Humanitext Reader

欧里庇得斯 · 海伦 §1536-1618

使者报告船上的叛乱与逃亡经过

第 19 段,共 20 段 · 希腊语

内容简介

使者向国王报告了海伦和墨涅拉俄斯实施阴谋的经过,希腊同伴在船上对埃及水手发起袭击,最终夺船逃走。

§1536πηδάλιά τε ζεύγλαισι παρακαθίετο.
舵也通过舵吊带降了下来。
§1537κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι, §1538Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι §1539προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι §1540πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν.
就在这忙碌的时刻,他们正窥视着这一契机,一群希腊男子,墨涅拉俄斯的旅伴们,走近了海岸,他们身上穿着因海难毁坏的衣衫,虽然容貌俊美,但看上去却十分邋遢。
§1541ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος §1542προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων· §1543ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε §1544Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;
阿特柔斯之子见他们到来,带着虚伪的同情向他们走近,开口说道: “不幸的人们啊,你们究竟是如何、又从哪一艘亚该亚的船上,将船撞毁后逃难至此?
§1545ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε, §1546ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ;
你们来此,难道是为了共同安葬阿特柔斯那死去的儿子,就是这位廷达瑞俄斯之女在此为他建起衣冠冢、而他本人却不在这里的那个人吗?
§1547οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ, §1548ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα §1549φέροντες.
” 于是,他们装模作样地流下眼泪,登上船去,手里拿着为墨涅拉俄斯准备投海的祭品。
ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία §1550λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν §1551ὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμως §1552τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς §1553ξένον κελεύσας πάντα συνέχεας τάδε.
而在我们心里,一方面起了疑心,彼此私下议论,觉得登船的人数实在太多了;但我们还是保持着沉默,因为要遵从您的嘱托;因为您命令这个异乡人统领船只,这才把所有这些事情都搞得一团糟。
§1554καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς §1555ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς §1556οὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα, §1557ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλῳ §1558κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων §1559μὴ θιγγάνειν ἀπεῖργεν.
的确,其他的物件我们都很轻易地搬进了船舱,感觉很是轻便;可是那头雄牛的脚却怎么也不肯顺着踏板笔直登船,反而圆睁着双眼,环顾四周,发出怒吼,弓起脊背,斜瞟着自己的双角,阻止任何人靠近碰它。
ὁ δʼ Ἑλένης πόσις §1560ἐκάλεσεν· ὦ πέρσαντες Ἰλίου πόλιν, §1561οὐκ εἶʼ ἀναρπάσαντες Ἑλλήνων νόμῳ §1562νεανίαις ὤμοισι ταύρειον δέμας
这时海伦的丈夫大声喊道:“噢,毁灭了伊利昂城的勇士们,还不快动手,按照希腊人的规矩,用你们年轻的肩膀把这头雄牛的身躯抬起来,扔到船首去?
§1563ἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θʼ ἅμα §1564πρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι;
同时把宝剑准备好,为死者刺杀这头祭牲?
§1565οἳ δʼ ἐς κέλευσμʼ ἐλθόντες ἐξανήρπασαν §1566ταῦρον φέροντές τʼ εἰσέθεντο σέλματα.
” 他们听从命令,猛地将它抬起,抬着雄牛把它放到了座板上。
§1567μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην §1568μέτωπά τʼ ἐξέπεισεν ἐσβῆναι δόρυ.
墨涅拉俄斯抚摸着那独马额饰的颈项和额头,安抚着它登上了船。
§1569τέλος δʼ, ἐπειδὴ ναῦς τὰ πάντʼ ἐδέξατο, §1570πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί §1571Ἑλένη καθέζετʼ ἐν μέσοις ἑδωλίοις, §1572ὅ τʼ οὐκέτʼ ὢν λόγοισι Μενέλεως πέλας·
最后,当船装下了所有的东西,海伦迈着纤足登上踏板,坐在了船舱中央的座位上,而口头上已不在人世的墨涅拉俄斯也坐在她身旁。
§1573ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τʼ ἴσοι §1574ἀνὴρ παρʼ ἄνδρʼ ἕζονθʼ, ὑφʼ εἵμασι ξίφη
其他人则分坐在右舷和左舷,人数均等,肩并肩坐着,他们的衣服底下藏着暗剑。
§1575λαθραῖʼ ἔχοντες, ῥόθιά τʼ ἐξεπίμπλατο §1576βοῆς κελευστοῦ φθέγμαθʼ ὡς ἠκούσαμεν.
接着,伴随号令官呼喊的声音,正如我们所听到的那样。
§1577ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσω §1578οὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ· §1579ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν — ἢ καλῶς ἔχει — §1580πλεύσωμεν;
当我们离陆地既不算太远、也不算近时,掌舵手这样问道: “异乡人啊,我们还要继续往前航行吗——还是这样就可以了?
ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.
因为这艘船的指挥权全在于你。
§1581ὃ δʼ εἶφʼ· ἅλις μοι.
” 他回答说:“这对我来说足够了。
δεξιᾷ δʼ ἑλὼν ξίφος §1582ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ §1583σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων, §1584τέμνων δὲ λαιμὸν ηὔχετʼ· ὦ ναίων ἅλα §1585πόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι, §1586σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τε §1587ἄσυλον ἐκ γῆς.
”他右手握着宝剑,潜行至船首,站在那头作为牺牲的雄牛旁,他绝口不提任何死者,只是割断牛喉祈祷着:“噢,居住在海里的海洋之神波塞冬,以及涅柔斯圣洁的女儿们,求你们保佑我和我的妻子安全抵达纳夫普利阿的海岸,安然离开这片土地。
αἵματος δʼ ἀπορροαὶ §1588ἐς οἶδμʼ ἐσηκόντιζον οὔριοι ξένῳ.
”那流淌出来的鲜血喷射进波涛里,对那异乡人来说正是吉兆。
§1589καί τις τόδʼ εἶπε· δόλιος ἡ ναυκληρία.
有人便喊道:“这次航行有诈!
§1590πάλιν πλέωμεν·
我们往回开!
δεξιὰν κέλευε σύ, §1591σὺ δὲ στρέφʼ οἴακʼ.
你,命令向右转舵,你,去摆动船舵。
ἐκ δὲ ταυρείου φόνου §1592Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους· §1593τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα,
”然而,就在这雄牛的鲜血中,阿特柔斯之子霍然站起,对他的盟友高喊: “希腊大地的杰出精英们,你们还在等什么?
§1594σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄπο §1595ῥίπτειν ἐς οἶδμα;
还不快动手宰杀、灭除这些野蛮人,把他们扔进波涛里!
ναυβάταις δὲ τοῖσι σοῖς §1596βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα·
”而对您的水夫们,号令官发出了相反的呼喊: “喂!
§1597οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ, §1598ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτην §1599καθαιματώσει κρᾶτα πολεμίων ξένων;
你们有的人还不快拿起备用的木料,有的人砸碎长椅,有的人从桨扣里拔出桨叶,砸烂这些敌对异乡人的脑袋,让他们血债血偿吗?
§1600ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν §1601κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη· §1602φόνῳ δὲ ναῦς ἐρρεῖτο.
” 所有的人都站了起来,有的人手里拿着船上的木料,有的人则拿着剑;船舱里血流成河。
παρακέλευσμα δʼ ἦν §1603πρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος;
这时,鼓励的声音从船尾的海伦那里传来:“你们在特洛伊的荣耀哪里去了?
§1604δείξατε πρὸς ἄνδρας βαρβάρους·
展现给这些蛮族看吧!
σπουδῆς δʼ ὕπο §1605ἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένους §1606νεκροὺς ἂν εἶδες.
”在激烈的争斗中,有人倒下,有人爬起,你能看到遍地都是尸体。
Μενέλεως δʼ ἔχων ὅπλα, §1607ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν, §1608ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος, §1609ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ §1610σῶν ναυβατῶν ἐρετμά.
墨涅拉俄斯手执武器,注视着他的盟友在何处受挫,便把右手里的宝剑挥向那里,逼得他们纷纷跳船逃生,他清空了您的水手所占领的划桨席。
ἐπʼ οἰάκων δὲ βὰς §1611ἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ.
随后,他走向船舵,命令掌舵手把船头对准希腊,笔直开去。
§1612οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί.
他们竖起桅杆,顺风随即吹来。
§1613βεβᾶσι δʼ ἐκ γῆς.
他们已经离开了这片土地。
διαφυγὼν δʼ ἐγὼ φόνον §1614καθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα· §1615ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τις §1616ἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοι §1617τάδʼ ἀγγελοῦντα.
而我,死里逃生,顺着锚索将自己滑进了海里;就在我精疲力竭之际,有个垂钓的人将我救起,并送回陆地,好向您禀报此事。
σώφρονος δʼ ἀπιστίας §1618οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.
因为对于凡人而言,再没有比“明智的怀疑”更有用的东西了。

词汇与语法注释

  1. §1549ὡς πλῆθος εἴη — 由于主句动词为过去时(ἦν),此处使用了斜格祈愿式(oblique optative)的 εἴη 来引导 ὡς 从句。该名词性从句作为名词 ὑποψία(疑虑)和 λόγος(谈话)的同格成分,表明其具体内容。属格 τῶν ἐπεσβατῶν 修饰 πλῆθος。
  2. §1597οὐκ εἶʼ ὃ μέν τις... καθαιματώσει... — 由 οὐκ εἶʼ(即 οὐκ εἶα,意为“来吧、还不快”)引导将来直陈式(ἀρεῖται, καθαιματώσει)来表达强烈的劝诱或命令。主语通过指示代词 ὃ μέν τις ... ὃ δέ ... ὃ δέ(“有的人……有的人……”)的并列,以此促使每个船员采取具体的战斗行动。
  3. §1617σώφρονος δʼ ἀπιστίας — 该属格短语是与比较级形容词 χρησιμώτερον 连用的比较属格(genitive of comparison),表示“比明智的怀疑[更对凡人有益]”。

引用这一段

欧里庇得斯, 海伦 §1536-1618. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:1536-1618

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。