你提出借口说,你是为了孩子而杀死了丈夫;因为人们并不像我这样了解你。
§1069ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς, §1070νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου, §1071ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.
你在女儿的屠宰被决定之前,在丈夫刚刚离开家门时,就在镜子前梳理你金色的秀发。
丈夫不在时,在家里为了外面的美貌而梳妆打扮的女人,就该把她定为恶妇,从名册中抹去。
因为她根本不需要在户外展示美丽的面容,除非她正在图谋什么坏事。
§1076μόνη δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων, §1077εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην, §1078εἰ δʼ ἥσσονʼ εἴη, συννεφοῦσαν ὄμματα, §1079Ἀγαμέμνονʼ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.
在所有希腊妇女中,唯独我知道你:若是特洛伊人得势,你便欢喜;若是他们失势,你便眉头深锁,根本不希望阿伽门农从特洛伊归来。
§1080καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι· §1081ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν, §1082ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην· §1083Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένης §1084ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ §1085παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει.
况且你本有大好的机会可以保持贞洁;你拥有一个并不逊于埃癸斯托斯的丈夫,一个希腊人选为自己统帅的丈夫;在你的姐姐海伦做出那种丑事之后,你本可以获得极大的名声;因为恶行给善人提供了对照与鉴戒。
但如果真如你所说,父亲杀死了你的女儿,那我或我的兄弟又何尝得罪了你?
§1088πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους §1089ἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχει §1090τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;
为什么你杀死了丈夫,却不把父家交给我们,反而引他人同床,用代价买来这段婚姻?
§1091κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις, §1092οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ §1093κτείνας ἀδελφῆς ζῶσαν.
你的丈夫既没有代替你的孩子流亡,也没有代替我而死,尽管他对尚在人世的我所施加的折磨,两倍于我那死去的姐姐。
如果杀戮要以杀戮来审判并作为回报,那么我和你的孩子俄瑞斯忒斯为了报父仇,必将杀死你。
§1096εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα.
因为如果那些事是公义的,这些事也同样合理。
§1102ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί·
孩子啊,你天生就总是爱着你的父亲。
事情也是如此:有些人偏爱父亲,而有些人则更爱母亲。
我会宽恕你;因为孩子啊,我对自己所做的事也并没有那么十分高兴。
可是你,作为一个刚刚生产、停止分娩的产妇,怎会如此不洁、衣衫褴褛?
§1109οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·
唉,可怜我的计谋啊!
§1110ὡς μᾶλλον ἢ χρῆν ἤλασʼ εἰς ὀργὴν πόσιν.
我竟把丈夫逼得怒气冲天,超过了应有的分寸。
§1111ὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη.
如今已无药可救,你叹息也太迟了。
父亲既然已经死了,可你为什么不把在国外流浪的儿子接回来?
§1114δέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου, σκοπῶ.
我害怕;我考虑的是我自己的安全,而不是他的。
§1115πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.
因为人们说,他正因父亲的被杀而满腔怒火。
§1116τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;
那你为什么由着你的丈夫对我们如此残暴?
§1117τρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς.
他的脾气就是这样;而你天生也是个倔强脾气。
§1118ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.
因为我承受着痛苦;不过,我也要停止发怒了。
§1119καὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς.
那么,他确实不会再成为你的重担了。
§1120φρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.
他气焰嚣张;因为他正住在我的家里。
§1121ὁρᾷς;
你瞧?
ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα.
你又在挑起新的争端。
§1122σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ.
我不说了;因为我怕他,就像我怕他那样。
§1123παῦσαι λόγων τῶνδε.
别说这些话了。
ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον;
不过孩子,你叫我来做什么?
§1124ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·
我想,您已经听说了我生产的事。
§1125τούτων ὕπερ μοι θῦσον — οὐ γὰρ οἶδʼ ἐγώ — §1126δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται· §1127τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῷ πάρος.
请为了这件事替我献祭吧——因为我不知道该怎么做—— 在孩子出生第十天,按照习俗那样;因为我毫无经验,在此之前我从未生育过。
§1128ἄλλης τόδʼ ἔργον, ἥ σʼ ἔλυσεν ἐκ τόκων.
这应当是另一个女人的工作,就是那个帮你接生的产妇。
§1129αὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος.
我是自己接生,独自生下这个婴儿的。
§1130οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;
你的家难道建在如此没有邻里朋友的地方吗?
§1131πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.
谁也不愿意和穷人交朋友。
§1132ἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον §1133θύσω θεοῖσι· σοὶ δʼ ὅταν πράξω χάριν §1134τήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖ §1135νύμφαισιν.
那么,我去为孩子满月的日子向神明献祭;当我为你行完这件恩惠,我就去到野外,我丈夫正在那里向宁芙女神们献祭。
ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες, §1136φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ με §1137δοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς, §1138πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.
侍从们,把这辆车牵去马厩栓好;当你们认为我已向神明献完了这祭礼,便到这里来;因为我也必须向我的丈夫尽一份情分。
进到这贫寒的屋里去吧;但请为我留心,别让那烟雾缭绕的屋顶熏黑了你的衣裳。
§1141θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.
因为你将向神明献上你所应当献上的祭品。
§1142κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς, §1143ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ §1144πληγεῖσα·
祭篮已备妥,祭刀也已磨得锋利,正是那把曾放倒公牛的刀,你也将挨了一击倒在它身旁。
νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις §1145ᾧπερ ξυνηῦδες ἐν φάει.
在哈得斯的阴间里,去与那个你曾活在阳光下同眠共枕的人成婚吧。
τοσήνδʼ ἐγὼ §1146δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.
我将赐予你如此大的恩惠,而你则要向我偿还对我父亲犯下的罪罚。