Humanitext Reader

欧里庇得斯 · 在陶里人那里的伊菲革涅亚 §904-982

俄瑞斯忒斯的受审经历与阿波罗的神谕

第 11 段,共 17 段 · 希腊语

内容简介

皮拉得斯劝他们停止叹息、专注逃离计划,随后俄瑞斯忒斯向伊菲革涅亚详细讲述了他在雅典受审的经历以及阿波罗命其夺取神像的神谕。

§904λήξαντα δʼ οἴκτων κἀπʼ ἐκεῖνʼ ἐλθεῖν χρεών, §905ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας §906λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.
[皮拉得斯]:应当停止叹息,转向下一步,如何获得得救的光荣名声,离开这野蛮的土地。
§907σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ʼκβάντας τύχης, §908καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.
因为聪明人的做法是:不放弃运气,抓住时机,去获得其他的快乐。
§909καλῶς ἔλεξας·
[俄瑞斯忒斯]:你说得对。
τῇ τύχῃ δʼ οἶμαι μέλειν §910τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ, §911σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.
但我认为运气也与我们同在,关心着这件事;如果有人热心,神圣的力量自然会更加强大。
§912μηδέν μʼ ἐπίσχῃ γʼ· οὐδʼ ἀποστήσει λόγου, §913πρῶτον πυθέσθαι τίνα ποτʼ Ἠλέκτρα πότμον §914εἴληχε βιότου· φίλα γὰρ ἔστε πάντʼ ἐμοί.
[伊菲革涅亚]:任何事都不能阻挡我,也不能让我停止发问,首先去问问厄勒克特拉究竟得到了什么样的命运;因为关于他们的一切对我而言都是珍贵的。
§915τῷδε ξυνοικεῖ βίον ἔχουσʼ εὐδαίμονα.
[俄瑞斯忒斯]:她与这个男人共同生活,过着幸福的日子。
§916οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;
[伊菲革涅亚]:这位公子的家乡在何处,又是谁的儿子?
§917Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ.
[俄瑞斯忒斯]:福克斯的斯特罗菲俄斯,是他的父亲。
§918ὁ δʼ ἐστί γʼ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;
[伊菲革涅亚]:那他是阿特柔斯女儿的儿子,也就是我的同族吗?
§919ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.
[俄瑞斯忒斯]:是表兄弟,也是我唯一可靠的朋友。
§920οὐκ ἦν τόθʼ οὗτος ὅτε πατὴρ ἔκτεινέ με.
[伊菲革涅亚]:父亲杀我的时候,这位公子还没有出生吧。
§921οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.
[俄瑞斯忒斯]:没有,因为斯特罗菲俄斯曾有一段时间没有孩子。
§922χαῖρʼ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.
[伊菲革涅亚]:祝你安好,我姐妹的丈夫。
§923κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.
[俄瑞斯忒斯]:他也是我的救星,不仅是亲戚。
§924τὰ δεινὰ δʼ ἔργα πῶς ἔτλης μητρὸς πέρι;
[伊菲革涅亚]:可是,关于母亲的那件可怕的事,你是怎么敢做出来的?
§925σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ.
[俄瑞斯忒斯]:关于这事,我们保持沉默吧;我是为了替父亲报仇。
§926ἡ δʼ αἰτία τίς ἀνθʼ ὅτου κτείνει πόσιν;
[伊菲革涅亚]:她杀害丈夫的原因,究竟是为了什么?
§927ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.
[俄瑞斯忒斯]:别提母亲的事了,这甚至不适合你来听。
§928σιγῶ·
[伊菲革涅亚]:我不说了。
τὸ δʼ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;
那么阿耳戈斯现在期望着你吗?
§929Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.
[俄瑞斯忒斯]:梅涅劳斯在统治,我们是被祖国驱逐的人。
§930οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;
[伊菲革涅亚]:难道叔父侮辱了我们衰败的家族吗?
§931οὔκ, ἀλλʼ Ἐρινύων δεῖμά μʼ ἐκβάλλει χθονός.
[俄瑞斯忒斯]:不,是厄里倪厄斯的恐惧将我逐出了这片土地。
§932ταῦτʼ ἆρʼ ἐπʼ ἀκταῖς κἀνθάδʼ ἠγγέλης μανείς;
[伊菲革涅亚]:这就是你在海岸上,在这里被传出陷于疯狂的原因吗?
§933ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.
[俄瑞斯忒斯]:我们显出悲惨的样子,现在早已不是第一次了。
§934ἔγνωκα· μητρός σʼ οὕνεκʼ ἠλάστρουν θεαί.
[伊菲革涅亚]:我懂了,是因为母亲的原因,女神们在追赶你。
§935ὥσθʼ αἱματηρὰ στόμιʼ ἐπεμβαλεῖν ἐμοί.
[俄瑞斯忒斯]:以至于将沾满鲜血的缰绳套在我的身上。
§936τί γάρ ποτʼ ἐς γῆν τήνδʼ ἐπόρθμευσας πόδα;
[伊菲革涅亚]:可是,你究竟为什么要驾舟来到这片土地?
§937Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.
[俄瑞斯忒斯]:受福玻斯神谕的指引,我来到了这里。
§938τί χρῆμα δράσειν;
[伊菲革涅亚]:去干什么?
ῥητὸν ἢ σιγώμενον;
是可以说出来的,还是应当保持沉默的?
§939λέγοιμʼ ἄν·
[俄瑞斯忒斯]:我说吧。
ἀρχαὶ δʼ αἵδε μοι πολλῶν πόνων.
这是我许多苦难的开端。
§940ἐπεὶ τὰ μητρὸς ταῦθʼ ἃ σιγῶμεν κακὰ §941ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων §942ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα §943ἐς τὰς Ἀθήνας δῆτʼ ἔπεμψε Λοξίας, §944δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
当我们保持沉默的、关于母亲的那些恶行临头时,由于厄里倪厄斯们的追剿,我们作为流亡者被驱赶,从那里,洛克西亚斯将我送往雅典,去接受那些无名女神们的审判。
§945ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ §946Ζεὺς εἵσατʼ ἔκ του δὴ χερῶν μιάσματος.
因为那里有神圣的投票,曾经为了阿瑞斯,宙斯因某种手上的污秽而设立了它。
§947ἐλθὼν δʼ ἐκεῖσε — πρῶτα μέν μʼ οὐδεὶς ξένων §948ἑκὼν ἐδέξαθʼ, ὡς θεοῖς στυγούμενον·
当我来到那里,起初没有一个款待客人的主人心甘情愿地接纳我,视我为被神明憎恶之人。
§949οἳ δʼ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι §950παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει, §951σιγῇ δʼ ἐτεκτήναντʼ ἀπόφθεγκτόν μʼ, ὅπως §952δαιτὸς γενοίμην πώματός τʼ αὐτοῖς δίχα, §953ἐς δʼ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου §954μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
但那些怀有怜悯心的人,为我提供了单独一桌的接待,虽然都在这房子的同一屋檐下,他们默不作声地让我保持沉默,以便让我与他们分开享用食物和饮料,并在各自的杯子里灌入与大家等量的酒,他们享受着快乐。
§955κἀγὼ ʼξελέγξαι μὲν ξένους οὐκ ἠξίουν, §956ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι, §957μέγα στενάζων οὕνεκʼ ἦ μητρὸς φονεύς.
我也不想去指责这些主人,而是在沉静中痛苦,并假装不知道,深深地叹息,因为我确实是杀母的凶手。
§958κλύω δʼ Ἀθηναίοισι τἀμὰ δυστυχῆ §959τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν, §960χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.
我听说,我的这些不幸,在雅典人那里已经成了一种祭仪,并且这规矩至今依然保留,帕拉斯的人民要敬重那“盛酒的酒壶”。
§961ὡς δʼ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην §962ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον, §963τὸ δʼ ἄλλο πρέσβειρʼ ἥπερ ἦν Ἐρινύων.
当我来到阿瑞斯之丘,站在法庭上受审时,我站在其中一个演坛上,而另一个由复仇女神中居首位的人占据。
§964εἰπὼν δʼ ἀκούσας θʼ αἵματος μητρὸς πέρι, §965Φοῖβός μʼ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι §966ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ·
在就母亲的血案陈述并聆听之后,福玻斯通过作证救了我,帕拉斯用她的手为我数出了等数的选票。
§967νικῶν δʼ ἀπῆρα φόνια πειρατήρια.
我获胜了,并从这场血腥的审判中摆脱出来。
§968ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ, §969ψῆφον παρʼ αὐτὴν ἱερὸν ὡρίσαντʼ ἔχειν·
至于那些服从判则、在法庭旁坐下的女神们,决定就在法庭旁边设立一座圣所。
§970ὅσαι δʼ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ, §971δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μʼ ἀεί, §972ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,
但在复仇女神中,那些不服从判决的,依然用不停息的驱赶追逐着我,直到我再次来到福玻斯的神圣土地。
§973καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς, §974ἐπώμοσʼ αὐτοῦ βίον ἀπορρήξειν θανών, §975εἰ μή με σώσει Φοῖβος, ὅς μʼ ἀπώλεσεν.
我在内殿前俯伏,断绝食物,我发誓要在那里结束生命而死,除非毁了我的福玻斯将我拯救。
§976ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν §977Φοῖβός μʼ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν §978ἄγαλμʼ Ἀθηνῶν τʼ ἐγκαθιδρῦσαι χθονί.
于是,福玻斯从黄金三脚鼎中发出声音,将我送往这里,去取得天降的神像并将其安置在雅典的土地上。
§979ἀλλʼ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν, §980σύμπραξον·
所以,他为我们指定的这一救赎,请协助我完成。
ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, §981μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει §982στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
因为如果我们得到了女神的木雕像,我将从疯狂中解脱,并让你登上多桨的船,重新将你安置在迈锡尼。

词汇与语法注释

  1. §904λήξαντα — 伴随无人称表达 `χρεών`(应当、必须)的动词不定式 `ἐλθεῖν` 及其分词 `λήξαντα` 的结构。此处省略了不定式的对格主语(如 `ἡμᾶς`“我们”或 `σε`“你”),分词 `λήξαντα` 采用对格与之呼应。
  2. §907σοφῶν γὰρ ἀνδρῶν ταῦτα — 属格 `σοφῶν ἀνδρῶν` 是表语属格,表示“是聪明人的特征/应当做的事”。主语是 `ταῦτα`,其具体内容由后面的不定式短语 `μὴ ʼκβάντας... λαβεῖν` 进一步阐明。
  3. §951ἀπόφθεγκτόν μʼ — 形容词 `ἀπόφθεγκτος`(不与说话的、无法交谈的)作为动词 `ἐτεκτήναντο`(他们设法)的直接宾语 `με`(我)的结果性表语形容词,意思是“他们设法使我处于无法与人交谈的状态”。
  4. §974θανών — 引导不定式 `ἀπορρήξειν`(结束)的誓言动词 `ἐπώμοσα`(我发誓)的主语与主句主语(我)一致,因此伴随的分词 `θανών`(死)采用主格而非对格。

引用这一段

欧里庇得斯, 在陶里人那里的伊菲革涅亚 §904-982. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg013.humanitext-grc2:904-982

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。