Humanitext Reader

欧里庇得斯 · 海伦 §766-839

知晓危险与求助提奥诺厄及共死之誓

第 10 段,共 20 段 · 希腊语

内容简介

门纳劳斯和海伦得知该地僭主提奥克吕墨诺斯企图强娶海伦并要杀害门纳劳斯。两人计划说服具有预言能力的僭主之妹提奥诺厄为他们保守秘密,并誓言若失败便同生共死。

§766τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς §767τὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα §768Κρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις, §769σκοπιάς τε Περσέως;
我何必向你诉说在爱琴海中的覆灭,以及纳乌普利奥斯在优波亚点起的烽火,还有克里特,以及我所游历的利比亚诸城,还有珀耳修斯的瞭望台?
οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂν §770μύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι, §771πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν.
因为我无法用故事满足,且在诉说我的痛苦时我自己也会再度痛苦,承受痛苦时我也曾疲惫不堪;而我们会遭受双重的悲伤。
§772κάλλιον εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ.
你所说的比我所问的更好。
§773ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον §774πόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
但请省去其他一切,只告诉我一件事:有多少时间,你在海脊上进行这痛苦的海上漂泊?
§775ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα §776ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
在船上,除了特洛伊的那十年之外,我又度过了整整七个年头。
§777φεῦ φεῦ·
哎呀!
μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον §778σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς.
可怜的人,你说的真是一段漫长的时光;虽然从那里获救,你来到此地却要面临屠戮。
§779πῶς φῄς;
你说什么?
τί λέξεις;
你将要说什么?
ὥς μʼ ἀπώλεσας, γύναι.
妇人,你可把我害惨了。
§780φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός.
请以最快的速度离开这片土地逃走吧。
§781θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα.
你会被这所房子的主人的手杀害。
§782τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
我做了什么事,竟配受这样的灾祸?
§783ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
你意想不到地来到这里,成了我婚礼的绊脚石。
§784ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη;
难道有人想要娶我的妻子吗?
§785ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ.
并且对我施加暴行,那正是我一直忍受着的。
§786ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;
是凭借私人权势的某人,还是统治这片土地的君王?
§787ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
统治这片土地的人,普罗透斯的儿子。
§788τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω.
这就是我从女仆那里听到的那个谜。
§789ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
你站在了怎样的蛮族大门前?
§790τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.
就是这里,我像个乞丐一样被赶了出来。
§791οὔ που προσῄτεις βίοτον;
难道你竟然乞讨食物?
ὦ τάλαινʼ ἐγώ.
噢,可怜的我。
§792τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.
行为确实如此,但并没有用这个名称。
§793πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων.
那么,看来你已经知道关于我婚礼的一切了。
§794οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω.
我知道;但你是否逃过了这床榻,我还不晓得。
§795ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.
请知道,你的床榻完好无损地为你保留着。
§796τίς τοῦδε πειθώ;
凭什么让我相信?
φίλα γάρ, εἰ σαφῆ λέγεις.
若你说的属实,那太让人欣慰了。
§797ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς;
你看见我在这座坟墓前的悲惨座位了吗?
§798ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;
我看到了简陋的草垫,这与你有什么关系?
§799ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
在这里,我们作为避婚的逃难者,在此祈求庇护。
§800βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις;
是因为缺乏祭坛,还是由于蛮族的规矩?
§801ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν.
这保护着我们,犹如神明的殿宇一般。
§802οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι;
难道我竟然不能带你乘船回国吗?
§803ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.
等待你的绝非我的床榻,而是利刃。
§804οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.
这样一来,我便成了凡人中最悲惨的人了。
§805μή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός.
那么就不要顾及面子了,快离开这片土地逃走吧。
§806λιπών σε;
丢下你?
Τροίαν ἐξέπερσα σὴν χάριν.
我可是为了你才攻破了特洛伊。
§807κρεῖσσον γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη.
因为这总比我的床榻害死你要好。
§808ἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια.
你说的是懦夫之言,配不上特洛伊之战。
§809οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.
你杀不了那个僭主,哪怕你可能正急于这样做。
§810οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας;
难道他的身体竟如此坚固,连钢铁也伤不到吗?
§811εἴσῃ.
你迟早会知道的。
τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ.
但挑战不可能之事,并非明智之人的所为。
§812σιγῇ παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας;
难道要我默默地束手就擒吗?
§813ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.
你已陷入困境;我们需要某种计策。
§814δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.
因为行动而死,总比无所作为而死要痛快。
§815μίʼ ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν.
只有一个希望,唯有靠它我们才能获救。
§816ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;
是用钱收买,还是需要冒险,亦或是通过言辞?
§817εἰ μὴ τύραννός σʼ ἐκπύθοιτʼ ἀφιγμένον.
只要僭主不知道你已经到来。
§818ἐρεῖ δὲ τίς μʼ;
可是谁会去告发我呢?
οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ.
他肯定认不出我是谁。
§819ἔστʼ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.
屋里有一位他的同盟,地位等同于神明。
§820φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;
难道是藏在屋宇深处的某种神谕传闻?
§821οὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν.
不,是他的妹妹;人们称她为提奥诺厄。
§822χρηστήριον μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον.
这名字听起来确有神谕之感;告诉我她是干什么的。
§823πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε.
她无所不知,并且会告诉她哥哥你已经在这儿了。
§824θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.
那我们只有死路一条了;因为我不可能隐藏行踪。
§825ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν — §826τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα;
或许我们能通过哀求来说服她—— 让她做什么事? 你引导我报以什么希望?
§827παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.
让她不告诉她哥哥你已在这片土地上。
§828πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;
若说服了她,我们就能踏出这片土地吗?
§829κοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ.
若有她通力合作自然容易,但瞒着她则绝无可能。
§830σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.
这是你的任务了,因为女人最适合去劝女人。
§831ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν.
我的双手绝对会紧紧抱住她的双膝不放。
§832φέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;
且慢,如果她真的不接受我们的说辞该怎么办?
§833θανῇ· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ.
你会死;而可怜的我将被迫成婚。
§834προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις.
那你不成了背叛者;你倒是有暴力的借口可找。
§835ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα §836τί φῄς;
绝不,我曾对着你的头颅发下神圣的誓言,你说什么?
θανεῖσθαι;
宁可死?
κοὔποτʼ ἀλλάξεις λέχη;
也绝不改嫁他人?
§837ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.
确是用同一柄剑;并且我会躺在你的身边。
§838ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
既然如此,请握住我的右手作为凭证。
§839ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος.
我握住了,并誓言若你死去,我也将离开这光明。

词汇与语法注释

  1. 766τί σοι λέγοιμʼ ἂν — 带有 ἄν 的潜在祈愿语气(potential optative),在此处带有反问语气,意为“我何必向你诉说……”或“我怎能向你诉说……”。
  2. 770λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι — 修饰主句中潜在祈愿语气(ἄν ... ἀλγοίην)的分词 λέγων 起条件作用,相当于 εἰ λέγοιμι(“如果诉说的话”)。
  3. 801ἴσον ναοῖς — 中性形容词 ἴσον 作副词使用,带与格 ναοῖς,意为“与神殿同等地”或“如同神殿一般”。
  4. 815ᾗ μόνῃ σωθεῖμεν ἄν — 关系代词 ᾗ 是手段或方式的与格。关系从句中带有 ἄν +祈愿语气(σωθεῖμεν ἄν),表示潜在的可能性(“唯有靠它我们才得以获救”)。
  5. 831οὐκ ἄχρωστα — 双重否定(litotes)表示强烈的肯定,意为“(我的双手)绝不会不触碰(她的双膝)”,即“我一定会紧紧抱住她的双膝哀求”。

引用这一段

欧里庇得斯, 海伦 §766-839. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:766-839

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。