Humanitext Reader

欧里庇得斯 · 海伦 §81-157

特乌克罗斯告知战况与海伦的警告

第 2 段,共 20 段 · 希腊语

内容简介

被驱逐的特乌克罗斯抵达埃及并遇到了海伦。他讲述了特洛伊战争的结局、其兄埃阿斯的自尽以及墨涅拉俄斯夫妇的失踪,透露他来此是为了向女祭司特奥诺埃询问如何在塞浦路斯建立新萨拉米斯,而海伦则警告他埃及国王猎杀希腊人的危险,催促他尽快逃离。

§81μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
因为全希腊都憎恨宙斯的女儿。
§82σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.
妇人啊,请原谅我所说的话。
§83τίς δʼ εἶ;
但你是谁?
πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;
你从哪片土地来到了这片土地的平原?
§84εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.
妇人啊,我是不幸的阿开亚人之一。
§85οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
那么,如果你憎恨海伦,也就不足为奇了。
§86ἀτὰρ τίς εἶ πόθεν;
但你是谁,来自哪里?
τίνος δʼ αὐδᾶν σε χρή;
我该称你为什么人的儿子?
§87ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ §88Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.
我的名字是特乌克罗斯,生我的父亲是特拉蒙,哺育我的祖国是萨拉米斯。
§89τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας;
那么你究竟为何来到尼罗河的这些土地?
§90φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.
我被作为流亡者,从父辈的土地上驱逐了出来。
§91τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;
你真是可怜;但谁把你从祖国驱逐出去的?
§92Τελαμὼν ὁ φύσας.
生我的特拉蒙。
τίνʼ ἂν ἔχοις μᾶλλον φίλον;
你还能有比这更亲近的人吗?
§93ἐκ τοῦ;
为什么?
τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.
这件事实在包含着不幸。
§94Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών.
兄长埃阿斯在特洛伊死去,这毁灭了我。
§95πῶς;
怎么会?
οὔ τί που σῷ φασγάνῳ βίον στερείς;
他总不至于是被你的剑夺去了生命吧?
§96οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος.
他自己扑向剑上的纵身一跃毁灭了他。
§97μανέντʼ;
疯了吗?
ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν;
因为清醒的人谁敢做出这种事?
§98τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον;
你知道佩琉斯的儿子阿喀琉斯这个人吗?
§99ναί·
是的。
§99aμνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.
听闻他曾作为海伦的求婚者前来。
§100θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις.
他死后,在同盟者中引起了关于武器的争端。
§101καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν;
那么这究竟给埃阿斯带来了什么祸害?
§102ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου.
别人得到了那副武器,他便离开了人世。
§103σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;
这么说,你竟是因为他的灾难而遭受痛苦?
§104ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ.
因为我没有与他一同死去。
§105ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν;
异乡人啊,你真的去过伊利翁那著名的都城吗?
§106καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.
是的,我参与了毁灭它,我自己也反过来被毁灭了。
§107ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;
难道那里已被放火,并被烈火彻底毁灭了吗?
§108ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές.
以至于连城墙的痕迹都无法清晰辨认。
§109ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες.
噢,可怜的海伦,为了你,弗里吉亚人走向毁灭。
§110καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά.
还有阿开亚人;巨大的祸害已经被造成了。
§111πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;
那座城市被攻陷至今,已经过了多久?
§112ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.
大约七个丰收的年岁周期。
§113χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον;
那么你们在特洛伊还停留了多久的其他时间?
§114πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
许多个月亮,整整度过了十年。
§115ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;
你们真的俘获了那个斯巴达女人吗?
§116Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης.
墨涅拉俄斯揪着她的头发把她带走了。
§117εἶδες σὺ τὴν δύστηνον;
你亲眼见过那个不幸的女人吗?
ἢ κλύων λέγεις;
还是听别人说起才说的?
§118ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.
就像我现在看见你一样,毫不逊色,是我亲眼所见。
§119σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν.
请考虑一下,你们是不是只得到了神明制造的幻影。
§120ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.
谈谈别的事吧,不要再提她了。
§121οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;
你们觉得那幻觉如此确定疑问吗?
§122αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.
因为我亲眼所见,而我的心灵也看见了。
§123ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;
墨涅拉俄斯已经和他的妻子回到家了吗?
§124οὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς.
至少不在阿耳戈斯,也不在欧罗塔斯的溪流旁。
§125αἰαῖ·
唉!
κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις.
你对那些你向其诉说不幸的人说了一件坏事。
§126ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.
因为据说他和他的妻子一同失踪了。
§127οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;
难道所有阿耳戈斯人的归途不是同一条吗?
§128ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν.
是的,但风暴将各人驱散到了不同的地方。
§129ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
在广阔大海的哪片海浪脊梁之上?
§130μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.
正在渡过爱琴海通道的正中深处之时。
§131κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον;
自那以后,就没人看见墨涅拉俄斯抵达吗?
§132οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα.
没人看见;在全希腊都传言他已经死了。
§133ἀπωλόμεσθα·
我们彻底完了!
Θεστιὰς δʼ ἔστιν κόρη;
但塞斯提乌斯的女儿还活着吗?
§134Λήδαν ἔλεξας;
你说的是丽达吗?
οἴχεται θανοῦσα δή.
她已经死了,彻底离世了。
§135οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;
难道不是海伦可耻的恶名害死了她吗?
§136φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην.
人们是这样说的,说她用绳套勒紧了自己高贵的颈项。
§137οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;
廷达瑞奥斯的孩子们还在世吗,还是已经不在了?
§138τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω.
他们死了,却也没死;有两种说法。
§139πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν.
哪一种说法更占上风? 噢,身处祸害之中的我多么可怜!
§140ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ.
传言他们化作了星辰,成为了神明。
§141καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;
这件事你说得好;但另一个说法是什么?
§142σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον.
说因为妹妹被杀,他们自尽而亡。
§143ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.
话已说得够多了;我不想双重地悲叹。
§144ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους, §145τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν, §146σὺ προξένησον, ὡς τύχω μαντευμάτων §147ὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν
但至于我来到这座皇家府邸的目的,想要见见那位传达神谕的特奥诺埃,请你作个引见,以便让我得到神谕,我该如何驾着船只的顺风之翼,前往四面环海的塞浦路斯岛。
§148ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν §149οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν §150Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.
阿波罗曾下达神谕让我在那里居住,并在那里建立起一个岛屿之名,称作“萨拉米斯”,以纪念我在那里的祖国。
§151πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν §152γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως §153ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ §154κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις· §155κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον.
异乡人啊,航行本身自会指明;但你要离开逃离这里,免得在普罗透斯的儿子看见你之前,他统治着这片土地;不过他现在外出不在,正倚仗着他的猎犬进行杀戮野兽的捕猎;因为他只要抓住任何希腊异乡人,就会将其处死。
§156ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν §157ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;
至于其中的缘由,请你不要去打听,我也会保持沉默;因为我又能给你带来什么益处呢?

词汇与语法注释

  1. 82τοῖς λελεγμένοις — 中性复数完美中被动分词 τοῖς λελεγμένοις(来自 λέγω)作为与格宾语与 σύγγνωθι(“原谅”)连用,意为“对于所说的话”。
  2. 93ἐκ τοῦ; — 短语 ἐκ τοῦ 等同于 ἐκ τίνος(介词 ἐκ 连用疑问代词 τις 的属格),表示原因或动机,意为“由于什么原因?”、“为什么?”。
  3. 96οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος. — 主语是名词短语 οἰκεῖον ἅλμʼ ἐπὶ ξίφος(“他自己朝剑上的跃身”),直接宾语是代词 αὐτόν(指代埃阿斯),谓语动词是 ὤλεσε。形容词 οἰκεῖον 在此表示“他自己的/自发的”,修饰 ἅλμα。
  4. 112ἐτῶν — 属格复数 ἐτῶν(来自 ἔτος,“年”)修饰复数宾格 κύκλους(“周期”),属于描述性或定义性属格,意为“年的周期”,表示七年时间。
  5. 119σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν. — 连词 μή 与未完成过去直陈式 εἴχετε 连用,在表示考虑的动词 σκοπεῖτε 之后引导宾语从句,表达对过去事实的怀疑或担忧:“请考虑你们是否抱持着来自神明的幻影”。
  6. 138τεθνᾶσι καὶ οὐ τεθνᾶσι· — 矛盾修辞 τεθνᾶσι καὶ οὐ τεθνᾶσι(“他们既死了,也没死”)通过并列相反的动词,概括了关于双子神生死交替的两种不同神话传统。
  7. 150τῆς ἐκεῖ χάριν πάτρας — 介词性名词 χάριν 支配属格 τῆς ἐκεῖ πάτρας(“那里的祖国”),意为“为了……的缘故”或“作为对……的纪念”。

引用这一段

欧里庇得斯, 海伦 §81-157. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:81-157

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。