Humanitext Reader

欧里庇得斯 · 在陶里人那里的伊菲革涅亚 §295-378

异邦人被捕与奥利斯的回忆

第 4 段,共 17 段 · 希腊语

内容简介

牧牛人汇报完了他们如何捕获从狂乱中恢复的俄瑞斯忒斯及其同伴皮拉得斯。听到他们是希腊人,伊菲革涅亚心生怨恨,并回想起自己在奥利斯险些被父亲献祭的悲惨往事。

§295ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι, §296σιγῇ καθήμεθʼ· ὃ δὲ χερὶ σπάσας ξίφος, §297μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως, §298παίει σιδήρῳ λαγόνας ἐς πλευράς θʼ ἱείς, §299δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε, §300ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός.
我们因惊恐而缩作一团,静静地坐着;但他用手拔出剑来,像狮子一样冲进牛群之中,用铁剑刺向它们的胁腹和肋骨,以为自己是在以此击退复仇女神们,以至于海面泛起血红色的泡沫。
§301κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια §302πίπτοντα καὶ πορθούμενʼ, ἐξωπλίζετο, §303κόχλους τε φυσῶν συλλέγων τʼ ἐγχωρίους· §304πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους §305φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.
就在这时,每个人一看到牛群倒下并被残害,便开始武装自己,吹响螺号并聚集当地的居民;因为面对健壮且年轻的异乡人,我们认为,自己这些卑微的放牧人是不堪一击的。
§306πολλοὶ δʼ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.
过了许久,我们聚集了许多人。
§307πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς, §308στάζων ἀφρῷ γένειον·
接着,那异乡人平息了狂乱的发作而倒下,嘴角滴着泡沫。
ὡς δʼ ἐσείδομεν §309προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον §310βάλλων ἀράσσων.
而当我们看见他如此合时宜地倒下,每个人都开始卖力投石并痛击他。
ἅτερος δὲ τοῖν ξένοιν §311ἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλει §312πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς, §313καραδοκῶν μὲν τἀπιόντα τραύματα, §314φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν.
然而,两位异乡人中的另一位帮他擦去泡沫,悉心照顾他的身体,用织工精美的衣袍遮盖住他,密切防范着迎面而来的伤残,用悉心的照顾来帮助他的挚友。
§315ἔμφρων δʼ ἀνᾴξας ὁ ξένος πεσήματος §316ἔγνω κλύδωνα πολεμίων προσκείμενον §317καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας, §318ᾤμωξέ θʼ· ἡμεῖς δʼ οὐκ ἀνίεμεν πέτροις §319βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
但那异乡人恢复了神智,从倒地处一跃而起,认出正步步逼近的敌人群潮,以及他们两人眼前近在咫尺的毁灭,哀叹起来;而我们毫不松懈,从四面八方逼近,投掷着石块,不肯放过他们。
§320οὗ δὴ τὸ δεινὸν παρακέλευσμʼ ἠκούσαμεν· §321Πυλάδη, θανούμεθʼ, ἀλλʼ ὅπως θανούμεθα §322κάλλισθʼ·
就在那时,我们听到了他那令人胆寒的催促: “皮拉得斯,我们死定了,但我们要死得最体面!
ἕπου μοι, φάσγανον σπάσας χερί.
手拔出剑来,跟我走!
§323ὡς δʼ εἴδομεν δίπαλτα πολεμίων ξίφη, §324φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.
” 而当我们看到敌人挥舞着双重宝剑时,我们在逃跑中填满了那岩石密布的山谷。
§325ἀλλʼ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι §326ἔβαλλον αὐτούς· εἰ δὲ τούσδʼ ὠσαίατο, §327αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.
然而,如果这一拨人逃跑,另一拨人便逼近投石击打他们;而若他们击退了这一边,刚才退让的人便又用石块砸向他们。
§328ἀλλʼ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν §329οὐδεὶς τὰ τῆς θεοῦ θύματʼ εὐτύχει βαλών.
但这简直令人难以置信:因为在无数双手中,竟没有一个人能成功砸中这献给女神的祭品。
§330μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα, §331κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν §332πέτροισι χειρῶν φάσγανʼ, ἐς δὲ γῆν γόνυ §333καμάτῳ καθεῖσαν.
最终,我们并非凭着勇气制服了他们,而是将他们合围起来,用石块将他们手中的剑击落,他们因疲惫跪倒在地。
πρὸς δʼ ἄνακτα τῆσδε γῆς §334κομίζομέν νιν.
我们将他们带到这里。
ὃ δʼ ἐσιδὼν ὅσον τάχος §335ἐς χέρνιβάς τε καὶ σφαγεῖʼ ἔπεμπέ σοι.
他一见到他们,便以最快的速度送到你这里,以便准备圣水和宰杀之器。
§336ηὔχου δὲ τοιάδʼ, ὦ νεᾶνί, σοι ξένων §337σφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένους §338τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον §339δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.
处女啊,愿你祈祷有这样的异乡人成为你的祭品;而若你除掉这样的异乡人,希腊将为对你的谋杀付出代价,偿还在奥利斯的那场杀戮的惩罚。
§340θαυμάστʼ ἔλεξας τὸν μανένθʼ, ὅστις ποτὲ §341Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.
你对那个疯子所说的话真令人惊异,无论他是何人,竟从希腊之地来到了这不友善之海。
§342εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών, §343τὰ δʼ ἐνθάδʼ ἡμεῖς ὅσια φροντιούμεθα — §344ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους §345γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί, §346ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ, §347Ἕλληνας ἄνδρας ἡνίκʼ ἐς χέρας λάβοις.
罢了,你去把那两个异乡人带过来,而此处的圣礼,由我来操办—— 啊,我这可怜的心啊,以前对异乡人你总是温柔且充满同情,当希腊男子落入你的手中时,你总会衡量着流下同胞的泪水。
§348νῦν δʼ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα, §349δοκοῦσʼ Ὀρέστην μηκέθʼ ἥλιον βλέπειν, §350δύσνουν με λήψεσθʼ, οἵτινές ποθʼ ἥκετε.
如今,因为那些使我变得凶残的梦境,认定俄瑞斯忒斯已不再得见太阳,无论你们是谁来到了这里,都会发现我的冷酷无情。
§351καὶ τοῦτʼ ἄρʼ ἦν ἀληθές, ᾐσθόμην, φίλαι· §352οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις §353αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.
朋友们啊,我终于意识到,这话是真的:不幸的人,当他们自己遭遇不幸时,对那些更为不幸的人,是不会心存善意的。
§354ἀλλʼ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε, §355οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας §356Ἑλένην ἀπήγαγʼ ἐνθάδʼ, ἥ μʼ ἀπώλεσεν, §357Μενέλεών θʼ, ἵνʼ αὐτοὺς ἀντετιμωρησάμην, §358τὴν ἐνθάδʼ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ, §359οὗ μʼ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι §360ἔσφαζον, ἱερεὺς δʼ ἦν ὁ γεννήσας πατήρ.
可是,既没有来自宙斯的微风吹来,也没有任何船只穿过撞岩,将那毁灭了我的海伦带到这里,还有梅涅劳斯,好让我向他们报仇,用此处的奥利斯去抗衡彼处的那一个,在那里,达那斯人像制服牛犊一样按住我将我宰杀,而生下我的父亲竟是祭司。
§361οἴμοι — κακῶν γὰρ τῶν τότʼ οὐκ ἀμνημονῶ — §362ὅσας γενείου χεῖρας ἐξηκόντισα §363γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη, §364λέγουσα τοιάδʼ· ὦ πάτερ, νυμφεύομαι §365νυμφεύματʼ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δʼ ἐμὲ §366σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν §367ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν §368μέλαθρον· ἡμεῖς δʼ ὀλλύμεσθα πρὸς σέθεν.
啊——我绝忘不了那时的惨痛—— 我向着那生下我的父亲的下巴和双膝伸出了多少次双手,紧紧依偎着他,诉说着这样的话:“父亲啊,我因你而结成这可耻的婚姻;在你屠杀我的时候,我的母亲和阿耳戈斯的妇女们如今用婚礼赞歌歌唱,整个宫殿响彻着笛声;而我却因你而正在灭亡。
§369Ἅιδης Ἀχιλλεὺς ἦν ἄρʼ, οὐχ ὁ Πηλέως, §370ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις §371ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.
原来那阿基琉斯竟是哈得斯,而非佩琉斯之子,你将他作为丈夫引见给我,却用战车借着诡计将我带往血淋淋的婚礼。
§372ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων §373ἔχουσʼ, ἀδελφόν τʼ οὐκ ἀνειλόμην χεροῖν, §374— ὃς νῦν ὄλωλεν — οὐ κασιγνήτῃ στόμα §375συνῆψʼ ὑπʼ αἰδοῦς, ὡς ἰοῦσʼ ἐς Πηλέως §376μέλαθρα· πολλὰ δʼ ἀπεθέμην ἀσπάσματα §377ἐς αὖθις, ὡς ἥξουσʼ ἐς Ἄργος αὖ πάλιν.
而我,双眼蒙着薄薄的面纱,甚至没有亲手抱起我的弟弟, ——他如今已经死去——也未曾与妹妹亲吻,出于羞怯,只当是要前往佩琉斯的府邸一般;我将许多问候留到了以后,只当自己还会再次回到阿耳戈斯。
§378ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
可怜的人啊,若你已经死去,是从何等辉煌的境遇中……”

词汇与语法注释

  1. §300ὡς ... ἐξανθεῖν — 带 ὡς 的不定式引导结果从句(功能等同于 ὥστε 带不定式)。它描绘了俄瑞斯忒斯屠宰牛群所带来的夸张结果,“以至于海面泛起血红色的泡沫”。
  2. §308προύργου — 介词 πρὸ 与中性名词单数属格 ἔργου 的缩合形(crasis),作副词使用,意为“合时宜地”、“适时地”或“起作用地”。此处指俄瑞斯忒斯在狂乱发作后倒下,为牧牛人们提供了袭击他的绝佳时机。
  3. §321ὅπως θανούμεθα — 独立句中 ὅπως 接直说语气将来时(θανούμεθα)的句式,省略了表示注意或预防的动词(如 ὅρα,“看好”、“注意”)。它表示强烈的劝告或决心,意为“让我们设法[最体面地]死去”。

引用这一段

欧里庇得斯, 在陶里人那里的伊菲革涅亚 §295-378. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg013.humanitext-grc2:295-378

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。