Humanitext Reader

欧里庇得斯 · 在陶里人那里的伊菲革涅亚 §83-193

俄瑞斯忒斯盗取神像之计与伊菲革涅亚的哀歌

第 2 段,共 17 段 · 希腊语

内容简介

俄瑞斯忒斯与皮拉得斯商讨如何执行在陶里卡的神谕,并计划在夜幕掩护下偷取神殿中的木像。随后,歌队侍女与伊菲革涅亚登场,针对预示着弟弟俄瑞斯忒斯之死的恶梦吟唱哀歌。

§83μανίας ἂν ἔλθοιμʼ ἐς τέλος πόνων τʼ ἐμῶν, §84οὓς ἐξεμόχθουν περιπολῶν καθʼ Ἑλλάδα —
我何时才能结束我的疯狂,以及我在希腊各地流浪时所忍受的重重劳苦?
§85σὺ δʼ εἶπας ἐλθεῖν Ταυρικῆς μʼ ὅρους χθονός, §86ἔνθʼ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι, §87λαβεῖν τʼ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε §88ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο· §89λαβόντα δʼ ἢ τέχναισιν ἢ τύχῃ τινί, §90κίνδυνον ἐκπλήσαντʼ, Ἀθηναίων χθονὶ §91δοῦναι — τὸ δʼ ἐνθένδʼ οὐδὲν ἐρρήθη πέρα — §92καὶ ταῦτα δράσαντʼ ἀμπνοὰς ἕξειν πόνων.
但你吩咐我前往陶里卡土地的边界,那里有你那拥有祭坛的妹妹阿耳忒弥斯,去夺取那尊人们说从天而降到这座神殿里的女神木像;无论是通过诡计还是某种运气夺得它,在历经危险之后,将它奉献给雅典人的土地 ——至于这之后的事,神谕没有再说—— 并且只要做完这些,我就可以从劳苦中得到喘息。
§93ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε §94ἄγνωστον ἐς γῆν, ἄξενον.
我顺从了你的话语,来到了这里,这片陌生的、不待客的土地。
σὲ δʼ ἱστορῶ, §95Πυλάδη — σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου — §96τί δρῶμεν;
但我问你,皮拉得斯——因为你是我这番劳苦的帮手—— 我们该怎么办?
ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς §97ὑψηλά·
因为你看到了这高耸的围墙。
πότερα δωμάτων προσαμβάσεις §98ἐκβησόμεσθα;
我们要登上神殿的梯阶吗?
πῶς ἂν οὖν λάθοιμεν ἄν;
但我们该如何才能避开人们的耳目呢?
§99ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς —
还是用铁撬拨开青铜铸造的锁闩?
§100ὧν οὐδὲν ἴσμεν;
——但我们对此一无所知。
ἢν δʼ ἀνοίγοντες πύλας §101ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι, §102θανούμεθʼ.
如果我们因试图打开大门或图谋潜入而被捕,我们就死定了。
ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι §103φεύγωμεν, ᾗπερ δεῦρʼ ἐναυστολήσαμεν.
但在死之前,让我们乘着载我们来此的船逃走吧。
§104φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδʼ εἰώθαμεν, §105τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον·
逃跑是不可容忍的,我们也从无此习惯,况且神的显圣神谕绝不可轻视。
§106ναοῦ δʼ ἀπαλλαχθέντε κρύψωμεν δέμας §107κατʼ ἄντρʼ ἃ πόντος νοτίδι διακλύζει μέλας — §108νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος §109βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.
让我们离开神殿,将身体藏在黑海用潮水冲刷的那些洞穴里—— 远离船只,免得有人看见船只告诉国王,然后我们被武力捕获。
§110ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ, §111τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν §112ἄγαλμα πάσας προσφέροντε μηχανάς.
但当黑夜的眼睛来临时,我们必须鼓起勇气,使尽浑身解数,从神殿里夺取那尊精美的木像。
§113ὅρα δέ γʼ εἴσω τριγλύφων ὅποι κενὸν §114δέμας καθεῖναι·
看那三槽饰的内部,哪里有空间可以让身体滑下去。
τοὺς πόνους γὰρ ἁγαθοὶ §115τολμῶσι, δειλοὶ δʼ εἰσὶν οὐδὲν οὐδαμοῦ.
因为优秀的人敢于面对劳苦,而懦夫在任何地方都无济于事。
§116οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον, §117ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
我们绝不是用浆划了这么长的航程,却要在终点重新折返归途。
§118ἀλλʼ εὖ γὰρ εἶπας, πειστέον·
但你说的很对,必须服从。
χωρεῖν χρεὼν §119ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.
我们应当走,躲藏在这片土地的某个地方,避开人们。
§120οὐ γὰρ τὸ τοῦ θεοῦ γʼ αἴτιον γενήσεται §121πεσεῖν ἄχρηστον θέσφατον·
因为神的预言绝不会因为神自己的原因而落空。
τολμητέον·
必须鼓起勇气。
§122μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.
因为任何劳苦都不能成为年轻人的借口。
§123εὐφαμεῖτʼ, ὦ §124πόντου δισσὰς συγχωρούσας §125πέτρας Ἀξείνου ναίοντες.
请保持神圣的静默,哦,居住在不待客之海的那两座相撞的岩石旁的人们。
§126ὦ παῖ τᾶς Λατοῦς, §127Δίκτυννʼ οὐρεία, §128πρὸς σὰν αὐλάν, εὐστύλων §129ναῶν χρυσήρεις θριγκούς, §130πόδα παρθένιον ὅσιον ὁσίας §131κλῃδούχου δούλα πέμπω, §132Ἑλλάδος εὐίππου πύργους §134καὶ τείχη χόρτων τʼ εὐδένδρων §135ἐξαλλάξασʼ Εὐρώπαν, §136πατρῴων οἴκων ἕδρας.
哦,勒托之女,山林之神迪克廷纳,朝向你的庭院,那美柱神殿的金色檐壁,我迈出圣洁的处女之步,作为持圣钥者的侍女,离开了盛产骏马的希腊之塔,以及绿树成荫、牧草丰茂的欧洲城墙,远离了我父祖的家园。
§137ἔμολον·
我来了。
τί νέον;
有什么新消息?
τίνα φροντίδʼ ἔχεις;
你有什么忧虑?
§138τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες, §139ὦ παῖ τοῦ τᾶς Τροίας πύργους §140ἐλθόντος κλεινᾷ σὺν κώπᾳ §141χιλιοναύτα §142μυριοτευχοῦς Ἀτρείδα;
你为何把我召集到神殿前,哦,那驾着千艘战船的名声赫赫的舰队、带着万般兵器进攻特洛伊之塔的阿特柔斯之子的女儿。
§143ἰὼ δμωαί, §144δυσθρηνήτοις ὡς θρήνοις §145ἔγκειμαι, τᾶς οὐκ εὐμούσου §146μολπᾶς ἀλύροις ἐλέγοις, αἰαῖ, §147αἰαῖ, κηδείοις οἴκτοισιν· §148αἵ μοι συμβαίνουσʼ ἆται, §149σύγγονον ἁμὸν κατακλαιομένα §150ζωᾶς, οἵαν οἵαν ἰδόμαν §151ὄψιν ὀνείρων §152νυκτός, τᾶς ἐξῆλθʼ ὄρφνα.
欧,侍女们,我正陷入何等悲痛的哀歌之中,这歌声毫无美妙的旋律,是没有竖琴伴奏的哀歌,哀哉,哀哉,在丧葬的悲泣中;那降临在我身上的毁灭,让我为我那失去生命的兄弟而哭泣——就在这黑夜逝去之后,我所见到的梦中幻象。
§152aὀλόμαν ὀλόμαν· §153οὐκ εἴσʼ οἶκοι πατρῷοι· §154οἴμοι μοι φροῦδος γέννα.
我毁灭了,毁灭了;父祖的家国不复存在;痛哉,我的一族消逝了。
§155φεῦ φεῦ τῶν Ἄργει μόχθων.
呜呼,阿耳戈斯的深重灾难!
§156ἰὼ δαῖμον, §157μόνον ὅς με κασίγνητον συλᾷς §159Ἀίδᾳ πέμψας, ᾧ τάσδε χοὰς §160μέλλω κρατῆρά τε τὸν φθιμένων §161ὑδραίνειν γαίας ἐν νώτοις §162πηγάς τʼ οὐρείων ἐκ μόσχων §164Βάκχου τʼ οἰνηρὰς λοιβὰς §165ξουθᾶν τε πόνημα μελισσᾶν, §166ἃ νεκροῖς θελκτήρια κεῖται.
哦,命运,你夺走了我唯一的兄弟,将他送往哈得斯,我正准备为了他在大地的脊梁上浇灌这奠酒,和死者的祭杯,那源自山间小牛的乳泉,巴克科斯的葡萄酒奠祭,以及金黄蜜蜂的辛勤劳动,这些都是供死者安魂的祭品。
§168ἀλλʼ ἔνδος μοι πάγχρυσον §169τεῦχος καὶ λοιβὰν Ἅιδα.
但请把那纯金的器皿和献给哈得斯的奠酒递给我。
§170ὦ κατὰ γαίας Ἀγαμεμνόνιον §171θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω· §172δέξαι δʼ·
哦,大地下面的阿伽门农的后嗣,我将这些送给死去的你;接受吧。
οὐ γὰρ πρὸς τύμβον σοι §173ξανθὰν χαίταν, οὐ δάκρυʼ οἴσω.
因为我无法在你的坟墓前献上我金黄的秀发,也无法为你流泪。
§175τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην §176πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι §177κεῖμαι σφαχθεῖσʼ ἁ τλάμων.
因为我已被远远地放逐,远离了你的和我的祖国,在人们的传闻中,我这可怜的人早已被献祭而死。
§178ἀντιψάλμους ᾠδὰς ὕμνων τʼ §180Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν §181δεσποίνᾳ γʼ ἐξαυδάσω, §183τὰν ἐν θρήνοισιν μοῦσαν §184νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς §185Ἅιδας ὑμνεῖ δίχα παιάνων.
我将以哀歌和赞美诗,为我的女主人唱出亚洲人的异国啼声,那在哀悼中属于死者的音乐,那是哈得斯在没有凯歌的乐曲中歌颂的歌声。
§186οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων·
呜呼,阿特柔斯之子的家族!
§187ἔρρει φῶς σκήπτρων, οἴμοι, §188πατρῴων οἴκων.
权杖的光芒消失了,呜呼,我父祖的家国。
§189ἦν ἐκ τῶν εὐόλβων Ἄργει §190βασιλέων ἀρχά, §191μόχθος δʼ ἐκ μόχθων ᾄσσει· §192δινευούσαις ἵπποισι ῥιφαὶ §193Πέλοπος πταναῖς· ἀλλάξας δʼ ἐξ
曾经源于阿耳戈斯富庶君王的统治,如今苦难紧接着苦难袭来;驾着旋转战马的佩洛普斯飞速疾驰,但改变了……

词汇与语法注释

  1. §83μανίας ἂν ἔλθοιμʼ ἐς τέλος — 虽无连接词开头,但承接上文语境,被理解为含有潜在希求法(ἄν + 希求法 ἔλθοιμι)的疑问句。属格 πόνων τʼ ἐμῶν 同样悬挂于 ἐς τέλος 上,意为“我何时能走到我的疯狂与劳苦的终点”。
  2. §85σὺ δʼ εἶπας ἐλθεῖν — 此处 εἶπας 具有命令或指示的含义,引导对格与不定式结构(με ἐλθεῖν)。阿波罗神谕的内容自此通过不定式间接引语一直延续到 §92。
  3. §91τὸ δʼ ἐνθένδʼ — 表示“自此以后之事”或“接下来的步骤”的副词性表达。指出神谕虽具体指定要将神像运往雅典,但对具体方法或归途则保持沉默。
  4. §98πῶς ἂν οὖν λάθοιμεν ἄν; — 双重 ἄν 的潜在希求法(πῶς ἄν... λάθοιμεν ἄν),表达对不可能之事的强烈质问,或是“我们怎么可能不被发现呢?(绝对不可能)”的反问形式。
  5. §101μηχανώμενοι — 条件句前件(ἢν... ληφθῶμεν)中的现在分词,表示被捕(ληφθῶμεν)时的同时行为或尝试,意为“在图谋潜入时”。
  6. §113ὅρα δέ γʼ εἴσω τριγλύφων ὅποι κενὸν — 介词 εἴσω 支配属格 τριγλύφων(三槽饰,即殿顶装饰),由 ὅποι(何处)引导的间接疑问从句作命令句 ὅρα(看)的宾语。上下文指寻找可以从神殿梁柱缝隙滑入内部的空隙(κενόν)。
  7. §130ὁσίας κλῃδούχου — 属格,指代“神圣的持钥者”,即女祭司伊菲革涅亚。名词 δούλα(女仆/女奴)支配该属格,表现了歌队(希腊侍女们)作为其侍从的身分。
  8. §145τᾶς οὐκ εὐμούσου μολπᾶς — 属格,意为“不美妙的歌声的”。它与紧随其后的与格短语 ἀλύροις ἐλέγοις(无竖琴伴奏的哀歌)呈同位语关系,或作为说明其性质的属格。
  9. §150οἵαν οἵαν ἰδόμαν ὄψιν ὀνείρων — 关系代名词 οἵαν 因情感激动而重复使用,修饰同族宾语 ὄψιν(我见到了何等可怕的梦中幻象!)。该感叹结构突显了她对恶梦所产生的极度动摇。
  10. §175τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην πατρίδος — 动词 ἀπενάσθην(ἀπονέω等动词的被动过去式,意为“被迁走”、“被隔离”)表示远离,支配夺格性属格 σᾶς πατρίδος(你的祖国),其中 σᾶς 指代俄瑞斯忒斯,后接 καὶ ἐμᾶς(以及我的)。

引用这一段

欧里庇得斯, 在陶里人那里的伊菲革涅亚 §83-193. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg013.humanitext-grc2:83-193

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。