Humanitext Reader

欧里庇得斯 · 伊拉克特拉 §982-1066

克吕泰涅斯特拉的到来与自我辩护

第 12 段,共 15 段 · 希腊语

内容简介

俄瑞斯忒斯下定决心执行计划并进入馆内,克吕泰涅斯特拉王后乘马车华丽抵达。克吕泰涅斯特拉为自己杀害阿伽门农的行为辩护,声称这是对牺牲伊菲革涅亚及丈夫不忠的正当报复,而电荷(埃拉克特拉)开始对其进行反驳。

§982οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.
不要软弱,不要陷入怯懦之中。
§983ἀλλʼ ἦ τὸν αὐτὸν τῇδʼ ὑποστήσω δόλον;
但我真的要对她设下同样的陷阱吗?
§984ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.
正是你借以打倒她的丈夫、杀死埃癸斯托斯的那个陷阱。
§985ἔσειμι· δεινοῦ δʼ ἄρχομαι προβλήματος §986καὶ δεινὰ δράσω γε — εἰ θεοῖς δοκεῖ τάδε, §987ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.
我要进去了;我正着手进行一项可怕的企图,确实,我将做出可怕的事——如果神明认为这样好,那便如此吧;但这决定对我而言既痛苦又甜蜜。
§988aβασίλεια γύναι χθονὸς Ἀργείας, §989παῖ Τυνδάρεω, §990καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν §991Διός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροις §992ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις §993τιμὰς σωτῆρας ἔχοντες·
阿尔戈斯土地的王妃啊,廷达瑞奥斯之女,并且是宙斯那两位高贵的儿子的姐妹,他们居住在星辰间炽热的以太之中,在波涛汹涌的大海中,拥有拯救凡人的荣耀。
§994χαῖρε, σεβίζω σʼ ἴσα καὶ μάκαρας §995πλούτου μεγάλης τʼ εὐδαιμονίας.
祝您健康;因为您的财富和巨大的幸福,我像崇敬神明一样崇敬您。
§996τὰς σὰς δὲ τύχας θεραπεύεσθαι §997καιρός.
现在正是您的命运受到侍奉的时候。
χαῖρʼ, ὦ βασίλεια.
祝您健康,王妃啊。
§998ἔκβητʼ ἀπήνης, Τρῳάδες, χειρὸς δʼ ἐμῆς §999λάβεσθʼ, ἵνʼ ἔξω τοῦδʼ ὄχου στήσω πόδα.
从马车上下来吧,特洛伊的女人们,拉住我的手,好让我能把脚踏出这辆车外。
§1000σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι §1001Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς §1002ἐξαίρετʼ, ἀντὶ παιδὸς ἣν ἀπώλεσα §1003σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.
因为,虽然神明的殿宇已经用弗里吉亚的战利品装饰起来,但我拥有这些从特洛伊土地上选出来的女人们,代替我那失去的孩子,虽是微薄的奖赏,但对我的家庭来说却是美丽的。
§1004οὔκουν ἐγώ — δούλη γὰρ ἐκβεβλημένη §1005δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους — §1006μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;
那么,难道我——一个从父家被驱逐、沦为奴隶、居住在这不幸之家的我—— 母亲啊,不能拉住您那幸福的手吗?
§1007δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.
这里有奴隶们在;你不要为我劳累。
§1008τί δʼ;
怎么?
αἰχμάλωτόν τοί μʼ ἀπῴκισας δόμων, §1009ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα, §1010ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.
事实上您将我作为俘虏赶出了家园,当家园被占领时,我们也同样被俘,就像这些女人一样,失去了父亲,被留在了后面。
§1011τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα §1012ἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων.
确实,你的父亲针对他的亲人中最不该针对的人,策划了这样的阴谋。
§1013λέξω δὲ καίτοι δόξʼ ὅταν λάβῃ κακὴ §1014γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.
我要说了;然而,当恶名落在女人身上时,她的舌头上总带着某种苦涩。
§1015ὡς μὲν παρʼ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ §1016μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ, §1017στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;
在我们看来,这并不好;但当人们了解了真相,如果她确实应当被憎恨,那么憎恨她是公义的;但若非如此,又何必憎恨她呢?
§1018ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί, §1019οὐχ ὥστε θνῄσκειν, οὐδʼ ἃ γειναίμην ἐγώ.
廷达瑞奥斯将我许配给你的父亲,并非为了让我死去,也不是为了让我所生的孩子们死去。
§1020κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως §1021λέκτροισι πείσας ᾤχετʼ ἐκ δόμων ἄγων
但那个人,哄骗我的孩子说要让她与阿喀琉斯结婚,将她带离了家园,运往停泊着船只的奥利斯。
§1022πρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶς §1023λευκὴν διήμησʼ Ἰφιγόνης παρηΐδα.
在祭坛上,他将她拉平,割断了伊菲革涅亚白皙的脸颊。
§1024κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος, §1025ἢ δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσῴζων τέκνα, §1026ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν· §1027νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν ὅ τʼ αὖ λαβὼν §1028ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο, §1029τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν.
如果说,为了挽救城邦的沦陷,或是为了挽救家庭、拯救其他孩子,他为了大众而杀死了一个人,那尚可原谅;但如今,仅仅因为海伦荒淫无度,而娶了她的男人不知道如何惩罚背叛的妻子,因为这些缘故,他毁灭了我的孩子。
§1030ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη §1031οὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν· §1032ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρην §1033λέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύο §1034ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.
因此,尽管在这些事上受到了不公,我也没有变得狂暴,也没有杀死丈夫;但他带着一个疯狂、被神附身的少女回来,强行安插在我的床上,于是我们两个新娘被关在同一个屋檐下。
§1035μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω· §1036ὅταν δʼ, ὑπόντος τοῦδʼ, ἁμαρτάνῃ πόσις §1037τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει §1038γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.
的确,女人是愚蠢的,我不否认;但是,在此种情况下,当丈夫犯了错,排挤家中的妻子时,妻子便想模仿她的丈夫,去寻找另一个情人。
§1039κἄπειτʼ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται, §1040οἱ δʼ αἴτιοι τῶνδʼ οὐ κλύουσʼ ἄνδρες κακῶς.
随后,非难便在我们身上闪耀,而造成这一切的丈夫们,却不曾招致恶名。
§1041εἰ δʼ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ, §1042κτανεῖν μʼ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν §1043Μενέλαον ὡς σώσαιμι;
如果墨涅拉俄斯被秘密地从家中拐走,我是否应当杀死俄瑞斯忒斯,好让我去拯救我妹妹的丈夫墨涅拉俄斯?
σὸς δὲ πῶς πατὴρ §1044ἠνέσχετʼ ἂν ταῦτʼ;
而你的父亲又怎能容忍这样的事?
εἶτα τὸν μὲν οὐ θανεῖν §1045κτείνοντα χρῆν τἄμʼ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν;
那么,难道他杀死我的孩子就不用死,而我却必须承受他的伤害吗?
§1046ἔκτεινʼ, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον §1047πρὸς τοὺς ἐκείνῳ πολεμίους.
我杀了他;我转向了那条可通行的道路,去往他的敌人那里。
φίλων γὰρ ἂν §1048τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;
因为在我们的朋友中,有谁愿意与我一同分担杀害你父亲的罪责?
§1049λέγʼ, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ, §1050ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.
说话吧,如果你想,请坦率地反驳,指明你的父亲是如何不公义地死去的。
§1051δίκαιʼ ἔλεξας· ἡ δίκη δʼ αἰσχρῶς ἔχει.
您说得公义;但您的公义却是可耻的。
§1052γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει, §1053ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε, §1054οὐδʼ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.
因为一个明智的妻子应当在一切事上顺从丈夫;但如果有人不这样认为,她甚至不配进入我讨论的范围。
§1055μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους §1056λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.
母亲,请记住您最后说的那些话,您允许了我对您坦率直言。
§1057καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.
即使是现在,我依然这么说,我也不会否认,孩子。
§1058ἆρα κλύουσα, μῆτερ, εἶτʼ ἔρξεις κακῶς;
那么,母亲,您听了之后,会对我做坏事吗?
§1059οὐκ ἔστι, τῇ σῇ δʼ ἡδὺ προσθήσω φρενί.
绝不会,我反倒会使你的心感到愉悦。
§1060λέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου· §1061εἴθʼ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.
那我要说了;这是我前言的开始:愿生我的母亲您,能有更好的心智。
§1062τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν §1063Ἑλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω, §1064ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω.
因为在美貌上,海伦和您都值得称赞;你们生为双胞胎姐妹,两人都虚荣轻浮,不配作卡斯托耳的姐妹。
§1065ἣ μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο, §1066σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας,
因为她被拐走,自愿走向毁灭,而您则毁灭了希腊最优秀的男人。

词汇与语法注释

  1. 982οὐ μὴ ... πεσῇ — οὐ μή 后面接不定过去时虚拟语气(πεσῇ,源自 πίπτω),表示强烈的禁止或否认。此处是埃拉克特拉对俄瑞斯忒斯进行严厉的斥责,意为“绝不能陷入懦弱”。
  2. 1006λάβωμαι — 第一人称单数不定过去时中动虚拟语气 λάβωμαι(源自 λαμβάνομαι)在此作商榷性虚拟语气(deliberative subjunctive),意为“我是否应该拉住”。由 οὔκουν ἐγώ 开始的主句被长插入句(δούλη γὰρ ... δόμους)隔开,形成了语序倒置(hyperbaton),导致主动词与主语距离较远。
  3. 1016ἔχῃ — 动词 ἔχῃ 与不定式 μισεῖν 连用(ἔχω + 不定式),在此作非人称使用,或以 τὸ πρᾶγμα 为主语,表示“可以/值得被憎恨”。另外,ὡς μ同 παρʼ ἡμῖν 省略了名词(如 δόξα),需补足理解为“在我们看来(的名声)”。
  4. 1026ἔκτεινε ... συγγνώστʼ ἂν ἦν — 过去非真实条件句(反事实条件句)。条件从句使用 εἰ 接直说语气过去时(ἔκτεινε),主句使用 ἄν 接直说语气过去未完成时(ἦν),表示“如果他(为了那些高尚的原因)杀了她,那是可以原谅的(而事实并非如此)”。
  5. 1042κτανεῖν μʼ Ὀρέστην χρῆν — 表示义务、合宜的非人称动词过去式 χρῆν(即 ἐχρῆν),在反事实归结句中即使不带助词 ἄν,亦可表示“本应当……(而实际上并非如此)”。此处用于表达反事实疑问:“难道我本应当杀死俄瑞斯忒斯吗?(言下之意:绝不应当)”。

引用这一段

欧里庇得斯, 伊拉克特拉 §982-1066. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg012.humanitext-grc2:982-1066

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。