Humanitext Reader

欧里庇得斯 · 海伦 §1-80

海伦的开场独白与特乌克洛斯的到来

第 1 段,共 20 段 · 希腊语

内容简介

海伦在埃及向观众陈述自己的身世和遭遇,揭示前往特洛伊的其实是她的幻影,而她自己一直保持贞洁。随后希腊将领特乌克洛斯登场,见到与海伦一模一样的女子时,倾泻出愤怒与仇恨。

§1Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, §2ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον §3λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
这些是尼罗河的,美如处女的溪流,他代替神圣的雨水,在白雪消融之时,润湿了埃及的平原和耕地。
§4Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν, §5Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ, §6ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ, §7Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ.
普罗透斯活着的时候,是这片土地的统治者,他居住在法罗斯岛,也是埃及的国王,他娶了波涛中的一位仙女,普萨玛忒,在她离开埃阿科斯的床榻之后。
§8τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι, §9Θεοκλύμενον ἄρσενʼ §10εὐγενῆ τε παρθένον §11Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος·
她在这座府邸中生下了两个孩子,男孩特奥克吕梅诺斯和高贵的处女艾多,在她是婴儿时,她是母亲的骄傲。
§12ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων, §13καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ §14τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο, §15προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
当她到了适合出嫁的妙龄,人们称她为特奥诺埃,因为神圣的事物,无论是现在的还是将来的,她全都知道,从她的祖父涅柔斯那里得到了这一恩典。
§16ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος §17Σπάρτη, πατὴρ δὲ Τυνδάρεως·
我们的祖国绝非无名之辈,而是斯巴达,父亲是廷达瑞奥斯。
ἔστιν δὲ δὴ §18λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν §19Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών, §20ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ §21δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
然而,世上有传言说宙斯飞到了我的母亲丽达那里,化身为天鹅,他在躲避鹰的追逐时,成就了一段欺骗的同床,如果这传言是真的话。
§22Ἑλένη δʼ ἐκλήθην.
我被命名为海伦。
ἃ δὲ πεπόνθαμεν κακὰ §23λέγοιμʼ ἄν.
但我所遭受的灾难,我要诉说。
ἦλθον τρεῖς θεαὶ κάλλους πέρι §24Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα, §25Ἥρα Κύπρις τε διογενής τε παρθένος, §26μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
三位女神为了美貌的争夺,来到伊达山的深谷中亚历山大(帕里斯)的面前,赫拉、塞浦路斯(阿佛洛狄忒)和宙斯所生的处女(雅典娜),想要对她们的容貌进行裁判。
§27τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές, §28Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ, §29νικᾷ.
而我的美貌——如果不幸也可以说是美貌的话—— 由塞浦路斯作为许诺,称亚历山大将娶我,赢得了胜利。
λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις §30Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.
离开牛棚的伊达山帕里斯来到斯巴达,想要占有我的床榻。
§31Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς, §32ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη, §33δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ §34εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο, §35Πριάμου τυράννου παιδί·
但赫拉因为没有在女神们中胜出而愤恨,她把亚历山大所得的我的床榻变成了虚无的风,她给他的不是我,而是把一个酷似我的、注入了生命气息的、用天空之气做成的幻影,给了普里阿摩斯国王的儿子。
καὶ δοκεῖ μʼ ἔχειν — §36κενὴν δόκησιν, οὐκ ἔχων.
他以为占有了我—— 这只是空洞的幻想,他并没有占有我。
τὰ δʼ αὖ Διὸς §37βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς· §38πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ §39καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν §40πλήθους τε κουφίσειε μητέρα χθόνα §41γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
此外,宙斯的其他计谋也加剧了这些灾难;因为他给希腊的土地和可怜的弗里吉亚人带来了战争,以便从凡人的拥挤中减轻母亲大地的负担,并让希腊最强壮的人名扬天下。
§42Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ, §43τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
我并不是作为奖励被送往弗里吉亚的,只有我的名字,成为了希腊人长枪的奖品。
§44λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος §45νεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μου §46Ζεύς — τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο, §47πάντων προκρίνας σωφρονέστατον βροτῶν, §48ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.
赫尔墨斯在天空的褶皱中抱着我,用云雾将我遮盖——因为宙斯并没有忽视我—— 并把我安安置在这普罗透斯的府邸,选择他作为凡人中最克制、最明智的人,以便我能为墨涅拉俄斯保持纯洁的床榻。
§49κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις §50στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς §51θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
如今我在这里,而那可怜的丈夫召集了军队,正在追寻被劫持的我,前往伊利翁的城墙。
§52ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις §53ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ §54κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν §55πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
许多灵魂为了我的缘故在斯卡曼德洛斯的溪流旁死去;而承受了一切痛苦的我,被人诅咒,似乎是我背叛了丈夫,给希腊人带来了一场大战。
§56τί δῆτʼ ἔτι ζῶ;
那么,我为什么还活着呢?
θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος §57Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον §58Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον §59οὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί.
我听到了神明、赫尔墨斯的誓言,说我终将回到斯巴达那著名的平原,与我的丈夫同住,因为他会知道我根本没有去伊利翁,没有为任何人铺下床榻。
§60ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν §61Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς §62σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος §63θηρᾷ γαμεῖν με.
只要普罗透斯还在看着这太阳的光芒,我的婚姻就是安全的;但当他被大地的黑暗掩埋,死者的儿子就极力想要娶我。
τὸν πάλαι δʼ ἐγὼ πόσιν §64τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε §65ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη, §66ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω, §67μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.
但为了尊重我以前的丈夫,我倒在普罗透斯的这座坟墓前,作为一个恳求者,祈求他为我的丈夫保全我的贞洁,这样,即使我在全希腊承受着恶名,我的身体在这里也绝不会蒙受羞辱。
§68τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;
是谁掌握着这些坚固府邸的权力?
§69πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι, §70βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι.
因为这座宅邸堪称财富的象征,有着皇家般的外墙和高耸的飞檐。
§71ἔα·
呀!
§72ὦ θεοί, τίνʼ εἶδον ὄψιν;
诸神啊,我看到了什么景象?
ἐχθίστην ὁρῶ §73γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν §74πάντας τʼ Ἀχαιούς.
我看到一个最令人憎恶的、充满血腥的女人肖像,她毁灭了我以及所有的阿开亚人。
θεοί σʼ, ὅσον μίμημʼ ἔχεις §75Ἑλένης, ἀποπτύσειαν.
愿神明唾弃你,因为你长得如此像海伦!
εἰ δὲ μὴ ʼν ξένῃ §76γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ §77ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.
要不是我在异国的土地上驻足,我早用这支神准的飞箭,让你因长得像宙斯的女儿而丧命。
§78τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφης §79καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;
为什么,可怜的人啊——不管你是谁,你竟转过身去避开我,并因为那个女人的不幸而憎恨我?
§80ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν·
我错了;我被愤怒冲昏了头脑,超出了我应有的分寸。

词汇与语法注释

  1. §3λευκῆς τακείσης χιόνος — 这是一个属格绝对结构(“白雪消融之时”),反映了古代的一种自然观念:埃及不降雨,其尼罗河的水源来自高山融雪。
  2. §27τοὐμὸν δὲ κάλλος — 第27行的“我的美貌”(τοὐμὸν δὲ κάλλος)是第29行动词“获胜”(νικᾷ)的语法主语,但它们被第28行的分词短语(Κύπρις προτείνασα...)隔开,形成了主语和动词离隔的结构。
  3. §58γνόντος — 分词“γνόντος”(在知道之后)的语法修饰对象有两种可能的解释:(1)修饰前一行的“ἀνδρί”(丈夫,即墨涅拉俄斯),虽然格不一致,但可视为一种松散的属格独立或形容词性属格用法;(2)修饰第57行的“Ἑρμοῦ”(赫尔墨斯)。从上下文来看,修饰“丈夫”更为自然,因为预言包含了丈夫最终会明白海伦是清白的内容。
  4. §77ἀπόλαυσιν εἰκοῦς — “作为相似的代价(报应)”。“ἀπόλαυσις”通常指“享受”或“获益”,但在此处被反讽地用来表示因长得像海伦而带来的“惩罚”或“代价”,作对格副词性修饰。

引用这一段

欧里庇得斯, 海伦 §1-80. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:1-80

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。