§1Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν §2θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην, §3ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς §4Μενέλαος Ἀγαμέμνων τε· τοῦ δʼ ἔφυν ἐγώ §5τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς, §6ἣν ἀμφὶ δίναις ἃς θάμʼ Εὔριπος πυκναῖς §7αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει, §8ἔσφαξεν Ἑλένης οὕνεχʼ, ὡς δοκεῖ, πατὴρ §9Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.
坦塔罗斯之子佩洛普斯来到比萨,驾着骏马娶了俄诺玛俄斯的女儿,从她生下了阿特柔斯;而阿特柔斯的孩子是墨涅拉俄斯和阿伽门农;后者的孩子就是我,廷达瑞俄斯之女所生的伊菲革涅亚,埃夫里波斯经常在强风中旋转,卷起蓝黑色大海的那片急流周围,我的父亲为了海伦的缘故,如人们所信的那样,在名声显赫的奥利斯山谷中将我献祭给阿耳忒弥斯。
§10ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον §11Ἑλληνικὸν συνήγαγʼ Ἀγαμέμνων ἄναξ, §12τὸν καλλίνικον στέφανον Ἰλίου θέλων §13λαβεῖν Ἀχαιοῖς τούς θʼ ὑβρισθέντας γάμους §14Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων.
因为在那里,阿伽门农国王集结了千艘战船的希腊大军,想要为阿开亚人赢得伊利翁的辉煌胜利之冠,并为海伦受到侮辱的婚姻复仇,以此向墨涅拉俄斯报恩。
§15δεινῆς δʼ ἀπλοίας πνευμάτων τε τυγχάνων, §16ἐς ἔμπυρʼ ἦλθε, καὶ λέγει Κάλχας τάδε· §17ὦ τῆσδʼ ἀνάσσων Ἑλλάδος στρατηγίας, §18Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός, §19πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις §20λάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοι §21κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.
但由于遭遇了可怕的无风天气和暴风雨,他求助于火祭,卡尔卡斯如此说道: “哦,统治这支希腊远征军的统帅,阿伽门农,你绝不能让船只离开这片土地,除非阿耳忒弥斯得到你的女儿伊菲革涅亚作为祭品;因为你曾许愿要将那一年里所生的最美丽之物献给这位带来光明的女神。
§22παῖδʼ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ §23τίκτει — τὸ καλλιστεῖον εἰς ἔμʼ ἀναφέρων — §24ἣν χρή σε θῦσαι.
” 于是,在宫殿里你的妻子克吕泰涅斯特拉生下了一个孩子——他将这最美之冠归于我—— 你必须将她献祭。
καί μʼ Ὀδυσσέως τέχναις §25μητρὸς παρείλοντʼ ἐπὶ γάμοις Ἀχιλλέως.
他们用奥德修斯的诡计,以与阿喀琉斯结婚为名,将我从母亲身边夺走。
§26ἐλθοῦσα δʼ Αὐλίδʼ ἡ τάλαινʼ ὑπὲρ πυρᾶς §27μεταρσία ληφθεῖσʼ ἐκαινόμην ξίφει· §28ἀλλʼ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου §29Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα §30πέμψασά μʼ ἐς τήνδʼ ᾤκισεν Ταύρων χθόνα, §31οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος §32Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς §33ἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν.
哀怜的我来到奥利斯,在祭坛之上被悬空抬起,险些被刀剑屠宰;但阿耳忒弥斯用一只鹿替换了我,给阿开亚人,并将我穿过明亮的虚空送走,安置在这片陶洛伊人的土地上,这里由一位蛮族国王托阿斯统治着蛮族,他迈着疾飞如翼的快步,因其神速而得到了这个名字。
§34ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με· §35ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ §36Ἄρτεμις, ἑορτῆς, τοὔνομʼ ἧς καλὸν μόνον — §37τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη — §40κατάρχομαι μέν, σφάγια δʼ ἄλλοισιν μέλει §41ἄρρητʼ ἔσωθεν τῶνδʼ ἀνακτόρων θεᾶς.
在这座神殿里,女神立我为女祭司;由此,在阿耳忒弥斯女神所喜爱的这些律法和节日中,其名虽然美好—— 至于其他事情,因敬畏女神,我保持沉默—— 我主持起始礼,而屠宰祭牲则是他人的职责,在这女神殿堂深处进行着不可言说的仪式。
但对于黑夜带来并展现的新幻象,如果能有什么解救之策,我要向天空倾诉。
§44ἔδοξʼ ἐν ὕπνῳ τῆσδʼ ἀπαλλαχθεῖσα γῆς §45οἰκεῖν ἐν Ἄργει, παρθένοισι δʼ ἐν μέσαις §46εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ, §47φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν §48δόμων πίτνοντα, πᾶν δʼ ἐρείψιμον στέγος §49βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν.
我梦见自己离开了这片土地,居住在阿耳戈斯,在众处女之中睡眠,而大地却在剧烈动荡中震摇,我逃了出去,站在外面,看见宫殿的檐壁倒塌,整个屋顶沦为废墟,从柱顶坠落到地面。
§50μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι §51δόμων πατρῴων, ἐκ δʼ ἐπικράνων κόμας §52ξανθὰς καθεῖναι, φθέγμα δʼ ἀνθρώπου λαβεῖν, §53κἀγὼ τέχνην τήνδʼ ἣν ἔχω ξενοκτόνον §54τιμῶσʼ ὑδραίνειν αὐτὸν ὡς θανούμενον, §55κλαίουσα.
唯独剩下一根柱子,在我看来,留存在父辈的宫殿中,它从柱顶垂下金黄的头发,并发出人类的声音,而我,履行着我所承担的杀戮异邦人的祭司职责,像对待将死之人一般,流着泪为他洒水净化。
τοὔναρ δʼ ὧδε συμβάλλω τόδε· §56τέθνηκʼ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.
我如此解释这个梦:俄瑞斯忒斯已经死了,我已为他举行了起始礼。
因为家族的柱子就是男孩子;凡是被我的圣水洒过的人都必死无疑。
§61νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς §62παροῦσʼ ἀπόντι — ταῦτα γὰρ δυναίμεθʼ ἄν — §63σὺν προσπόλοισιν, ἃς ἔδωχʼ ἡμῖν ἄναξ §64Ἑλληνίδας γυναῖκας.
因此,现在我想要为我的弟弟献上奠酒,我在此处为远方的他奉献——因为这是我所能做的—— 与国王赐予我的侍女们,那些希腊妇女一起。
ἀλλʼ ἐξ αἰτίας §65οὔπω τίνος πάρεισιν;
但是由于什么原因,她们现在还没到?
εἶμʼ ἔσω δόμων §66ἐν οἷσι ναίω τῶνδʼ ἀνακτόρων θεᾶς.
我要走进我所居住的这座女神庙宇的殿堂。
§67ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.
看,戒备,莫要让小路上有人。
§68ὁρῶ, σκοποῦμαι δʼ ὄμμα πανταχῆ στρέφων.
我看着,四下转动眼睛警戒着。
皮拉得斯,你觉得这就是我们从阿耳戈斯驾着海船前来的女神庙宇吗?
§71ἔμοιγʼ, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.
对我来说是的,俄瑞斯忒斯;你也应当这样认为。
§72καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;
还有这祭坛,上面滴落着希腊人的鲜血?
§73ἐξ αἱμάτων γοῦν ξάνθʼ ἔχει τριχώματα.
至少它的边缘由于血迹而呈现出黄褐色的痕迹。
§74θριγκοῖς δʼ ὑπʼ αὐτοῖς σκῦλʼ ὁρᾷς ἠρτημένα;
在那些檐壁下,你看见悬挂着的战利品了吗?
§75τῶν κατθανόντων γʼ ἀκροθίνια ξένων.
那是那些死去的异邦人的首级。
§76ἀλλʼ ἐγκυκλοῦντʼ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.
但是我们必须转动眼珠,好好观察。