大王,我绝不曾料到,不管是您还是我们,都会被墨涅拉俄斯蒙蔽,正如他明明身在现场,却未被察觉一样。
§1621ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·
噢,我这被女人的诡计所欺骗的可怜人啊!
§1622ἐκπεφεύγασιν γάμοι με.
我的婚事终成泡影。
κεἰ μὲν ἦν ἁλώσιμος §1623ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους· §1624νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον, §1625ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.
而且,如果那艘船是可以通过追击而捕获的,我定会不遗余力,迅速将那些异乡人拿下;但现在,我们要惩罚那个背叛我们的姐妹,她明明在家里看到了墨涅拉俄斯,却不曾告诉我。
§1626τοιγὰρ οὔποτʼ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.
因此,她绝不会再用神谕去欺骗另一个男人了。
§1627οὗτος ὤ, ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον;
喂! 主人,您要把脚步迈向哪里,又要去进行怎样的杀戮?
§1628οἷπερ ἡ δίκη κελεύει με·
去正义命令我去的地方。
ἀλλʼ ἀφίστασʼ ἐκποδών.
快给我让开!
§1629οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα γὰρ σπεύδεις κακά.
我绝不放开您的衣裳;因为您正在急于制造巨大的灾祸。
§1630ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν;
但你一个奴隶,难道还想统治主人吗?
§1630bφρονῶ γὰρ εὖ.
因为我的想法是正确的。
§1634τἀμὰ λέκτρʼ ἄλλῳ διδοῦσα.
把我的婚床让给别人。
§1634bτοῖς γε κυριωτέροις.
让给那更拥有正当权利的人。
§1635κύριος δὲ τῶν ἐμῶν τίς;
谁才是我的东西的主人?
§1635bὃς ἔλαβεν πατρὸς πάρα.
是那个从她父亲那里娶了她的人。
§1636ἀλλʼ ἔδωκεν ἡ τύχη μοι.
但命运把她赐给了我。
§1636bτὸ δὲ χρεὼν ἀφείλετο.
可是必然性却将她夺走了。
§1637οὐ σὲ τἀμὰ χρὴ δικάζειν.
你不该对我的事情指手画脚。
§1637bἤν γε βελτίω λέγω.
如果我的建议更善的话。
§1638ἀρχόμεσθʼ ἄρʼ, οὐ κρατοῦμεν.
那我们是被统治者,而不是统治者了。
§1638bὅσια δρᾶν, τὰ δʼ ἔκδικʼ οὔ.
在行神圣之事上是如此,而在行不义之事上则不然。
§1639κατθανεῖν ἐρᾶν ἔοικας.
你看来是活得不耐烦了。
§1639bκτεῖνε·
杀了我吧!
σύγγονον δὲ σὴν §1640οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλʼ ἔμε· ὡς πρὸ δεσποτῶν §1641τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.
但是您的姐妹只要我们愿意,您就绝不能杀她,要杀就杀我;因为为了主人而死,对高尚的奴隶来说是无上的光荣。
收起你那被不当激起的怒火吧,这片土地的主宰,狄奥克吕墨诺斯。
我们,双生的迪奥斯库洛伊在召唤你,我们是勒达昔日所生,也是已经逃离你府邸的海伦的兄弟。
§1646οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις, §1647οὐδʼ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη §1648ἀδικεῖ σʼ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν §1649τιμῶσα πατρός τʼ ἐνδίκους ἐπιστολάς.
因为你不该对注定的婚姻感到愤怒,那诞生自海洋女神涅柔斯之女的少女,你的姐妹泰奥诺埃也没有对你行不义,她只是在尊重神灵的事物,并遵从父亲正义的遗命。
§1650ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον §1651κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν· §1652ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα, §1653καὶ τοῖς θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι·
因为,直到当下的这段时间里,她原本就应当居住在你的府邸中;但既然特洛伊的根基已被摧毁,她也将名字提供给了诸神,便不再如此了。
她必须结合在她自己真正的婚姻里,回到家中,与她的丈夫共同生活。
所以,收起那指向你姐妹的黑色宝剑吧,应当认为她做这些事是出于明智。
§1658πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν, §1659ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς· §1660ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα §1661καὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν.
如果我们有能力的话,我们早就救出了我们的姐妹,既然宙斯已经让我们成为了神;但我们当时的力量弱于命运,同时也弱于诸神,因为在诸神看来,事情理应如此。
我对你宣告这些,也对我的姐妹说:与你的丈夫一同航行吧,你们将获得顺风。
而我们,你的两个兄弟,作为拯救者,将骑马奔驰于海面上,护送你回到祖国。
§1666ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον, §1667θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα §1668σπονδῶν μεθέξεις ξένιά τʼ ἀνθρώπων πάρα §1669ἕξεις μεθʼ ἡμῶν·
当你走完人生的旅程、结束生命之时,你将被尊为女神,并将与迪奥斯库洛伊一同共享奠酒,并从凡人那里接受款待的祭礼,与我们在一起。
Ζεὺς γὰρ ὧδε βούλεται.
因为宙斯也是如此旨意的。
§1670οὗ δʼ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος, §1671Σπάρτης ἀπάρας, τὸν κατʼ οὐρανὸν δρόμον, §1672κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε, §1673— φρουρὸν παρʼ Ἀκτὴν τεταμένην νῆσον λέγω — §1674Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται, §1675ἐπεὶ κλοπαίαν σʼ ἐκ δόμων ἐδέξατο.
而迈亚之子最初安置你的地方,那是你离开斯巴达、走过天际之路时,他窃走你的身体以防帕里斯娶你而置放之处,——我指的是那条沿着阿克特延伸、如哨所般的岛屿——今后在凡人中,它将被称作海伦岛,因为它接纳了从家中被窃走的你。
§1676καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα §1677μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον· §1678τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες, §1679τῶν δʼ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι.
而对于漂泊的墨涅拉俄斯,神明已经注定,他将居住在极乐岛上;因为神明并不憎恨高贵之人,相反,那些凡俗众生的苦难才是无穷无尽的。
§1680ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος §1681νείκη μεθήσω σφῶν κασιγνήτης πέρι· §1682ἐγὼ δʼ ἀδελφὴν οὐκέτʼ ἂν κτάνοιμʼ ἐμήν.
噢,勒达与宙斯之子啊,过去的那些关于你们姐妹的争执,我便不再追究;我也不会再想杀害我的姐妹。
§1683κείνη δʼ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ.
如果神明乐意,就让她回到家里去吧。
你们要知道,你们拥有的是一位最优秀、同时也最贞洁的同血源姐妹。
祝你们安好,为了海伦那最高尚的心灵,这在许多女人中是不多见的。
§1688πολλαὶ μορφαὶ τῶν δαιμονίων, §1689πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί· §1690καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη, §1691τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.
神明的显现多姿多彩,神明亦常以出人意料的方式成就诸多事务;心中期盼的未曾实现,神却为意料之外的事开辟了道路。
§1692τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.
这桩事情便是如此结局。