§267ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην §268πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως· §269ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
因此,凡是瞩目于单一命运、因神明而受苦的人,虽然沉重,但仍须忍受;而我们却陷入了重重不幸之中。
§270πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής· §271καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν, §272ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
首先,我并非不义之人,却背负恶名;承担不属于自己的恶名,这种痛苦,比面对残酷的真理还要沉重。
§273ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς §274ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη §275δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο· §276τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
其次,神明将我从祖国的土地上带走,送往蛮荒之地,在失去亲友的环境中,我本是自由人之后,如今却沦为奴隶;因为在蛮族之中,除了那一人,其余皆为奴隶。
§277ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη, §278πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν — §279οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή.
而唯一能维系我命运的锚,即丈夫终有一日会归来并救我脱离苦难—— 他已经死了,他确实已不复存在。
§280μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ, §281ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν· §282ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ, §283θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
母亲也已离世,而我成了杀死她的凶手,虽然我是无辜的,但这罪名却落在我身上;而那曾是我家及我自身荣耀的、无夫的女儿,如今在虚度年华中渐渐白头。
ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ §286τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.
尽管遭遇了这一切不幸,我在名义上已经死去,但在实质的清白上却没有。
§287τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν, §288κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ §289δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα.
而最糟糕的是,即使我们能回到祖国,我们也会被门闩拒之门外——因为人们以为我,海伦,已经同梅内劳斯一起从伊利翁城下归来。
因为如果我的丈夫还活着,我们回去时,就能通过唯有我们两人知晓的信物而相认。
§292νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.
但如今既无此事,他也不可能再获救。
§293τί δῆτʼ ἔτι ζῶ;
那么我为何还活着?
τίνʼ ὑπολείπομαι τύχην;
我还剩什么命运?
§294γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς, §295μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν §296τράπεζαν ἵζουσʼ;
难道要选择婚姻作为摆脱苦难的交换,与一个蛮族男子生活,坐在富庶的餐桌旁?
ἀλλʼ ὅταν πόσις πικρὸς §297ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν.
但当一个令人厌恶的丈夫与女人同处时,甚至连他的肉体也是令人厌恶的。
§298θανεῖν κράτιστον·
死是最好的选择。
πῶς θάνοιμʼ ἂν οὐ καλῶς;
但我怎样死才算体面?
§303ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
因为我们已经陷入了如此深重的苦难深渊。
其他女人因其美貌而获得幸福,但唯独这美貌毁灭了我们。
海伦,对于那个前来的外邦人,不论他是谁,不要以为他所说的每一句话都是真话。
§308καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν.
可是他确实清楚地说我的丈夫已经死了。
§309πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.
即使通过谎言,也能制造出许多言辞。
§310καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ.
而与此相反,真理也是昭然若揭的。
§311ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.
你正将自己推向灾祸,而非福分。
§312φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει.
因为恐惧笼罩着我,将我引向可怕的境地。
§313πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις;
你在这座府邸中得到了怎样的好意?
§314πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.
除了那个逼婚的人,所有人都是我的朋友。
§315οἶσθʼ οὖν ὃ δρᾶσον;
那么,你知道该怎么做吗?
μνήματος λιποῦσʼ ἕδραν — §316ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;
离开这坟墓的座位—— 你正引向怎样的言语或建议?
§317ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται, §318τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης, §319πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι §320εἴτʼ ἐκλέλοιπε φέγγος·
走进府邸,向那位无所不知的、海中涅柔斯之女所生的女儿,向塞奥诺埃询问你丈夫的下落,看他是否还活着,还是已经失去了光芒。
ἐκμαθοῦσα δʼ εὖ §321πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε.
在调查清楚之后,再根据命运的造化来选择欢欣或哀哭。
ἀλλʼ ἐμοὶ πιθοῦ· §324τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ· §325ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν §326ἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;
所以,请听从我:离开这坟墓,去会一会那位少女;在这里面,你能了解一切真相,既然你在这府邸中拥有她,又何必向远处看?
§327θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους §328καὶ συμπυθέσθαι παρθένου θεσπίσματα· §329γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
我也愿意和你一起进入府邸,共同聆听少女的预言;因为女人理应和女人共同分担苦难。
§330φίλαι, λόγους ἐδεξάμαν· §331βᾶτε βᾶτε δʼ ἐς δόμους, §332ἀγῶνας ἐντὸς οἴκων §333ὡς πύθησθε τοὺς ἐμούς.
朋友们,我接受你们的建议;走吧,走吧,进入府邸,好让你们在屋里听闻我的挣扎。
§334θέλουσαν οὐ μόλις καλεῖς.
你呼唤的是一个毫不迟疑的人。
§335ἰὼ μέλεος ἁμέρα.
啊,悲惨的日子。
§340τί μοι πόσις μέλεος ἔτλα;
我那不幸的丈夫到底承受了什么?
§348σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα, §349τὸν ὑδρόεντι δόνακι χλωρὸν §350Εὐρώταν, θανόντος §351εἰ βάξις ἔτυμος ἀνδρὸς §352ἅδε μοι — τί τάδʼ ἀσύνετα;
因为我向你呼唤,并向你起誓,那长满水生芦苇、郁郁葱葱的欧罗塔斯啊,如果丈夫去世的消息对我来说是真实的—— 我这些语无伦次的话是什么?
— §353φόνιον αἰώρημα
—— 杀人的悬缢。