§1337πένθει παιδὸς ἀλάστωρ.
伴随着对女儿的悲悼,复仇之神大肆肆虐。
§1338ἐπεὶ δʼ ἔπαυσʼ εἰλαπίνας §1339θεοῖς βροτείῳ τε γένει, §1340Ζεὺς μειλίσσων στυγίους §1341ματρὸς ὀργὰς ἐνέπει· §1342βᾶτε, σεμναὶ Χάριτες, §1343ἴτε, τᾷ περὶ παρθένῳ §1344Δηοῖ θυμωσαμένᾳ §1344aλύπαν ἐξαλλάξατʼ ἀλαλᾷ, §1345Μοῦσαί θʼ ὕμνοισι χορῶν.
当她终止了对众神和人类的祝宴时,宙斯为了平息母亲那可怕的怒火,开口说道: “去吧,庄严的美惠女神们,去吧,去到因那少女而动怒的得墨忒耳身边,用欢乐的呼喊来消解她的悲伤,还有你们,缪斯,用合唱的歌声。
§1346χαλκοῦ δʼ αὐδὰν χθονίαν §1347τύπανά τʼ ἔλαβε βυρσοτενῆ §1348καλλίστα τότε πρῶτα μακά- §1349ρων Κύπρις· γέλασέν τε θεὰ §1350δέξατό τʼ ἐς χέρας §1351βαρύβρομον αὐλὸν §1352τερφθεῖσʼ ἀλαλαγμῷ.
” 于是,青铜那在大地下回响的声音和蒙着皮革的鼓,被众神中最美丽的阿佛洛狄忒在当时首次拿起;而得墨忒耳女神笑了,并将那轰鸣的双管笛接在手中,为那欢乐的呼喊而感到喜悦。
§1353ὧν οὐ θέμις σʼ οὔθʼ ὁσία §1354ʼπʼύρωσας ἐν θεῶν θαλάμοις, §1355μῆνιν δʼ ἔσχες μεγάλας §1356ματρός, ὦ παῖ, θυσίας §1357οὐ σεβίζουσα θεᾶς.
你在众神的内殿中,燃起了既不合天理也不神圣的火焰,你招致了伟大的母亲的愤怒,孩子啊,因为你没有敬奉女神的祭祀。
§1358μέγα τοι δύναται νεβρῶν §1359παμποίκιλοι στολίδες §1360κισσοῦ τε στεφθεῖσα χλόα §1361νάρθηκας εἰς ἱερούς, §1362ῥόμβου θʼ εἱλισσομένα §1363κύκλιος ἔνοσις αἰθερία, §1364βακχεύουσά τʼ ἔθειρα Βρομί- §1365ῳ καὶ παννυχίδες θεᾶς.
确实具有伟大力量的是小鹿皮的斑斓衣衫,以及缠绕在神圣权杖上的绿油油的常春藤叶,还有在空中旋转的菱形旋转器的轰鸣,以及为了布罗米奥斯而狂乱的秀发,还有女神的通宵祭典。
§1369τὰ μὲν κατʼ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι·
朋友们,馆内的事情进展顺利。
§1370ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη §1371πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη §1372οὐκ εἶπʼ ἀδελφῷ· κατθανόντα δʼ ἐν χθονὶ §1373οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.
因为那暗中协助我们逃跑的普罗透斯的女儿,当被问及我那在场的丈夫时,并没有告诉她的哥哥;她说他已经死在这片土地上,为了我的缘故,他不再看见阳光。
§1374aκάλλιστα δῆτʼ ἀνήρπασʼ ἐν τύχῃ πόσις· §1375ἃ γὰρ καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα, §1376ταῦτʼ ἐμβαλὼν πόρπακι γενναίαν χέρα §1377αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών, §1378ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν.
丈夫确实极漂亮地乘机夺取了武器;因为那些本应降入大海的武器,他将自己高贵的手伸入盾牌的拉手,亲自携带,右手握着长枪,仿佛真的在共同为死者尽一份心力。
§1379προύργου δʼ ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο, §1380ὡς βαρβάρων τρόπαια μυρίων χερὶ §1381θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος,
他用武器武装了身体以利于战斗,意图用双手建立战胜无数异族人的纪念碑,一旦我们登上那配有船桨的船只。
§1382πέπλους δʼ ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆς §1383ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα §1384ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.
我让他换下海难时的破衣,换上了新装,为他装扮,并为他的身体沐浴,用川水洗涤这久违的净身。
§1385ἀλλʼ, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς §1386γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν, §1387σιγητέον μοι· καὶ σὲ προσποιούμεθα §1388εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα §1389σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε.
但是,因为那以为已将我的婚事稳操手中的人正从屋里走出来,我必须保持沉默;我们指望你们怀有善意并守口如瓶,倘若我们自己能够得救,有朝一日也能将你们一同救出。
仆人们,按照异乡人指定的顺序前进,携带上海葬的祭品。
§1392Ἑλένη, σὺ δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν, §1393πείθου, μένʼ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε §1394πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς.
海伦,你啊,如果我的话听起来不坏,听我的,留在这里;因为无论你是否在场,你为你的丈夫所做的事都是一样的。
§1395δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος §1396πείσῃ μεθεῖναι σῶμʼ ἐς οἶδμα πόντιον §1397τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην· §1398ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις.
我担心你,免得某种思念袭来,劝诱你将身体投入大海的波涛之中,因为被对前夫的爱意夺去了心神;因为尽管他不在场,你却依然过分地为他哀悼。
§1399ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει §1400τὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίας §1401τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν §1402καὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνῳ χάρις §1403ξὺν κατθανόντι κατθανεῖν;
我们新迎的丈夫啊,我们必须尊重第一段婚姻的床第与夫妇的交往;而我由于深爱我的丈夫,甚至愿意与他同死;然而与死者同死,对他又有什么益处呢?
ἔα δέ με §1404αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.
请允许我亲自前去,向死者奉献随葬的祭品。
愿众神赐予您我所期望的一切,也赐予这位异乡人,因为他共同为此操劳。
§1407ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασι §1408γυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖς §1409κἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε.
您将得到我这样一个您应当在馆中拥有的妻子,既然您对墨涅拉俄斯和我施予了恩惠;因为这些事情确实正走向某种好运。
” 至于那将提供我们运送这些祭品的船只之人,请您向他下令,以便我能得到圆满的恩惠。
” 你去吧,给他们一艘西顿的五十桨船,以及操桨的能手们。
§1414οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;
那么,主持葬礼的这个人将指挥这艘船吗?
§1415μάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.
正是如此;我的水手们必须听从他的指挥。
§1416αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.
请再次下令,让他们能从您那里清楚地知晓。
§1417αὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον.
我再次下令,如果你高兴,甚至可以下第三次令。
§1418ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.
祝您如愿;也祝我的计划圆满。
§1419μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.
那么现在不要用眼泪过多地消磨你的身体了。
§1420ἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.
这一天将会向您展示我的感激之情。
§1421τὰ τῶν θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος.
死者的事情微不足道,不过是平白的劳累。
§1422ἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω.
无论在阴间还是在阳间,我的话里总有一些深意。
§1423οὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν.
你会发现我作为一个丈夫,绝不比墨涅拉俄斯差。
§1424οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.
您没有任何可指摘的地方;我只是需要好运。
§1425ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς.
这取决于你,只要你对我展现你的善意。
§1426οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.
我们并非现在才要学习去爱我们所爱的人。
§1427βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;
你希望我亲自协助,把这支船队送出去吗?
§1428ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.
万万不可;王啊,切勿去服侍您的奴隶。