Humanitext Reader

欧里庇得斯 · 海伦 §1167-1245

海伦的虚言与狄奥克吕墨诺斯准许海葬

第 15 段,共 20 段 · 希腊语

内容简介

狄奥克吕墨诺斯误以为海伦逃跑而大加整肃,却发现她正身着丧服。海伦谎称墨涅拉俄斯已死,并巧妙地劝说他允许为海难死者举行希腊传统的衣冠冢葬礼。

§1167ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμους §1168Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.
父亲,每当出入府邸时,您眼前的儿子狄奥克吕墨诺斯总是向您致意。
§1169ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους, §1170δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς·
仆人们,你们把猎犬和捕兽网带进王宫去吧。
§1171ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή· §1172οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;
但我实在痛切地责备了自己;难道我们不该用死亡来惩罚恶人吗?
§1173καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ §1174ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς, §1175ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον §1176Ἑλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῇ μόνον.
如今我确切得知,有个希腊人已经来到这片土地,并避开了守卫,不是来当间谍,就是企图窃走海伦;只要他被抓住,就只有死路一条。
§1177ἔα·
哎呀!
§1178ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμένα §1179ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδρας §1179aἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.
但看来,我发现一切都已经得逞了;因为留下了空空如也的墓座,廷达瑞俄斯的女儿已经被人用船渡出了这个国家。
§1180ὠή, χαλᾶτε κλῇθρα·
喂,打开门闩!
λύεθʼ ἱππικὰ §1181φάτνης, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα,
随从们,把马从马槽放出来,把战车赶出来!
§1182ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθῃ με γῆς §1183τῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος, ἧς ἐφίεμαι.
好让我不至于因为疏忽,而让我渴望的妻子被人带离这片土地,从我眼前逃脱。
§1184ἐπίσχετʼ·
—— 且慢!
εἰσορῶ γὰρ οὓς διώκομεν §1185παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.
因为我看到我们所追捕的人正留在府邸中,并没有逃走。
§1186αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς §1187λευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦς §1188κόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισας §1189χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα
你这女人,为何把白衣换成了黑袍穿在身上,又用铁刃剃去了你高贵头颅上的秀发,还哭泣着让新落的泪水浸湿了脸颊?
§1190κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη §1191στένεις ὀνείροις, ἢ φάτιν τινʼ οἴκοθεν §1192κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας;
你是因坚信夜里的梦境而哀叹,还是因为听到了来自家乡的某种传闻而悲伤过度、心神受损?
§1193ὦ δέσποτʼ — ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος — §1194ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι.
我的主人啊——因为现在我已用这个称呼来叫您—— 我完蛋了;我的一切都化为乌有,我已不复存在。
§1195ἐν τῷ δὲ κεῖσαι συμφορᾶς;
你身处何种不幸之中?
τίς ἡ τύχη;
发生了什么事?
§1196Μενέλαος — οἴμοι, πῶς φράσω;
墨涅拉俄斯——唉,我该怎么说呢?
— τέθνηκέ μοι.
——对我而言已经死了。
§1197οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ.
我对你的话一点也不感到高兴,但对我而言却很幸运。
§1198πῶς δʼ οἶσθα;
不过你是怎么知道的?
μῶν σοι Θεονόη λέγει τάδε;
难道是狄奥诺埃把这事告诉你的?
§1199κείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο.
她这么说,而且在他死去时在场的人也这么说。
§1200ἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ;
难道真有谁来,把这些事说得明明白白吗?
§1201ἥκει·
他来了。
μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν.
但愿他能去到我希望他去的地方。
§1202τίς ἐστι;
他是谁?
ποῦ ʼστιν;
他在哪里?
ἵνα σαφέστερον μάθω.
好让我能问个明白。
§1203ὅδʼ ὃς κάθηται τῷδʼ ὑποπτήξας τάφῳ.
就是这个蜷缩着坐在墓前的男人。
§1204Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει.
阿波波! 看他身上穿的衣服是多么褴褛不堪!
§1205οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν.
唉,我想我的丈夫生前也是这般光景吧。
§1206ποδαπὸς δʼ ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;
这个男人是哪国人? 他是从哪里漂流到这片土地的?
§1207Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει.
希腊人,阿开亚人之一,是和我丈夫同船航行的人。
§1208θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν;
他说墨涅拉俄斯是怎么死的?
§1209οἰκτρόταθʼ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.
最惨不过,死在冰冷的海浪之中。
§1210ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;
在哪里? 是在蛮族的洋面上航行时吗?
§1211Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.
是在利比亚那没有港湾的礁石上触礁沉没。
§1212καὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης;
那么,同舟共济的这个男人,怎么没有一起淹死?
§1213ἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι.
有时候,卑贱之人反而比高贵之人更走运。
§1214λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;
他丢下的船只残骸如今在哪里?
§1215ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.
愿那残骸悲惨地毁灭吧,但愿墨涅拉俄斯不是那样。
§1216ὄλωλʼ ἐκεῖνος.
他已经死了。
ἦλθε δʼ ἐν ποίῳ σκάφει;
但这个男人又是坐什么船来的?
§1217ναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει.
他说,是水手们碰巧遇到他,把他救上来的。
§1218ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;
那么,代替你被送到特洛伊的那个祸害,如今在哪里?
§1219νεφέλης λέγεις ἄγαλμα;
你是说那云朵塑成的幻像吗?
ἐς αἰθέρʼ οἴχεται.
它已消散在虚空之中。
§1220ὦ Πρίαμε καὶ γῆ Τρῳάς, ὡς ἔρρεις μάτην.
噢,普里阿摩斯和特洛伊的大地,你们死得多么冤枉!
§1221κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.
我也与普里阿摩斯的子孙们一同承受了不幸。
§1222πόσιν δʼ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;
他是把你的丈夫曝尸荒野,还是入土为安了?
§1223ἄθαπτον·
曝尸荒野。
οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν.
唉,我这可怜命运带来的痛苦!
§1224τῶνδʼ οὕνεκʼ ἔταμες βοστρύχους ξανθῆς κόμης·
正是为此,你才剪去了你那一头金色秀发吗?
§1225φίλος γάρ ἐστιν, ὅς ποτʼ ἐστίν, ἐνθάδʼ ὤν.
因为他是我的挚爱,无论他身在何处,即便如今已逝。
§1226ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται — §1227ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.
确实,这场灾难确实值得痛哭—— 无论如何,瞒过我的姐姐倒是容易。
§1228οὐ δῆτα.
绝不。
πῶς οὖν;
那么你想怎样?
τόνδʼ ἔτʼ οἰκήσεις τάφον;
你还要一直守在这座坟墓旁吗?
§1229τί κερτομεῖς με, τὸν θανόντα δʼ οὐκ ἐᾷς;
你为何要嘲弄我,不肯放过死者?
§1230πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με.
因为你避开我,对你的丈夫保持着忠贞。
§1231ἀλλʼ οὐκέτʼ· ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων.
但现在不再如此了;现在,请开始操办我们的婚礼吧。
§1232χρόνια μὲν ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε.
虽然来得迟了些,但我依然赞许这决定。
§1233οἶσθʼ οὖν ὃ δρᾶσον;
那么你知道该怎么做吗?
τῶν πάρος λαθώμεθα.
让我们忘掉过去吧。
§1234ἐπὶ τῷ;
在什么条件下?
χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.
因为恩好应当以恩好回报。
§1235σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.
让我们订立盟约,与我言归于好吧。
§1236μεθίημι νεῖκος τὸ σόν, ἴτω δʼ ὑπόπτερον.
我免去对你的怨恨;让它插上翅膀飞走吧。
§1237πρός νύν σε γονάτων τῶνδʼ, ἐπείπερ εἶ φίλος — §1238τί χρῆμα θηρῶσʼ ἱκέτις ὠρέχθης ἐμοῦ;
那么,既然您已是我的亲人,我向您的双膝跪求—— 你作为哀求者向我伸出双手,是在寻求什么?
§1239τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.
我想安葬我那死去的丈夫。
§1240τί δʼ;
什么?
ἔστʼ ἀπόντων τύμβος;
给不在场的人修墓?
ἢ θάψεις σκιάν;
还是说你要埋葬他的影子?
§1241Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ — §1242τί δρᾶν;
希腊人有这样一个习俗,凡是在海上死去的—— 要做什么?
σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.
佩洛普斯的后代在这些事情上倒真有办法。
§1243κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.
用空空的衣袍织物来安葬他们。
§1244κτέριζʼ· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός.
那就办丧事吧;在这片土地上你想要的任何地方建起坟墓。
§1245οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.
我们安葬死难的海员,不是用这种方式的。

词汇与语法注释

  1. 1172οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν; — 带有否定小词 οὐ 与表示工具的与格 θανάτῳ(以死亡)的反问句,意为“难道我们不该用死亡来惩罚恶人(τοὺς κακούς)吗?”此处狄奥克吕墨诺斯是在自责没有对潜在的希腊入侵者保持足够的警惕,以此强调自己严惩奸细的决心。
  2. 1196τέθνηκέ μοι — 代词与格 μοι 在此用作利害关系与格或伦理与格(“对我而言[丈夫]已经死了”)。它突出了海伦个人深切的丧失感与悲痛,向对方传达由于墨涅拉俄斯的死,她已无依无靠的虚假印象。
  3. 1215ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή. — 祈愿语气 ὄλοιτο 表示愿望(“愿它悲惨地毁灭”)。后半句 Μενέλεως δὲ μή 省略了动词 ὄλοιτο,形成对比:“但愿墨涅拉俄斯不至于此(悲惨毁灭)”。这具有双关含义,既迎合了她声称丈夫已死的谎言,又在暗中祈求丈夫平安。
  4. 1227ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν. — 无人称形容词短语 ἐν εὐμαρεῖ [ἐστί](“是容易的”)后接不定式 λαθεῖν(“瞒过”、“欺骗”)。虽然手稿写作 σὴν(“你的姐妹”),但在语境中指狄奥克吕墨诺斯的妹妹狄奥诺埃,因此学术上多将其理解或校订为 ἐμὴν(“我的姐妹”)。

引用这一段

欧里庇得斯, 海伦 §1167-1245. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:1167-1245

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。