Humanitext Reader

欧里庇得斯 · 海伦 §158-266

海伦与歌队对自身命运的哀歌

第 3 段,共 20 段 · 希腊语

内容简介

在特乌克罗斯离开后,海伦哀叹自己的悲惨命运,并与登场的歌队一同歌唱特洛伊的毁灭、家人的惨死以及由于神明播弄而使自己承受的虚妄恶名。

§158καλῶς ἔλεξας, ὦ γύναι·
说得好,妇人啊!
θεοὶ δέ σοι §159ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
愿神明赐予你善意的回报。
§160Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας §161ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
你虽然拥有和海伦相似的躯体,却没有相似的心智,反而大不相同。
§162κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς §163ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.
愿她惨烈地毁灭,永远不要回到欧罗塔斯的溪流畔;但愿你,妇人,永远幸福。
§164ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον §165ποῖον ἁμιλλαθῶ γόον;
噢,在巨大的痛苦中,开始我巨大的哀歌,我该竞相发出怎样的哀叹?
ἢ τίνα μοῦσαν ἐπέλθω §166δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν;
我该祈求怎样的缪斯,伴随着眼泪、哀歌和悲泣?
αἰαῖ.
唉!
§167πτεροφόροι νεάνιδες, §168παρθένοι Χθονὸς κόραι §169Σειρῆνες, εἴθʼ ἐμοῖς γόοις §170μόλοιτʼ ἔχουσαι Λίβυν §171λωτὸν ἢ σύριγγας ἢ §171aφόρμιγγας, αἰλίνοις κακοῖς §172τοῖς ἐμοῖσι σύνοχα δάκρυα·
羽翼丰满的年轻少女们,大地之女的处女们,塞壬们啊,但愿伴着我的哀叹,你们带着利比亚的莲管或排箫,或者弦琴,送来与我悲惨灾祸相契合的、我的泪水。
§173πάθεσι πάθεα, μέλεσι μέλεα, §174μουσεῖα θρηνήμα- §174aσι ξυνῳδὰ πέμψειε §175Φερσέφασσα §176φόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσι §177παρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχια §177aπαιᾶνα §178νέκυσιν ὀλομένοις λάβῃ.
以痛苦对痛苦,以歌声对歌声,愿珀耳塞福涅送来与哀歌相伴的歌声—— 惨痛的调子,好让她在眼泪之外,从我这里,在幽冥的殿宇之下,得到赞歌,献给消逝的亡魂。
§179κυανοειδὲς ἀμφʼ ὕδωρ §180ἔτυχον ἕλικά τʼ ἀνὰ χλόαν §181φοίνικας ἁλίου πέπλους §182αὐγαῖσιν ἐν χρυσέαις §183ἀμφὶ δόνακος ἔρνεσιν §183aθάλπουσα·
在蔚蓝的湖水旁,我正巧在茂密弯曲的草地上,将深红色的衣衫在黄金般灿烂的阳光下,晾晒在芦苇的嫩枝间。
ποτνίας δʼ ἐμᾶς, §184ἔνθεν οἰκτρὸν ἀνεβόασεν, §185ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον, §186ὅτι ποτʼ ἔλακεν αἰάγμα- §186aσι στένουσα, Νύμφα τις §187οἷα Ναῒς §188ὄρεσι φυγάδα νόμον ἱεῖσα §189γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα §189aκλαγγαῖσι §190Πανὸς ἀναβοᾷ γάμους.
就在那时,我那女主人哀怜呼号之处,我听见一阵喧嚣,那是不伴琴声的哀诉,正如她在呻吟中吐露的哀哭,仿佛某位仙女,泉水女神,在山中发出逃亡者的哀歌,在岩石的深谷下,哀鸣着控诉潘神的强暴结合。
§191ἰὼ ἰώ·
唉,唉!
§192θήραμα βαρβάρου πλάτας, §193Ἑλλανίδες κόραι, §194ναύτας Ἀχαιῶν §195τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.
蛮族之桨捕获的猎物啊,希腊的少女们啊,曾有一位阿开亚水手来到,来到这里,为我的眼泪添上新的眼泪。
§196Ἰλίου κατασκαφαὶ §197πυρὶ μέλουσι δαΐῳ §198διʼ ἐμὲ τὰν πολυκτόνον, §199διʼ ἐμὸν ὄνομα πολύπονον.
伊利翁的彻底毁灭,归于敌人的烈火之中,全因我这害死众人的祸首,全因我这饱受痛苦的名字。
§200Λήδα δʼ ἐν ἀγχόναις §201θάνατον ἔλαβεν αἰσχύ- §202νας ἐμᾶς ὑπʼ ἀλγέων.
丽达悬梁自尽,因我所蒙受耻辱的痛苦,而命丧黄泉。
§203ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς §204πόσις ὀλόμενος οἴχεται,
而我在海上四处漂泊的丈夫,也已消逝丧命。
§205κάστορός τε συγγόνου τε §206διδυμογενὲς ἄγαλμα πατρίδος §207ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ- §208λοιπε δάπεδα γυμνάσιά τε §210δονακόεντος Εὐρώ- §210aτα, νεανιᾶν πόνον.
卡斯托尔与他的兄弟,祖国双生荣耀的化身,已然消失,消失无踪,离开了那马蹄践踏的平原与竞技场,在那长满芦苇的欧罗塔斯河畔,曾是青年们劳作挥汗之地。
§211αἰαῖ αἰαῖ·
唉,唉!
§211aὦ δαίμονος πολυστόνου §212μοίρας τε σᾶς, γύναι.
噢,饱尝叹息的神明命运啊,以及你所承受的分外之命,妇人。
§213αἰὼν δυσαίων §214τις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν §215χιονόχρως κύκνου πτερῷ §216Ζεὺς πρέπων διʼ αἰθέρος· §217τί γὰρ ἄπεστί σοι κακῶν;
悲惨的一生降临到,降临到你身上,当你的母亲生下你时,凭着那雪白的天鹅羽翼,宙斯在天空中显现出光辉;因为有什么灾祸是你所没有经历的?
§218τίνα δὲ βίοτον οὐκ ἔτλας;
你又有什么样的生活是没有忍受过的?
§219μάτηρ μὲν οἴχεται, §220δίδυμά τε Διὸς οὐκ εὐ- §221δαιμονεῖ τέκεα φίλα, §222χθόνα δὲ πάτριον οὐχ ὁρᾷς, §223διὰ δὲ πόλεας ἔρχεται §224βάξις, ἅ σε βαρβάροισι, §225πότνια, παραδίδωσι λέχεσιν, §226ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ- §227λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι §228πάτρια μέλαθρα καὶ τὰν §228aΧαλκίοικον ὀλβιεῖς.
母亲已经离世,宙斯的双生可爱的孩子也得不到幸福,你看不见自己的祖国之土,且在各城邦之间,流传着流言,将你,尊贵的妇人,交托到蛮族的床榻之上;而你的丈夫已在海洋与波涛中失去了生命,你将再也无法让祖先的府邸与青铜之家的女神重获荣光。
§229φεῦ φεῦ, τίς ἢ Φρυγῶν §230ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς §231ἔτεμε τὰν δακρυόεσσαν §232Ἰλίῳ πεύκαν;
唉,唉,究竟是哪一个弗里吉亚人,或者是哪一个来自希腊土地的人,砍下了那棵给伊利翁带来眼泪的松木?
§233ἔνθεν ὀλόμενον σκάφος §234συναρμόσας ὁ Πριαμίδας §234aἔπλευσε βαρβάρῳ πλάτᾳ §235τὰν ἐμὰν ἐφʼ ἑστίαν, §236ἐπὶ τὸ δυστυχέστατον §237κάλλος, ὡς ἕλοι, γάμων §238ἀμῶν· ἅ τε δόλιος §239ἁ πολυκτόνος Κύπρις §239aΔαναΐδαις ἄγουσα θάνατον, §240ὦ τάλαινα συμφορᾶς.
普里阿摩斯的儿子用它拼造成那艘毁灭之船,用蛮族的船桨航行到我的炉灶旁,强行夺取我这最不幸的、美貌的结合;而那狡诈、害死无数人的塞浦路斯女神,给丹奈人带来了死亡—— 噢,可怜的灾祸啊。
§241ἁ δὲ χρυσέοις θρόνοις §242Διὸς ὑπαγκάλισμα σεμνὸν §243Ἥρα τὸν ὠκύπουν §243aἔπεμψε Μαιάδος γόνον· §244ὅς με χλοερὰ δρεπομέναν §245ἔσω πέπλων ῥόδεα πέταλα, §245aΧαλκίοικον ὡς μόλοιμʼ, §246ἀναρπάσας διʼ αἰθέρος §247τάνδε γαῖαν εἰς ἄνολβον §248ἔριν ἔριν τάλαιναν ἔθετο §249Πριαμίδαισιν Ἑλλάδος.
而那坐在黄金宝座上、宙斯怀抱中尊贵的伴侣赫拉,派出了那捷足的迈亚之子;当当我正在采摘嫩绿的玫瑰花瓣纳于衣襟之中,正要走向青铜之家时,将我掠走掠过天空,送到这片不幸的土地,在普里阿摩斯之子与希腊之间,制造了悲惨的争斗。
§249aτὸ δʼ ἐμὸν ὄνομα §250παρὰ Σιμουντίοις ῥοαῖσι §251μαψίδιον ἔχει φάτιν.
而我的名字,在西摩伊斯河的溪流旁,蒙受着虚枉的恶名。
§253ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι §254ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.
你承受着深重的痛苦,我知道;但对你而言,尽可能轻松地承受生活中不可避免的事物是明智的。
§255φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
亲爱着的女人们啊,我被拴在了怎样的命运之上?
§256ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;
难道生我的母亲,是给人类生下了一个怪物吗?
§260τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου, §261τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
因为我的生命与我的遭遇本身就是个怪物,一半是因为赫拉,一半是因为我的美貌。
§262εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν §263αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ, §264καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω §265Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς §266ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
但愿我能像一幅被擦掉重画的肖像,得到一副丑陋的外表来取代这美丽的面容,那么希腊人就会忘记我如今承受的恶运,并记住我那些本非邪恶的命运,就像他们如今牢记着我的恶运一样。

词汇与语法注释

  1. 159ἀντιδωρησαίατο — 表达愿望的祈愿语气第三人称复数形式。此处使用了史诗和离子方言的词尾 `-ατο`,以代替标准的雅典方言词尾 `-αιντο`。这种古雅的形式在悲剧的抒情或庄重对白中时有出现,用以提升诗歌的格调。
  2. 183θάλπουσα — 阴性单数主格分词,修饰 `ἔτυχον`(§180)与 `ἔκλυον`(§185)的主语。尽管歌队(Chorus)由多人组成,但在剧本中他们常以第一人称单数(“我”)自称,并使用单数形式的分词进行主格一致。
  3. 262εἴθʼ ... ἔλαβον — 由 `εἴθε` 连同直陈语气不定过去时(`ἔλαβον`)构成的不可实现愿望(虚拟语气愿望)句式。该句式用于表达与过去或当下事实相反的愿望(“但愿我曾得到……”)。

引用这一段

欧里庇得斯, 海伦 §158-266. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:158-266

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。