο·
然而,海神的儿子培里克吕美诺斯,从城墙垛口边缘投下一块如满载马车般的巨石,砸在他的头上,制止了他的狂暴。
§1159ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς §1160ἔρρηξεν ὀστέων, ἄρτι δʼ οἰνωπὸν γένυν §1161καθῃμάτωσεν· οὐδʼ ἀποίσεται βίον §1162τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ.
那巨石将他金黄色的脑袋砸得粉碎,震裂了骨缝,将他那刚刚长出红润胡须的脸颊染红;他无法带回自己的生命去献给那手持美弓的母亲、迈纳洛斯山的少女。
§1163ἐπεὶ δὲ τάσδʼ ἐσεῖδεν εὐτυχεῖς πύλας, §1164ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δʼ ἐγώ.
当你的儿子看到这座城门安然无恙,他便前往另一座,而我也紧随其后。
§1165ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς §1166Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα §1167πύργων ἀκοντίζοντας, ὥστʼ ἐπάλξεων §1168λιπεῖν ἐρίπνας φυγάδας· ἀλλά νιν πάλιν §1169κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται, §1170πύργοις δʼ ἐπέστησʼ αὖθις.
我看见狄丢斯和他密集的持盾卫士们,用艾托利亚长枪向着塔楼的最顶端猛刺,以至于守兵们纷纷逃离、放弃了城墙的陡坡;但你的儿子像猎人一样将他们重新集结起来,再次安置在塔楼上。
ἐς δʼ ἄλλας πύλας §1171ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.
在解决了这一处危机之后,我们又赶往另一座城门。
§1172Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο;
而至于卡帕纽斯,我该如何形容他是怎样地狂乱?
§1173μακραύχενος γὰρ κλίμακος προσαμβάσεις §1174ἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασε, §1175μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς §1176τὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν.
因为他扛着长梯一步步登上去,并且如此狂妄地吹嘘:即使是宙斯神圣的烈火,也不能阻挡他从最高的城堡上攻占这座城市。
§1177καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενος §1178ἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας, §1179κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα.
他一边说着这些,一边顶着落石,将身体蜷缩在盾牌下向上爬去,一步步跨过长梯光滑的横木。
§1180ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέων §1181βάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲ §1182χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων §1186εἱλίσσετʼ· ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός.
正当他跨越城墙顶端的边缘时,宙斯用霹雳击中了他;大地轰鸣,令所有人战栗;而他从梯子上他的肢体在半空旋转飞散,化作一具焦黑燃火的尸体坠落于地。
§1187ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ, §1188ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.
阿德剌斯托斯一见宙斯对己方军队怀有意图,便将阿耳戈斯的军队撤退至壕沟之外。
§1189οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέρας §1190ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους §1191ἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλα §1192συνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά· §1193ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο, §1194τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσι, §1195νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ.
而我们这边的人,看见了宙斯降下的吉兆,便驱车出击,骑兵和重装步兵冲入阿耳戈斯人的军阵中交锋;一切顿时陷入了惨烈的混战;敌兵纷纷死去,从战车的边缘跌落,车轮弹起,车轴与车轴相互撞击,尸体与尸体堆积在了一起。
§1196πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς §1197ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴς §1198ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει· §1199καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις.
因此,直到今天,我们阻挡了这片土地的塔楼被夷为平地;但今后这片土地是否能享有幸福,全在神明的考量中;因为就在刚才,某位神明拯救了它。
§1200καλὸν τὸ νικᾶν· εἰ δʼ ἀμείνονʼ οἱ θεοὶ §1201γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ.
约卡斯塔:胜利是美好的;但如果神明怀有更好的意图—— 愿我能享有幸运。
§1202καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει· §1203παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.
神明的事和命运的事都很好;因为我的孩子们还活着,这片土地也逃过了劫难。
§1204Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτων §1205τῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν, §1206παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς, §1207ἰδίᾳ δὲ λυπρῶς.
可是可怜的克瑞翁,似乎注定要承受我的婚礼和俄狄浦斯的灾祸所带来的苦果,他失去了孩子,这虽然对城邦而言是幸运的,但对他个人却是痛苦的。
ἀλλʼ ἄνελθέ μοι πάλιν, §1208τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον.
然而,请再为我回过头来谈谈,在这之后,我的两个儿子想要做什么。
§1209ἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς.
使者:别管接下来的事了;因为直到这一步,您都一直很幸运。
§1210τοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον.
约卡斯塔:你这话令人起疑;绝不能就此作罢。
§1211μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους;
使者:除了孩子们安然无恙,您还希求什么更重大的事呢?
§1212καὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλύειν.
约卡斯塔:还要听听我余下的命运是否也同样安好。
§1213μέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.
使者:放我走吧;您的儿子如今身边没有了他的持盾卫士。
§1214κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ.
约卡斯塔:你隐瞒了某种灾祸,将其掩盖在黑暗之中。
§1215κοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι σοῖς κακά.
使者:在带给您好消息之后,我实在不想向您吐露厄运。
§1216ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα.
约卡斯塔:除非你飞上青天逃之夭夭。
§1217αἰαῖ·
使者:哀哉!
τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλου §1218φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;
您为何不让我带着好消息离开,反而逼我道出灾祸?
§1219τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα §1220αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ, §1221λέξαντες Ἀργείοισι Καδμείοισί τε §1222ἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον.
您的两个儿子正在企图一桩最可耻、最鲁莽的恶行:抛开所有军队进行单独决斗,他们已经向阿耳戈斯人和卡德摩斯人共同宣布了这一项决不该提起的提议。
§1223Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶς §1224πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ· §1226Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε, §1227Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν §1228ψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ.
厄忒俄克勒斯率先发难,他站在高耸的塔楼上,命令向全军宣告肃静: “我这片土地的将领们啊,来到此地的达那俄斯勇士们,以及卡德摩斯的百姓,不要为了波吕涅克斯,也不要为了我而卖掉你们的生命。
§1229ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς
因为我将独自承担这份危险,让你们免于此难……”

词汇与语法注释

  1. §1150εἶδες ἂν — 直说过去时(第二人称单数)与小词 ἂν 连用,表示过去的可能性(“你本会看见”),这种表达方式仿佛将听者作为战场目击者拉入情境中。
  2. §1176τὸ μὴ οὐ — 在表示阻碍或防止的动词(εἰργαθεῖν)本身带有否定(μηδʼ ἂν)的句子中,该动词所带的不定式前使用双重否定小词 τὸ μὴ οὐ,意为“不能阻碍……夺取”。
  3. §1215κοὐκ ἄν γε λέξαιμʼ — 希求法与 ἄν 连用表示潜能(潜在希求法)。在此处表示说话者(使者)带有强烈意志的委婉拒绝(“我实在不想说”)。
  4. §1222ὤφελον — 动词 ὀφείλω 的不定过去时形式 ὤφελον 在带有关系代词 οἷον 的关系从句中与不定式连用,表示过去无法实现的愿望(“他们决不该提起的提议”)。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §1147-1229. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:1147-1229

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。